Saltar al texto

Hechos · Texto bizantino (Robinson-Pierpont 2018)

Hechos 13 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 ησαν δε τινεσ εν αντιοχεια κατα την ουσαν εκκλησιαν προφηται και διδασκαλοι ο τε βαρναβασ και συμεων ο καλουμενοσ νιγερ και λουκιοσ ο κυρηναιοσ μαναην τε ηρωδου του τετραρχου συντροφοσ και σαυλοσ
1 Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ ἐπικαλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος καὶ Σαῦλος.
2 λειτουργουντων δε αυτων τω κυριω και νηστευοντων ειπεν το πνευμα το αγιον αφορισατε δη μοι τον βαρναβαν και τον σαυλον εισ το εργον ο προσκεκλημαι αυτουσ
2 λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον· ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.
3 τοτε νηστευσαντεσ και προσευξαμενοι και επιθεντεσ τασ χειρασ αυτοισ απελυσαν
3 τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες αὐτοῖς τὰς χεῖρας ἀπέλυσαν.
4 ουτοι μεν ουν εκπεμφθεντεσ υπο του πνευματοσ του αγιου κατηλθον εισ την σελευκειαν εκειθεν δε απεπλευσαν εισ την κυπρον
4 Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον,
5 και γενομενοι εν σαλαμινι κατηγγελλον τον λογον του θεου εν ταισ συναγωγαισ των ιουδαιων ειχον δε και ιωαννην υπηρετην
5 καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.
6 διελθοντεσ δε την νησον αχρι παφου ευρον τινα μαγον ψευδοπροφητην ιουδαιον ω ονομα βαριησουσ
6 Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου εὗρόν τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦς,
7 οσ ην συν τω ανθυπατω σεργιω παυλω ανδρι συνετω ουτοσ προσκαλεσαμενοσ βαρναβαν και σαυλον επεζητησεν ακουσαι τον λογον του θεου
7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ·
8 ανθιστατο δε αυτοισ ελυμασ ο μαγοσ ουτωσ γαρ μεθερμηνευεται το ονομα αυτου ζητων διαστρεψαι τον ανθυπατον απο τησ πιστεωσ
8 ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος — οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ — ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.
9 σαυλοσ δε ο και παυλοσ πλησθεισ πνευματοσ αγιου και ατενισασ εισ αυτον
9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου καὶ ἀτενίσας πρὸς αὐτὸν
10 ειπεν ω πληρησ παντοσ δολου και πασησ ραδιουργιασ υιε διαβολου εχθρε πασησ δικαιοσυνησ ου παυση διαστρεφων τασ οδουσ κυριου τασ ευθειασ
10 εἶπεν· ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας;
11 και νυν ιδου χειρ κυριου επι σε και εση τυφλοσ μη βλεπων τον ηλιον αχρι καιρου παραχρημα δε επεπεσεν επ αυτον αχλυσ και σκοτοσ και περιαγων εζητει χειραγωγουσ
11 καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα δὲ ἔπεσεν ἐπ᾽ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.
12 τοτε ιδων ο ανθυπατοσ το γεγονοσ επιστευσεν εκπλησσομενοσ επι τη διδαχη του κυριου
12 τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.
13 αναχθεντεσ δε απο τησ παφου οι περι τον παυλον ηλθον εισ περγην τησ παμφυλιασ ιωαννησ δε αποχωρησασ απ αυτων υπεστρεψεν εισ ιεροσολυμα
13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾽ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.
14 αυτοι δε διελθοντεσ απο τησ περγησ παρεγενοντο εισ αντιοχειαν τησ πισιδιασ και εισελθοντεσ εισ την συναγωγην τη ημερα των σαββατων εκαθισαν
14 Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν.
15 μετα δε την αναγνωσιν του νομου και των προφητων απεστειλαν οι αρχισυναγωγοι προσ αυτουσ λεγοντεσ ανδρεσ αδελφοι ει εστιν λογοσ εν υμιν παρακλησεωσ προσ τον λαον λεγετε
15 μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· ἄνδρες ἀδελφοί, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
16 αναστασ δε παυλοσ και κατασεισασ τη χειρι ειπεν ανδρεσ ισραηλιται και οι φοβουμενοι τον θεον ακουσατε
16 ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε.
17 ο θεοσ του λαου τουτου εξελεξατο τουσ πατερασ ημων και τον λαον υψωσεν εν τη παροικια εν γη αιγυπτω και μετα βραχιονοσ υψηλου εξηγαγεν αυτουσ εξ αυτησ
17 ὁ Θεὸς τοῦ λαοῦ τούτου [Ἰσραὴλ] ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς,
18 και ωσ τεσσαρακονταετη χρονον ετροποφορησεν αυτουσ εν τη ερημω
18 καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ,
19 και καθελων εθνη επτα εν γη χανααν κατεκληρονομησεν αυτοισ την γην αυτων
19 καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐτῶν.
20 και μετα ταυτα ωσ ετεσιν τετρακοσιοισ και πεντηκοντα εδωκεν κριτασ εωσ σαμουηλ του προφητου
20 καὶ μετὰ ταῦτα ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου.
21 κακειθεν ητησαντο βασιλεα και εδωκεν αυτοισ ο θεοσ τον σαουλ υιον κισ ανδρα εκ φυλησ βενιαμιν ετη τεσσαρακοντα
21 κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα·
22 και μεταστησασ αυτον ηγειρεν αυτοισ τον δαυιδ εισ βασιλεα ω και ειπεν μαρτυρησασ ευρον δαυιδ τον του ιεσσαι ανδρα κατα την καρδιαν μου οσ ποιησει παντα τα θεληματα μου
22 καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν Δαυῒδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας· εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.
23 τουτου ο θεοσ απο του σπερματοσ κατ επαγγελιαν ηγαγεν τω ισραηλ σωτηριαν
23 τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾽ ἐπαγγελίαν ἤγαγε τῷ Ἰσραὴλ σωτηρίαν,
24 προκηρυξαντοσ ιωαννου προ προσωπου τησ εισοδου αυτου βαπτισμα μετανοιασ τω ισραηλ
24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.
25 ωσ δε επληρου ο ιωαννησ τον δρομον ελεγεν τινα με υπονοειτε ειναι ουκ ειμι εγω αλλ ιδου ερχεται μετ εμε ου ουκ ειμι αξιοσ το υποδημα των ποδων λυσαι
25 ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον, ἔλεγε· τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ, ἀλλ᾽ ἰδοὺ ἔρχεται μετ᾽ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
26 ανδρεσ αδελφοι υιοι γενουσ αβρααμ και οι εν υμιν φοβουμενοι τον θεον υμιν ο λογοσ τησ σωτηριασ ταυτησ απεσταλη
26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη.
27 οι γαρ κατοικουντεσ εν ιερουσαλημ και οι αρχοντεσ αυτων τουτον αγνοησαντεσ και τασ φωνασ των προφητων τασ κατα παν σαββατον αναγινωσκομενασ κριναντεσ επληρωσαν
27 οἱ γὰρ κατοικοῦντες [ἐν] Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν,
28 και μηδεμιαν αιτιαν θανατου ευροντεσ ητησαντο πιλατον αναιρεθηναι αυτον
28 καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν.
29 ωσ δε ετελεσαν παντα τα περι αυτου γεγραμμενα καθελοντεσ απο του ξυλου εθηκαν εισ μνημειον
29 ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον.
30 ο δε θεοσ ηγειρεν αυτον εκ νεκρων
30 ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·
31 οσ ωφθη επι ημερασ πλειουσ τοισ συναναβασιν αυτω απο τησ γαλιλαιασ εισ ιερουσαλημ οιτινεσ εισιν μαρτυρεσ αυτου προσ τον λαον
31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
32 και ημεισ υμασ ευαγγελιζομεθα την προσ τουσ πατερασ επαγγελιαν γενομενην οτι ταυτην ο θεοσ εκπεπληρωκεν τοισ τεκνοισ αυτων ημιν αναστησασ ιησουν
32 καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν, ἡμῖν, ἀναστήσας Ἰησοῦν,
33 ωσ και εν τω ψαλμω τω δευτερω γεγραπται υιοσ μου ει συ εγω σημερον γεγεννηκα σε
33 ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
34 οτι δε ανεστησεν αυτον εκ νεκρων μηκετι μελλοντα υποστρεφειν εισ διαφθοραν ουτωσ ειρηκεν οτι δωσω υμιν τα οσια δαυιδ τα πιστα
34 ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν, ὅτι δώσω ὑμῖν τὰ ὅσια Δαυῒδ τὰ πιστά.
35 διο και εν ετερω λεγει ου δωσεισ τον οσιον σου ιδειν διαφθοραν
35 διὸ καὶ ἐν ἑτέρῳ λέγει· οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
36 δαυιδ μεν γαρ ιδια γενεα υπηρετησασ τη του θεου βουλη εκοιμηθη και προσετεθη προσ τουσ πατερασ αυτου και ειδεν διαφθοραν
36 Δαυῒδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδε διαφθοράν·
37 ον δε ο θεοσ ηγειρεν ουκ ειδεν διαφθοραν
37 ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν.
38 γνωστον ουν εστω υμιν ανδρεσ αδελφοι οτι δια τουτου υμιν αφεσισ αμαρτιων καταγγελλεται
38 γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται,
39 και απο παντων ων ουκ ηδυνηθητε εν τω νομω μωυσεωσ δικαιωθηναι εν τουτω πασ ο πιστευων δικαιουται
39 καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.
40 βλεπετε ουν μη επελθη εφ υμασ το ειρημενον εν τοισ προφηταισ
40 βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ᾽ ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις·
41 ιδετε οι καταφρονηται και θαυμασατε και αφανισθητε οτι εργον εγω εργαζομαι εν ταισ ημεραισ υμων ο ου μη πιστευσητε εαν τισ εκδιηγηται υμιν
41 ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, [ἔργον] ᾧ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
42 εξιοντων δε εκ τησ συναγωγησ των ιουδαιων παρεκαλουν τα εθνη εισ το μεταξυ σαββατον λαληθηναι αυτοισ τα ρηματα
42 Ἐξιόντων δὲ αὐτῶν ἐκ τῆς συναγωγῆς [τῶν Ἰουδαίων] παρεκάλουν τὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα.
43 λυθεισησ δε τησ συναγωγησ ηκολουθησαν πολλοι των ιουδαιων και των σεβομενων προσηλυτων τω παυλω και τω βαρναβα οιτινεσ προσλαλουντεσ επειθον αυτουσ επιμενειν τη χαριτι του θεου
43 λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ Θεοῦ.
44 τω τε ερχομενω σαββατω σχεδον πασα η πολισ συνηχθη ακουσαι τον λογον του θεου
44 Τῷ τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.
45 ιδοντεσ δε οι ιουδαιοι τουσ οχλουσ επλησθησαν ζηλου και αντελεγον τοισ υπο του παυλου λεγομενοισ αντιλεγοντεσ και βλασφημουντεσ
45 ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις ἀντιλέγοντες καὶ βλασφημοῦντες.
46 παρρησιασαμενοι δε ο παυλοσ και ο βαρναβασ ειπον υμιν ην αναγκαιον πρωτον λαληθηναι τον λογον του θεου επειδη δε απωθεισθε αυτον και ουκ αξιουσ κρινετε εαυτουσ τησ αιωνιου ζωησ ιδου στρεφομεθα εισ τα εθνη
46 παρρησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον· ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.
47 ουτωσ γαρ εντεταλται ημιν ο κυριοσ τεθεικα σε εισ φωσ εθνων του ειναι σε εισ σωτηριαν εωσ εσχατου τησ γησ
47 οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
48 ακουοντα δε τα εθνη εχαιρεν και εδοξαζον τον λογον του κυριου και επιστευσαν οσοι ησαν τεταγμενοι εισ ζωην αιωνιον
48 ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδέξαντο τὸν λόγον τοῦ Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον·
49 διεφερετο δε ο λογοσ του κυριου δι ολησ τησ χωρασ
49 διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι᾽ ὅλης τῆς χώρας.
50 οι δε ιουδαιοι παρωτρυναν τασ σεβομενασ γυναικασ και τασ ευσχημονασ και τουσ πρωτουσ τησ πολεωσ και επηγειραν διωγμον επι τον παυλον και τον βαρναβαν και εξεβαλον αυτουσ απο των οριων αυτων
50 οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ τὸν Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
51 οι δε εκτιναξαμενοι τον κονιορτον των ποδων αυτων επ αυτουσ ηλθον εισ ικονιον
51 οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν αὐτῶν ἐπ᾽ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον.
52 οι δε μαθηται επληρουντο χαρασ και πνευματοσ αγιου
52 οἱ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Bar-Jesus

    Jewish sorcerer and false prophet

    A Jewish sorcerer at Paphos, also called Elymas, who opposed Barnabas and Saul and was struck blind.

    Citado en la guía: Acts 13:6; Acts 13:8

  • Lucius

    Prophet and teacher at Antioch

    A man from Cyrene listed among the prophets and teachers at Antioch.

    Citado en la guía: Acts 13:1

  • Manaen

    Prophet and teacher at Antioch

    A prophet and teacher at Antioch who had been brought up with Herod the tetrarch.

    Citado en la guía: Acts 13:1

  • Paul

    Apostle to the Gentiles

    Formerly Saul of Tarsus, a Pharisee who persecuted the church until the risen Jesus met him on the road to Damascus; he became the apostle to the Gentiles and wrote many of the…

    Citado en la guía: Acts 7:58; Acts 9:1; Acts 13:9

  • Sergius Paulus

    Roman proconsul of Cyprus

    An intelligent proconsul at Paphos who sought to hear the word of God and believed after Elymas was blinded.

    Citado en la guía: Acts 13:7

  • Simeon

    Prophet and teacher at Antioch

    Called Niger, one of the prophets and teachers in the church at Antioch when the Holy Spirit set apart Barnabas and Saul.

    Citado en la guía: Acts 13:1

Lugares

Referencias cruzadas (52)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Hechos 4:36; Hechos 15:35; Hechos 11:22–27; Gálatas 2:9; Hechos 13:9
  2. 2 Gálatas 1:15; Hechos 9:15; 1 Corintios 12:11; Romanos 1:1; 2 Timoteo 1:11
  3. 3 Hechos 6:6; Hechos 14:26; 2 Timoteo 2:2; Hechos 14:23; 1 Timoteo 4:14
  4. 4 Hechos 4:36; Hechos 13:2; Hechos 11:19; Hechos 20:23; Hechos 27:4
  5. 5 Hechos 13:14; Hechos 13:46; Hechos 9:20; Hechos 17:17; Hechos 12:12
  6. 6 Mateo 7:15; 1 Juan 4:1; Marcos 10:46; 2 Corintios 11:13; Éxodo 22:18
  7. 7 Hechos 13:12; Hechos 19:38; Hechos 18:12; Proverbios 18:15; Hechos 13:8
  8. 8 2 Timoteo 3:8; 2 Timoteo 4:14–15; Hechos 13:6–7; Hechos 13:12; Hechos 9:36
  9. 9 Miqueas 3:8; Hechos 4:8; Hechos 2:4; Hechos 7:55; Marcos 3:5
  10. 10 Juan 8:44; 2 Corintios 11:3; Mateo 13:38; Gálatas 1:7; Oseas 14:9
  11. 11 Éxodo 9:3; Salmo 32:4; 1 Samuel 5:11; Hebreos 10:31; Job 19:21
  12. 12 2 Corintios 10:4–5; Hechos 13:7; Lucas 4:22; Hechos 13:49; Hechos 19:7
  13. 13 Hechos 15:38; Hechos 13:5–6; Hechos 12:12; Hechos 2:10; Hechos 27:5
  14. 14 Hechos 16:13; Hechos 17:2; Hechos 14:19; Hechos 13:5; Hechos 18:4
  15. 15 Hebreos 13:22; Hechos 15:21; Marcos 5:22; Romanos 12:8; Lucas 4:16–18
  16. 16 Hechos 12:17; Hechos 13:26; Hechos 10:2; Salmo 49:1–3; Salmo 67:7
  17. 17 Deuteronomio 7:6–8; Isaías 63:9–14; 1 Pedro 2:9; Miqueas 6:4; Salmo 135:4
  18. 18 Hechos 7:36; Números 14:22; Éxodo 16:2; Números 14:33–34; Deuteronomio 9:21–24
  19. 19 Deuteronomio 7:1; Salmo 78:55; Hechos 7:45; Josué 19:51; Josué 14:1
  20. 20 Jueces 2:16; 1 Samuel 3:20; Rut 1:1; 1 Samuel 12:11; Jueces 3:10
  21. 21 1 Samuel 10:1; 1 Samuel 15:1; 1 Samuel 10:21–26; 1 Samuel 11:15; 1 Samuel 8:5–9:2
  22. 22 1 Samuel 13:13–14; 1 Reyes 15:5; 1 Samuel 16:13; Salmo 78:70–72; 1 Samuel 16:1
  23. 23 Mateo 1:1; Salmo 132:11; Apocalipsis 22:16; Judas 25; Tito 3:3–6
  24. 24 Hechos 1:22; Mateo 3:1–11; Hechos 19:3–4; Marcos 1:2–8; Lucas 3:2–20
  25. 25 Mateo 3:11; Marcos 1:7; Juan 1:26–27; Juan 1:20–23; Hechos 20:24
  26. 26 Lucas 1:69; Lucas 1:77; Efesios 1:13; Romanos 1:16; Isaías 46:13
  27. 27 Hechos 3:17; Romanos 11:25; Hechos 15:21; Lucas 24:20; Hechos 26:22–23
  28. 28 Lucas 23:21–25; Mateo 27:22–25; Juan 19:4; Lucas 23:14–16; Juan 18:38
  29. 29 Lucas 23:53; Juan 19:30; Juan 19:28; Marcos 15:45–46; Mateo 27:57–60
  30. 30 Hechos 2:24; Hechos 17:31; Mateo 28:6; Hechos 4:10; Hechos 5:30–31
  31. 31 Lucas 24:48; Hechos 1:3; Hechos 1:8; 1 Corintios 15:5–7; Mateo 28:16
  32. 32 Romanos 4:13; Hechos 26:6; Ezequiel 34:23; Romanos 9:4; Jeremías 23:5
  33. 33 Salmo 2:7; Hebreos 5:5; Hebreos 1:5–6
  34. 34 Isaías 55:3; Salmo 89:2–4; Romanos 6:9; Salmo 89:19–37; Ezequiel 34:23–24
  35. 35 Salmo 16:10; Hechos 2:27–31; Hechos 13:36–37; Juan 8:51; Lucas 2:26
  36. 36 Hechos 2:29; 1 Reyes 2:10; 2 Samuel 7:12; Hechos 13:22; 1 Crónicas 18:14
  37. 37 Hechos 13:30; Hechos 2:24
  38. 38 Lucas 24:47; 1 Juan 2:12; 2 Corintios 5:18–21; Colosenses 1:14; Hechos 5:31
  39. 39 Gálatas 2:16; Romanos 10:4; Hebreos 7:19; Romanos 8:3; Romanos 10:10
  40. 40 Malaquías 4:1; Habacuc 1:5; Hebreos 3:12; Hebreos 12:25; Malaquías 3:2
  41. 41 Habacuc 1:5; 1 Pedro 4:17; Romanos 11:7–14; Isaías 28:14–22; Colosenses 1:26–27
  42. 42 Hechos 28:28; Mateo 19:30; Ezequiel 3:6; Mateo 11:21; Hechos 10:33
  43. 43 Hechos 11:23; Hechos 14:22; Hebreos 12:15; Hebreos 13:9; 2 Juan 9
  44. 44 Isaías 11:10; Génesis 49:10; Isaías 60:8; Salmo 110:3
  45. 45 Judas 10; Hechos 18:6; Hechos 19:9; 1 Tesalonicenses 2:16; Hechos 5:17
  46. 46 Hechos 28:28; Mateo 21:43; Hechos 18:5–6; Hechos 26:20; Hechos 3:26
  47. 47 Isaías 49:6; Isaías 42:6; Lucas 2:32; Isaías 45:22; Zacarías 8:20–23
  48. 48 Romanos 8:29–30; Efesios 1:4; Romanos 11:7; Juan 10:26–27; Juan 10:16
  49. 49 Hechos 12:24; Filipenses 1:13–14; Hechos 19:10; Hechos 19:26; Hechos 9:42
  50. 50 Hechos 14:2; Hechos 13:45; Hechos 14:19; Hechos 17:13; Hechos 21:27
  51. 51 Mateo 10:14; Lucas 9:5; Hechos 18:6; Marcos 6:11; Hechos 14:21
  52. 52 Romanos 15:13; 1 Tesalonicenses 1:6; Hechos 4:31; Romanos 5:3; Gálatas 5:22

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 13:4 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XXVIII)

    As soon as they were ordained they went forth, and hasted to Cyprus, that being a place where was no ill-design hatching against them, and where moreover the Word had been sown already. In Antioch there were (teachers) enough, and Phoenice too was near to Palestine; but Cyprus not so.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Cita 13:46 Augustine of Hippo, The City of God (Book XVII, Chapters 12–13)

    For to the enemies of Christ who are reproached with this, that Christ hath left them, turning to the Gentiles, this speech is incongruously assigned, "Remember, Lord, the reproach of Thy servants," for such Jews are not to be styled the servants of God; but these words fit those who, if they suffered great humiliations through persecution for the name …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Cita 13:22 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily III)

    Wherefore also God said, "I have found David, the son of Jesse, a man after mine own heart." Such a spirit as this let us too acquire, and whatever we may suffer we shall bear it easily, and before the Kingdom, we shall reap here the gain accruing from lowliness of mind.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 13:2 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XVI)

    Ezekiel also speaks thus, The Spirit of the Lord came upon me, and said unto me, Thus saith the Lord. And again, The Holy Ghost said, unto the Apostles who were in Antioch, Separate me now Barnabas and Saul for the work whereunto I have called them.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Cita 13:2 Basil of Caesarea, On the Holy Spirit (Chapter XIX)

    "Separate me Barnabas and Saul for the work whereunto I have called them." Does a slave speak thus?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)