Saltar al texto

2 Pedro · Texto bizantino (Robinson-Pierpont 2018)

2 Pedro 1 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 συμεων πετροσ δουλοσ και αποστολοσ ιησου χριστου τοισ ισοτιμον ημιν λαχουσιν πιστιν εν δικαιοσυνη του θεου ημων και σωτηροσ ιησου χριστου
1 Συμεὼν Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ·
2 χαρισ υμιν και ειρηνη πληθυνθειη εν επιγνωσει του θεου και ιησου του κυριου ημων
2 χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ Θεοῦ καὶ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
3 ωσ παντα ημιν τησ θειασ δυναμεωσ αυτου τα προσ ζωην και ευσεβειαν δεδωρημενησ δια τησ επιγνωσεωσ του καλεσαντοσ ημασ δια δοξησ και αρετησ
3 Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆς,
4 δι ων τα τιμια ημιν και μεγιστα επαγγελματα δεδωρηται ινα δια τουτων γενησθε θειασ κοινωνοι φυσεωσ αποφυγοντεσ τησ εν κοσμω εν επιθυμια φθορασ
4 δι᾽ ὧν τὰ τίμια ἡμῖν καὶ μέγιστα ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως ἀποφυγόντες τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς.
5 και αυτο τουτο δε σπουδην πασαν παρεισενεγκαντεσ επιχορηγησατε εν τη πιστει υμων την αρετην εν δε τη αρετη την γνωσιν
5 καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν,
6 εν δε τη γνωσει την εγκρατειαν εν δε τη εγκρατεια την υπομονην εν δε τη υπομονη την ευσεβειαν
6 ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν,
7 εν δε τη ευσεβεια την φιλαδελφιαν εν δε τη φιλαδελφια την αγαπην
7 ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην.
8 ταυτα γαρ υμιν υπαρχοντα και πλεοναζοντα ουκ αργουσ ουδε ακαρπουσ καθιστησιν εισ την του κυριου ημων ιησου χριστου επιγνωσιν
8 ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν·
9 ω γαρ μη παρεστιν ταυτα τυφλοσ εστιν μυωπαζων ληθην λαβων του καθαρισμου των παλαι αυτου αμαρτιων
9 ᾧ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι, μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν.
10 διο μαλλον αδελφοι σπουδασατε βεβαιαν υμων την κλησιν και εκλογην ποιεισθαι ταυτα γαρ ποιουντεσ ου μη πταισητε ποτε
10 διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε.
11 ουτωσ γαρ πλουσιωσ επιχορηγηθησεται υμιν η εισοδοσ εισ την αιωνιον βασιλειαν του κυριου ημων και σωτηροσ ιησου χριστου
11 οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ.
12 διο ουκ αμελησω αει υμασ υπομιμνησκειν περι τουτων καιπερ ειδοτασ και εστηριγμενουσ εν τη παρουση αληθεια
12 Διὸ οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς ὑπομιμνήσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ.
13 δικαιον δε ηγουμαι εφ οσον ειμι εν τουτω τω σκηνωματι διεγειρειν υμασ εν υπομνησει
13 δίκαιον δὲ ἡγοῦμαι, ἐφ᾽ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει,
14 ειδωσ οτι ταχινη εστιν η αποθεσισ του σκηνωματοσ μου καθωσ και ο κυριοσ ημων ιησουσ χριστοσ εδηλωσεν μοι
14 εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέ μοι.
15 σπουδασω δε και εκαστοτε εχειν υμασ μετα την εμην εξοδον την τουτων μνημην ποιεισθαι
15 σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι.
16 ου γαρ σεσοφισμενοισ μυθοισ εξακολουθησαντεσ εγνωρισαμεν υμιν την του κυριου ημων ιησου χριστου δυναμιν και παρουσιαν αλλ εποπται γενηθεντεσ τησ εκεινου μεγαλειοτητοσ
16 Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ᾽ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος.
17 λαβων γαρ παρα θεου πατροσ τιμην και δοξαν φωνησ ενεχθεισησ αυτω τοιασδε υπο τησ μεγαλοπρεπουσ δοξησ ουτοσ εστιν ο υιοσ μου ο αγαπητοσ εισ ον εγω ευδοκησα
17 λαβὼν γὰρ παρὰ Θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα, —
18 και ταυτην την φωνην ημεισ ηκουσαμεν εξ ουρανου ενεχθεισαν συν αυτω οντεσ εν τω ορει τω αγιω
18 καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν, σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ.
19 και εχομεν βεβαιοτερον τον προφητικον λογον ω καλωσ ποιειτε προσεχοντεσ ωσ λυχνω φαινοντι εν αυχμηρω τοπω εωσ ου ημερα διαυγαση και φωσφοροσ ανατειλη εν ταισ καρδιαισ υμων
19 καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν,
20 τουτο πρωτον γινωσκοντεσ οτι πασα προφητεια γραφησ ιδιασ επιλυσεωσ ου γινεται
20 τοῦτο πρῶτον γινώσκοντες, ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται.
21 ου γαρ θεληματι ανθρωπου ηνεχθη ποτε προφητεια αλλ υπο πνευματοσ αγιου φερομενοι ελαλησαν αγιοι θεου ανθρωποι
21 οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη ποτὲ προφητεία, ἀλλ᾽ ὑπὸ Πνεύματος Ἁγίου φερόμενοι ἐλάλησαν ἅγιοι Θεοῦ ἄνθρωποι.
Referencias cruzadas (20)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Tito 2:13; Romanos 3:21–26; Juan 12:26; Tito 1:4; 2 Corintios 4:13
  2. 2 2 Pedro 3:18; Filipenses 3:8; Juan 17:3; 1 Pedro 1:2; Isaías 53:11
  3. 3 1 Pedro 5:10; 2 Timoteo 1:9; Romanos 8:28–30; Salmo 84:11; 1 Corintios 3:21–23
  4. 4 Efesios 4:23–24; Ezequiel 36:25–27; 2 Corintios 3:18; Colosenses 3:10; Hebreos 12:10
  5. 5 Filipenses 4:8; Proverbios 4:23; 2 Pedro 3:18; Hebreos 6:11; 2 Pedro 1:2–3
  6. 6 Hebreos 10:36; Romanos 5:3–4; Lucas 21:19; 2 Pedro 1:3; Hebreos 12:1
  7. 7 Hebreos 13:1; Romanos 12:10; 1 Tesalonicenses 3:12; Colosenses 3:14; Juan 13:34–35
  8. 8 Juan 15:2; Tito 3:14; Hebreos 6:12; Colosenses 3:16; Filipenses 1:9
  9. 9 1 Juan 2:9–11; 2 Pedro 2:18–20; Tito 2:14; 1 Juan 1:7; Santiago 2:14–26
  10. 10 2 Pedro 3:17; Lucas 6:47–49; Hebreos 6:11; 1 Juan 3:19–21; Salmo 121:3
  11. 11 Apocalipsis 5:10; Mateo 25:34; Apocalipsis 3:21; Juan 10:10; Daniel 7:27
  12. 12 1 Juan 2:21; Romanos 15:14–15; Filipenses 3:1; Colosenses 2:7; Judas 5
  13. 13 2 Pedro 1:14; 2 Pedro 3:1; Hebreos 13:3; 2 Timoteo 1:6; 2 Corintios 5:8
  14. 14 2 Timoteo 4:6; Juan 21:18–19; Deuteronomio 31:14; Deuteronomio 4:21–22; Josué 23:14
  15. 15 Salmo 71:18; Deuteronomio 31:19–29; 2 Pedro 1:12; Josué 24:24–29; 1 Crónicas 29:1–20
  16. 16 1 Juan 4:14; Juan 1:14; 1 Timoteo 1:4; 1 Juan 1:1–3; 1 Corintios 2:4
  17. 17 Marcos 9:7; Mateo 17:5; Mateo 3:17; Lucas 3:22; Lucas 9:34–35
  18. 18 Mateo 17:6; Éxodo 3:5; Josué 5:15; Isaías 11:9; Génesis 28:16–17
  19. 19 Isaías 9:2; Apocalipsis 22:16; Salmo 119:105; Juan 5:39; Isaías 8:20
  20. 21 2 Timoteo 3:15–17; 2 Samuel 23:2; 1 Pedro 1:11; Lucas 1:70; Hechos 1:16

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 1:19 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LXXVI)

    The Apostle Peter says, "We have a more sure word of prophecy, whereunto ye do well that ye take heed, as unto a light in a dark place, until the day dawn, and the day-star arise in your hearts."

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Cita 1:4 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XXII)

    For thus we come to bear Christ in us, because His Body and Blood are distributed through our members; thus it is that, according to the blessed Peter, we become partakers of the divine nature.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  3. Cita 1:19 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter V — 19-40)

    Of this lamp the Apostle Peter says: "We have a more sure word of prophecy, to which ye do well giving heed, as unto a lamp shining in a dark place, until the day dawn, and the day-star arise in your hearts." Accordingly the prophets are lamps, and all prophecy one great lamp.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  4. Cita 1:17–19 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter VIII — 13, 14)

    "We have," saith the Apostle Peter, "a more sure word of prophecy, to which ye do well to give heed, as to a lamp in a dark place, until the day dawn, and the day-star arise in your hearts."

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)