Saltar al texto

1 Pedro · Texto bizantino (Robinson-Pierpont 2018)

1 Pedro 2 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 αποθεμενοι ουν πασαν κακιαν και παντα δολον και υποκρισεισ και φθονουσ και πασασ καταλαλιασ
1 Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς,
2 ωσ αρτιγεννητα βρεφη το λογικον αδολον γαλα επιποθησατε ινα εν αυτω αυξηθητε
2 ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε [εἰς σωτηρίαν],
3 ειπερ εγευσασθε οτι χρηστοσ ο κυριοσ
3 εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος.
4 προσ ον προσερχομενοι λιθον ζωντα υπο ανθρωπων μεν αποδεδοκιμασμενον παρα δε θεω εκλεκτον εντιμον
4 Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτόν, ἔντιμον,
5 και αυτοι ωσ λιθοι ζωντεσ οικοδομεισθε οικοσ πνευματικοσ ιερατευμα αγιον ανενεγκαι πνευματικασ θυσιασ ευπροσδεκτουσ τω θεω δια ιησου χριστου
5 καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικός, ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ·
6 διοτι περιεχει εν τη γραφη ιδου τιθημι εν σιων λιθον ακρογωνιαιον εκλεκτον εντιμον και ο πιστευων επ αυτω ου μη καταισχυνθη
6 διότι περιέχει ἐν τῇ γραφῇ· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτόν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ.
7 υμιν ουν η τιμη τοισ πιστευουσιν απειθουσιν δε λιθον ον απεδοκιμασαν οι οικοδομουντεσ ουτοσ εγενηθη εισ κεφαλην γωνιασ
7 ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν, ἀπειθοῦσι δὲ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου.
8 και λιθοσ προσκομματοσ και πετρα σκανδαλου οι προσκοπτουσιν τω λογω απειθουντεσ εισ ο και ετεθησαν
8 οἳ προσκόπτουσι τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν.
9 υμεισ δε γενοσ εκλεκτον βασιλειον ιερατευμα εθνοσ αγιον λαοσ εισ περιποιησιν οπωσ τασ αρετασ εξαγγειλητε του εκ σκοτουσ υμασ καλεσαντοσ εισ το θαυμαστον αυτου φωσ
9 ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς·
10 οι ποτε ου λαοσ νυν δε λαοσ θεου οι ουκ ηλεημενοι νυν δε ελεηθεντεσ
10 οἵ ποτε οὐ λαός, νῦν δὲ λαὸς Θεοῦ, οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες.
11 αγαπητοι παρακαλω ωσ παροικουσ και παρεπιδημουσ απεχεσθαι των σαρκικων επιθυμιων αιτινεσ στρατευονται κατα τησ ψυχησ
11 Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθε τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς,
12 την αναστροφην υμων εχοντεσ καλην εν τοισ εθνεσιν ινα εν ω καταλαλουσιν υμων ωσ κακοποιων εκ των καλων εργων εποπτευσαντεσ δοξασωσιν τον θεον εν ημερα επισκοπησ
12 τὴν ἀναστροφὴν ὑμῶν ἔχοντες καλὴν ἐν τοῖς ἔθνεσιν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.
13 υποταγητε ουν παση ανθρωπινη κτισει δια τον κυριον ειτε βασιλει ωσ υπερεχοντι
13 Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι,
14 ειτε ηγεμοσιν ωσ δι αυτου πεμπομενοισ εισ εκδικησιν κακοποιων επαινον δε αγαθοποιων
14 εἴτε ἡγεμόσιν, ὡς δι᾽ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν [μὲν] κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν·
15 οτι ουτωσ εστιν το θελημα του θεου αγαθοποιουντασ φιμουν την των αφρονων ανθρωπων αγνωσιαν
15 ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν·
16 ωσ ελευθεροι και μη ωσ επικαλυμμα εχοντεσ τησ κακιασ την ελευθεριαν αλλ ωσ δουλοι θεου
16 ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ᾽ ὡς δοῦλοι Θεοῦ.
17 παντασ τιμησατε την αδελφοτητα αγαπησατε τον θεον φοβεισθε τον βασιλεα τιματε
17 πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.
18 οι οικεται υποτασσομενοι εν παντι φοβω τοισ δεσποταισ ου μονον τοισ αγαθοισ και επιεικεσιν αλλα και τοισ σκολιοισ
18 Οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς.
19 τουτο γαρ χαρισ ει δια συνειδησιν θεου υποφερει τισ λυπασ πασχων αδικωσ
19 τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως.
20 ποιον γαρ κλεοσ ει αμαρτανοντεσ και κολαφιζομενοι υπομενειτε αλλ ει αγαθοποιουντεσ και πασχοντεσ υπομενειτε τουτο χαρισ παρα θεω
20 ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ᾽ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ.
21 εισ τουτο γαρ εκληθητε οτι και χριστοσ επαθεν υπερ ημων υμιν υπολιμπανων υπογραμμον ινα επακολουθησητε τοισ ιχνεσιν αυτου
21 εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ἡμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ·
22 οσ αμαρτιαν ουκ εποιησεν ουδε ευρεθη δολοσ εν τω στοματι αυτου
22 ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·
23 οσ λοιδορουμενοσ ουκ αντελοιδορει πασχων ουκ ηπειλει παρεδιδου δε τω κρινοντι δικαιωσ
23 ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως·
24 οσ τασ αμαρτιασ ημων αυτοσ ανηνεγκεν εν τω σωματι αυτου επι το ξυλον ινα ταισ αμαρτιαισ απογενομενοι τη δικαιοσυνη ζησωμεν ου τω μωλωπι αυτου ιαθητε
24 ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι [αὐτοῦ] ἰάθητε.
25 ητε γαρ ωσ προβατα πλανωμενα αλλ επεστραφητε νυν επι τον ποιμενα και επισκοπον των ψυχων υμων
25 ἦτε γὰρ ὡς πρόβατα πλανώμενα, ἀλλ᾽ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν.
Referencias cruzadas (25)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Efesios 4:31; Santiago 1:21; Santiago 4:11; 1 Pedro 3:10; Colosenses 3:5–8
  2. 2 Hebreos 5:12–13; Efesios 4:15; 2 Pedro 3:18; 1 Corintios 3:1–2; Marcos 10:15
  3. 3 Salmo 34:8; Hebreos 6:5–6; Salmo 63:5; Zacarías 9:17; Salmo 24:8
  4. 4 Salmo 118:22–23; Hechos 4:11–12; 1 Pedro 2:7; Isaías 28:16; Lucas 20:17–18
  5. 5 Efesios 2:20–22; 1 Pedro 2:9; 1 Corintios 3:9; Apocalipsis 5:10; 1 Corintios 3:16
  6. 6 Isaías 28:16; Romanos 9:32–33; 1 Pedro 2:4; Efesios 2:20; Zacarías 10:4
  7. 7 Salmo 118:22–23; Hechos 4:11–12; Marcos 12:10–11; Mateo 21:42; 1 Pedro 2:8
  8. 8 Isaías 8:14; 1 Corintios 1:23; 1 Pedro 2:7; Romanos 9:32–33; Romanos 9:22
  9. 9 Éxodo 19:5–6; Deuteronomio 7:6; Apocalipsis 1:6; Apocalipsis 5:10; Isaías 61:6
  10. 10 Oseas 2:23; Oseas 1:9–10; Hebreos 4:16; Romanos 9:25–26; Romanos 11:6–7
  11. 11 1 Juan 2:15–17; Gálatas 5:24; 1 Pedro 4:2; Hebreos 11:13; Romanos 8:13
  12. 12 1 Pedro 3:16; Mateo 5:16; Tito 2:7–8; Filipenses 2:15–16; 2 Corintios 8:21
  13. 13 Tito 3:1; Romanos 13:1–7; 1 Timoteo 2:1–2; Lucas 20:25; Proverbios 24:21
  14. 14 Romanos 13:3–4
  15. 15 1 Pedro 3:17; Tito 2:8; 1 Pedro 2:12; 1 Tesalonicenses 5:18; Mateo 7:26
  16. 16 Gálatas 5:13; Romanos 6:22; Romanos 6:18; 1 Corintios 7:22; Santiago 1:25
  17. 17 Proverbios 24:21; Romanos 12:10; Romanos 13:7; Filipenses 2:3; 1 Pedro 5:5
  18. 18 Tito 2:9–10; Colosenses 3:22–25; Efesios 6:5–7; 1 Timoteo 6:1–3; Proverbios 3:32
  19. 19 Mateo 5:10–12; 1 Pedro 3:14–17; 1 Pedro 2:20; Lucas 6:32; 1 Corintios 15:10
  20. 20 1 Pedro 2:19; 1 Pedro 3:17; Mateo 5:10–12; 1 Pedro 3:14; 1 Pedro 4:14–16
  21. 21 1 Juan 2:6; Mateo 16:24; Juan 13:15; Efesios 5:2; 1 Juan 3:16
  22. 22 Isaías 53:9; Hebreos 4:15; 2 Corintios 5:21; 1 Juan 3:5; Hebreos 7:26–27
  23. 23 Isaías 53:7; 1 Pedro 4:19; Hebreos 12:3; Salmo 37:5; Hechos 4:29
  24. 24 Isaías 53:4–6; Mateo 8:17; Romanos 6:11; Apocalipsis 22:2; 1 Juan 2:29
  25. 25 Isaías 53:6; Ezequiel 34:6; Lucas 15:4–6; Hechos 20:28; Juan 10:11–16

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 2:24 Polycarp of Smyrna, Epistle to the Philippians (Chapters VIII–XIV)

    Let us then continually persevere in our hope, and the earnest of our righteousness, which is Jesus Christ, "who bore our sins in His own body on the tree," "who did no sin, neither was guile found in His mouth," but endured all things for us, that we might live in Him.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 2:16 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter IX)

    And for this reason Peter says "that we have not liberty as a cloak of maliciousness," but as the means of testing and evidencing faith.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 2:9 Augustine of Hippo, Confessions (Book XIII, Chapters XVI–XIX)

    25. But you, "chosen generation, you weak things of the world," who have forsaken all things that you might "follow the Lord," go after Him, and "confound the things which are mighty;" go after Him, ye beautiful feet, and shine in the firmament, that the heavens may declare His glory, dividing between the light of the perfect, though not as …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Cita 2:4–6 Cyril of Jerusalem, Catechetical Lectures (Lecture X)

    He is called a Stone, not a lifeless stone, cut out by men's hands, but a chief corner-stone, on whom whosoever believeth shall not be put to shame.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Cita 2:12 Polycarp of Smyrna, Epistle to the Philippians (Chapters VIII–XIV)

    When you can do good, defer it not, because "alms delivers from death." Be all of you subject one to another "having your conduct blameless among the Gentiles," that ye may both receive praise for your good works, and the Lord may not be blasphemed through you.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)