1 Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. 2 ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. 3 ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. 4 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι᾽ αὐτῆς. 5 ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. 6 ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας· 7 ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. 8 λέγουσιν αὐτῷ οἱ μαθηταί· ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; 9 ἀπεκρίθη Ἰησοῦς· οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· 10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. 11 ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. 12 εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ· Κύριε, εἰ κεκοίμηται, σωθήσεται. 13 εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. 14 τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανε, 15 καὶ χαίρω δι᾽ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλ᾽ ἄγωμεν πρὸς αὐτόν. 16 εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ. 17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ. 18 ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε, 19 καὶ πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ Μάρθαν καὶ Μαρίαν ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν. 20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι ὁ Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. 21 εἶπεν οὖν [ἡ] Μάρθα πρὸς τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε, ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει. 22 ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁ Θεός. 23 λέγει αὐτῇ ὁ Ἰησοῦς· ἀναστήσεται ὁ ἀδελφός σου. 24 λέγει αὐτῷ Μάρθα· οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. 26 ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. πιστεύεις τοῦτο; 27 λέγει αὐτῷ· ναί, Κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος. 28 καὶ ταῦτα εἰποῦσα ἀπῆλθε καὶ ἐφώνησε Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε. 29 ἐκείνη ὡς ἤκουσεν, ἐγείρεται ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν. 30 οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾽ ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. 31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγοντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ. 32 ἡ οὖν Μαρία ὡς ἦλθεν ὅπου ἦν ὁ Ἰησοῦς, ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ εἰς τοὺς πόδας λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός. 33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν, 34 καὶ εἶπε· ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε. 35 ἐδάκρυσεν ὁ Ἰησοῦς. 36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· ἴδε πῶς ἐφίλει αὐτόν· 37 τινὲς δὲ ἐξ αὐτῶν εἶπον· οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ; 38 Ἰησοῦς οὖν, πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῷ. 39 λέγει ὁ Ἰησοῦς· ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα· Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι. 40 λέγει αὐτῇ ὁ Ἰησοῦς· οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ; 41 ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κείμενος. ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπε· πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. 42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. 43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασε· Λάζαρε, δεῦρο ἔξω. 44 καὶ ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ Ἰησοῦς· λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν. 45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν. 46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπον αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς. 47 συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον καὶ ἔλεγον· τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ; 48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτω, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. 49 εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· ὑμεῖς οὐκ οἴδατε οὐδέν, 50 οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. 51 τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, 52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. 53 ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν. 54 Ἰησοῦς οὖν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν αὐτοῦ. 55 ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς. 56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ᾽ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· τί δοκεῖ ὑμῖν, ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; 57 δεδώκεισαν δὲ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὴν ἵνα ἐάν τις γνῷ ποῦ ἐστι, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.
Juan · Texto Patriarcal 1904 (acentuado, edición de eBible)
Juan 11 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- eBible.org's accented text of the 1904 edition with 20 corrections from later printings. For the 1912-based text checked by Maurice Robinson, see PT (Robinson).
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Lazarus
A man of Bethany, brother of Mary and Martha, whom Jesus loved and raised from the dead and who was later at table with Him.
Citado en la guía: John 11:1; John 11:5; John 12:1
Martha
A woman of Bethany who received Jesus into her home, was distracted with serving, and whose brother Lazarus Jesus raised.
Citado en la guía: Luke 10:38; John 11:1; John 11:5
Mary
Sister of Martha and Lazarus of Bethany, who sat at Jesus' feet to listen and who anointed the Lord's feet with perfume and wiped them with her hair.
Citado en la guía: Luke 10:39; John 11:1; John 11:2
Thomas
One of the Twelve, called Didymus, who said 'Let us also go, so that we may die with Him', was absent when Jesus first appeared, and was among those who fished with the disciples…
Citado en la guía: Matthew 10:3; John 11:16; John 20:24
Lugares
Bethany
Bethany was Jesus' lodging near Jerusalem during Passion week and the home of Lazarus. Luke sets the Ascension close by.
Citado en la guía: John 11:1; John 12:1; Luke 24:50
Referencias cruzadas (56)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Juan 12:17; Lucas 10:38–42; Juan 12:9; 2 Reyes 20:1–12; Juan 11:11
- 2 Juan 12:3; Mateo 26:6–7; Marcos 14:3; Lucas 7:37–38
- 3 Juan 11:5; Apocalipsis 3:19; Hebreos 12:6–7; Juan 13:23; Salmo 16:3
- 4 Juan 11:40; Juan 9:3; 1 Pedro 4:14; Juan 5:23; Juan 17:5
- 5 Juan 15:9–13; Juan 11:36; Juan 17:26; Juan 16:27; Juan 11:8
- 6 Isaías 30:18; Isaías 55:8–9; Génesis 42:24; Génesis 22:14; Génesis 43:29–31
- 7 Hechos 20:22–24; Hechos 15:36; Lucas 9:51; Juan 10:40–42
- 8 Juan 10:31; Juan 8:59; Hechos 21:12–13; Mateo 16:21–23; Juan 10:39
- 9 Juan 9:4; Juan 12:35; Jeremías 31:9; Lucas 13:31–33; Proverbios 3:23
- 10 Proverbios 4:18–19; 1 Juan 2:10–11; Jeremías 13:16; Jeremías 20:11; Eclesiastés 2:14
- 11 Daniel 12:2; Juan 11:13; 1 Tesalonicenses 5:10; Juan 11:43–44; Mateo 27:52
- 13 Mateo 9:24
- 14 Juan 16:25; Juan 16:29; Juan 10:24
- 15 2 Timoteo 2:10; Juan 14:10–11; 1 Juan 5:13; Juan 11:4; Isaías 54:15
- 16 Juan 13:37; Mateo 26:35; Mateo 10:3; Lucas 6:15; Marcos 3:18
- 17 Juan 11:39; Oseas 6:2; Hechos 2:27–31; Juan 2:19
- 18 Lucas 24:13; Apocalipsis 14:20; Juan 11:1; Apocalipsis 21:16; Juan 6:19
- 19 Job 2:11; 1 Tesalonicenses 5:11; Juan 11:31; 2 Corintios 1:4; 1 Tesalonicenses 4:18
- 20 1 Tesalonicenses 4:17; Lucas 10:38–42; Mateo 25:1; Juan 11:30; Hechos 10:25
- 21 Juan 11:32; Mateo 9:18; 1 Reyes 17:18; Salmo 78:19; Juan 11:37
- 22 Juan 9:31; Juan 11:41–42; Marcos 9:23; Mateo 28:18; Hebreos 11:17–19
- 23 Juan 11:43–44
- 24 Daniel 12:2–3; Hechos 24:15; Juan 5:28–29; Isaías 26:19; Hechos 17:31–32
- 25 1 Tesalonicenses 4:14; Juan 3:36; 1 Juan 5:11–12; Juan 1:4; Romanos 8:10–11
- 26 Juan 10:28; Juan 5:24; Romanos 8:13; 1 Juan 5:10–12; Juan 8:51–53
- 27 Mateo 16:16; Juan 6:14; Juan 6:69; Malaquías 3:1; 1 Juan 5:1
- 28 Juan 13:13; Juan 11:20; Marcos 10:49; Juan 20:16; 1 Tesalonicenses 4:17–18
- 29 Salmo 27:8; Proverbios 15:23; Cantar de los Cantares 3:1–4; Salmo 119:59–60; Proverbios 27:17
- 30 Juan 11:20
- 31 Juan 11:19; 2 Samuel 12:16–18; Génesis 37:35; 1 Corintios 2:15
- 32 Juan 11:21; Lucas 5:8; Lucas 17:16; Lucas 8:41; Apocalipsis 5:14
- 33 Juan 11:38; Juan 12:27; Marcos 3:5; Romanos 12:15; Génesis 43:30–31
- 34 Mateo 28:6; Juan 20:2; Marcos 16:6; Marcos 15:47; Juan 1:39
- 35 Lucas 19:41; Hebreos 4:15; Juan 11:33; Isaías 53:3; Salmo 119:136
- 36 Juan 11:3; 1 Juan 3:1; Apocalipsis 1:5; 1 Juan 4:9–10; Efesios 5:2
- 37 Juan 9:6–7; Salmo 78:19–20; Juan 11:32; Lucas 23:35; Mateo 27:40–42
- 38 Juan 11:33; Mateo 27:60; Lucas 24:2; Génesis 23:19; Isaías 22:16
- 39 Juan 11:17; Salmo 49:7; Marcos 16:3; Filipenses 3:21; Génesis 3:19
- 40 Juan 11:4; Juan 11:23–26; Romanos 4:17–25; Salmo 63:2; Juan 1:14
- 41 Mateo 11:25; Juan 17:1; Salmo 123:1; Filipenses 4:6; Lucas 10:21
- 42 Juan 3:17; Juan 17:21; Hebreos 7:25; 1 Juan 4:14; Hebreos 5:7
- 43 2 Reyes 4:33–36; Hechos 9:40; Hechos 9:34; Lucas 7:14–15; 1 Reyes 17:21–22
- 44 Juan 5:25; Juan 20:7; Juan 11:25–26; Lucas 7:15; Juan 5:21
- 45 Juan 11:19; Juan 2:23; Juan 12:42; Juan 12:17–19; Juan 7:31
- 46 Lucas 16:30–31; Juan 9:13; Hechos 5:25; Juan 5:15–16; Juan 12:37
- 47 Mateo 26:3; Hechos 4:16–17; Mateo 5:22; Hechos 4:5–6; Juan 2:11
- 48 1 Tesalonicenses 2:15–16; Daniel 9:26–27; Mateo 23:35–38; Zacarías 14:1–2; Mateo 27:25
- 49 Proverbios 26:12; Mateo 26:3; Juan 18:13–14; Juan 11:51; Lucas 3:2
- 50 Juan 18:14; Lucas 24:46; Romanos 3:8; Juan 19:12; Juan 11:48
- 51 2 Corintios 5:21; Daniel 9:26; 1 Samuel 23:9; Mateo 20:28; Éxodo 28:30
- 52 Juan 10:16; Isaías 49:6; 1 Juan 2:2; 1 Pedro 1:1; Efesios 1:9–10
- 53 Hechos 5:33; Hechos 9:23; Salmo 2:2; Mateo 26:59; Juan 11:47
- 54 Juan 7:1; Juan 7:4; 2 Crónicas 13:19; Juan 7:13; Juan 18:20
- 55 2 Crónicas 30:17–20; Hebreos 9:13–14; Juan 2:13; Éxodo 19:10; Juan 6:4
- 56 Juan 7:11; Juan 11:7–8
- 57 Salmo 109:4; Juan 10:39; Juan 9:22; Juan 5:16–18; Juan 8:59
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
Among all the miracles wrought by our Lord Jesus Christ, the resurrection of Lazarus holds a foremost place in preaching. But if we consider attentively who did it, our duty is to rejoice rather than to wonder.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)
Many men, when they see any of those who are pleasing to God suffering anything terrible, as, for instance, having fallen into sickness, or poverty, and any other the like, are offended, not knowing that to those especially dear to God it belongeth to endure these things; since Lazarus also was one of the friends of Christ, and was sick.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)
Then, when He had raised Lazarus from the dead, and plots were formed against Him by the Pharisees, He withdrew to a city called Ephraim; and from that place, as it is written "He came to Bethany six days before the passover," and going up from Bethany to Jerusalem, He there ate the passover, and suffered on the day following.
When, therefore, we read in the Gospel that the hard-heartedness of the Jews moved Him to sorrowful indignation, that He said, "I am glad for your sakes, to the intent ye may believe," that when about to raise Lazarus He even shed tears, that He earnestly desired to eat the passover with His disciples, that as His passion drew near …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
… Lazarus, added also a prayer; and then, lest this should make Him appear less than Him that begat Him, He, to correct this suspicion, added, "I said these things, because of the people which standeth by, that they may believe that thou hast sent me." And neither doth He work all things as one who acted by His own power, …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)