Saltar al texto

Colosenses · Texto bizantino (Robinson-Pierpont 2018)

Colosenses 3 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 ει ουν συνηγερθητε τω χριστω τα ανω ζητειτε ου ο χριστοσ εστιν εν δεξια του θεου καθημενοσ
1 Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος,
2 τα ανω φρονειτε μη τα επι τησ γησ
2 τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.
3 απεθανετε γαρ και η ζωη υμων κεκρυπται συν τω χριστω εν τω θεω
3 ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ·
4 οταν ο χριστοσ φανερωθη η ζωη ημων τοτε και υμεισ συν αυτω φανερωθησεσθε εν δοξη
4 ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
5 νεκρωσατε ουν τα μελη υμων τα επι τησ γησ πορνειαν ακαθαρσιαν παθοσ επιθυμιαν κακην και την πλεονεξιαν ητισ εστιν ειδωλολατρεια
5 Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία,
6 δι α ερχεται η οργη του θεου επι τουσ υιουσ τησ απειθειασ
6 δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας,
7 εν οισ και υμεισ περιεπατησατε ποτε οτε εζητε εν αυτοισ
7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς·
8 νυνι δε αποθεσθε και υμεισ τα παντα οργην θυμον κακιαν βλασφημιαν αισχρολογιαν εκ του στοματοσ υμων
8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν·
9 μη ψευδεσθε εισ αλληλουσ απεκδυσαμενοι τον παλαιον ανθρωπον συν ταισ πραξεσιν αυτου
9 μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ
10 και ενδυσαμενοι τον νεον τον ανακαινουμενον εισ επιγνωσιν κατ εικονα του κτισαντοσ αυτον
10 καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν,
11 οπου ουκ ενι ελλην και ιουδαιοσ περιτομη και ακροβυστια βαρβαροσ σκυθησ δουλοσ ελευθεροσ αλλα τα παντα και εν πασιν χριστοσ
11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
12 ενδυσασθε ουν ωσ εκλεκτοι του θεου αγιοι και ηγαπημενοι σπλαγχνα οικτιρμου χρηστοτητα ταπεινοφροσυνην πραοτητα μακροθυμιαν
12 Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν,
13 ανεχομενοι αλληλων και χαριζομενοι εαυτοισ εαν τισ προσ τινα εχη μομφην καθωσ και ο χριστοσ εχαρισατο υμιν ουτωσ και υμεισ
13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς·
14 επι πασιν δε τουτοισ την αγαπην ητισ εστιν συνδεσμοσ τησ τελειοτητοσ
14 ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος.
15 και η ειρηνη του θεου βραβευετω εν ταισ καρδιαισ υμων εισ ην και εκληθητε εν ενι σωματι και ευχαριστοι γινεσθε
15 καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε·
16 ο λογοσ του χριστου ενοικειτω εν υμιν πλουσιωσ εν παση σοφια διδασκοντεσ και νουθετουντεσ εαυτουσ ψαλμοισ και υμνοισ και ωδαισ πνευματικαισ εν χαριτι αδοντεσ εν τη καρδια υμων τω κυριω
16 ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.
17 και παν ο τι αν ποιητε εν λογω η εν εργω παντα εν ονοματι κυριου ιησου ευχαριστουντεσ τω θεω και πατρι δι αυτου
17 καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ πατρὶ δι᾽ αὐτοῦ.
18 αι γυναικεσ υποτασσεσθε τοισ ιδιοισ ανδρασιν ωσ ανηκεν εν κυριω
18 Αἱ γυναῖκες ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ.
19 οι ανδρεσ αγαπατε τασ γυναικασ και μη πικραινεσθε προσ αυτασ
19 Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.
20 τα τεκνα υπακουετε τοισ γονευσιν κατα παντα τουτο γαρ εστιν ευαρεστον εν κυριω
20 Τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον τῷ Κυρίῳ.
21 οι πατερεσ μη ερεθιζετε τα τεκνα υμων ινα μη αθυμωσιν
21 Οἱ πατέρες μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν.
22 οι δουλοι υπακουετε κατα παντα τοισ κατα σαρκα κυριοισ μη εν οφθαλμοδουλειαισ ωσ ανθρωπαρεσκοι αλλ εν απλοτητι καρδιασ φοβουμενοι τον θεον
22 Οἱ δοῦλοι ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλίαις, ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Θεόν.
23 και παν ο τι εαν ποιητε εκ ψυχησ εργαζεσθε ωσ τω κυριω και ουκ ανθρωποισ
23 καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις,
24 ειδοτεσ οτι απο κυριου ληψεσθε την ανταποδοσιν τησ κληρονομιασ τω γαρ κυριω χριστω δουλευετε 1398 V-PAI-2P
24 εἰδότες ὅτι ἀπὸ Κυρίου ἀπολήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ γὰρ Κυρίῳ Χριστῷ δουλεύετε·
25 ο δε αδικων κομιειται ο ηδικησεν και ουκ εστιν προσωποληψια
25 ὁ δὲ ἀδικῶν κομιεῖται ὃ ἠδίκησε, καὶ οὐκ ἔστι προσωποληψία.
Referencias cruzadas (25)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Romanos 8:6; Mateo 6:33; 2 Corintios 4:18; Colosenses 3:2; Mateo 6:20
  2. 2 1 Juan 2:15–17; 1 Crónicas 22:19; Colosenses 3:1; Mateo 16:23; Romanos 8:4–6
  3. 3 Gálatas 2:20; Romanos 6:2; Colosenses 2:20; Juan 5:24; Romanos 8:2
  4. 4 Juan 11:25; 1 Juan 3:2; Gálatas 2:20; 1 Pedro 1:13; Filipenses 3:21
  5. 5 Romanos 8:13; Gálatas 5:19–21; Gálatas 5:24; 1 Pedro 2:11; Romanos 6:13
  6. 6 Efesios 5:6; Romanos 1:18; 1 Pedro 1:14; Ezequiel 16:45–46; Apocalipsis 22:15
  7. 7 Efesios 2:2; 1 Pedro 4:3–4; Romanos 6:19–20; Tito 3:3; 1 Corintios 6:11
  8. 8 Efesios 4:29; Efesios 4:22; Santiago 1:20–21; Efesios 5:4; Colosenses 3:5
  9. 9 Efesios 4:22; Efesios 4:25; Levítico 19:11; Romanos 6:6; Juan 8:44
  10. 10 Efesios 4:23–24; Romanos 12:2; Colosenses 3:12; Efesios 2:10; 2 Corintios 5:17
  11. 11 Gálatas 3:28–29; 1 Corintios 12:13; Romanos 10:12; Efesios 3:6; Efesios 1:23
  12. 12 Efesios 4:32; Efesios 4:2; 1 Juan 4:19; 2 Pedro 1:5–8; Gálatas 5:22–23
  13. 13 Efesios 4:32; Marcos 11:25; Santiago 2:13; Efesios 4:2; Mateo 6:14–15
  14. 14 1 Pedro 4:8; Efesios 5:2; 1 Corintios 13:1–13; Colosenses 2:2; Juan 13:34
  15. 15 Juan 14:27; Filipenses 4:6–7; Isaías 26:3; Romanos 15:13; Salmo 29:11
  16. 16 Salmo 119:11; Efesios 5:19; Juan 15:7; Romanos 10:17; Jeremías 15:16
  17. 17 1 Corintios 10:31; Colosenses 3:23; Proverbios 3:6; Efesios 5:20; 1 Tesalonicenses 5:18
  18. 18 Efesios 5:22–6:9; Tito 2:4–5; 1 Corintios 11:3; 1 Pedro 3:1–6; Génesis 3:16
  19. 19 1 Pedro 3:7; Génesis 2:23–24; Efesios 5:25; Colosenses 3:21; Efesios 5:28–29
  20. 20 Éxodo 20:12; Efesios 6:1–3; Proverbios 6:20; Mateo 19:19; Mateo 15:4–6
  21. 21 Proverbios 4:1–4; Efesios 6:4; Salmo 103:13; Proverbios 3:12; 1 Tesalonicenses 2:11
  22. 22 Efesios 6:5–7; Gálatas 1:10; 1 Timoteo 6:1–2; 1 Pedro 2:18–19; Tito 2:9–10
  23. 23 Colosenses 3:17; Efesios 6:6–7; Romanos 14:8; 2 Crónicas 31:21; Eclesiastés 9:10
  24. 24 Efesios 6:8; Hechos 20:32; Gálatas 1:10; Lucas 14:14; 1 Corintios 7:22
  25. 25 Hechos 10:34; Romanos 2:11; 2 Corintios 5:10; Deuteronomio 10:17; Efesios 6:9

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 3:5 John Chrysostom, Homilies on Colossians (Homily VIII)

    I know that many are offended by the foregoing discourse, but what can I do? ye heard what the Master enjoined. Am I to blame? what shall I do? See ye not the creditors, when debtors are obstinate, how they wear collars? Heard ye what Paul proclaimed today?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 13 (1889)

  2. Cita 3:5 Irenaeus of Lyons, Against Heresies (Book V, Preface)

    … of the flesh, and receiving the Holy Spirit; as the apostle says in the Epistle to the Colossians: "Mortify, therefore, your members which are upon the earth." And what these are he himself explains: "Fornication, uncleanness, inordinate affection, evil concupiscence; and covetousness, which is idolatry." The laying aside of these is what the apostle preaches; and he declares that those …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 3:10 Augustine of Hippo, Confessions (Book VI)

    But so soon as I understood, withal, that man made "after the image of Him that created him" was not so understood by Thy spiritual sons (whom of the Catholic mother Thou hadst begotten again through grace), as though they believed and imagined Thee to be bounded by human form,--although what was the nature of a spiritual substance I had …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Cita 3:3 John Chrysostom, Homilies on Romans (Homily XIV)

    As also in another place he said in clearer words, "Our life is hid with Christ in God." Be then of a good heart about it.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  5. Cita 3:10 Cyril of Jerusalem, Catechetical Lectures (First Catechetical Lecture)

    Put off, by confession, the old man, which waxeth corrupt after the lusts of deceit, that ye may put on the new man, which is renewed according to knowledge of Him that created him.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)