Saltar al texto

Hechos · Texto bizantino (Robinson-Pierpont 2018)

Hechos 14 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 εγενετο δε εν ικονιω κατα το αυτο εισελθειν αυτουσ εισ την συναγωγην των ιουδαιων και λαλησαι ουτωσ ωστε πιστευσαι ιουδαιων τε και ελληνων πολυ πληθοσ
1 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
2 οι δε απειθουντεσ ιουδαιοι επηγειραν και εκακωσαν τασ ψυχασ των εθνων κατα των αδελφων
2 οἱ δὲ ἀπειθοῦντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
3 ικανον μεν ουν χρονον διετριψαν παρρησιαζομενοι επι τω κυριω τω μαρτυρουντι τω λογω τησ χαριτοσ αυτου διδοντι σημεια και τερατα γινεσθαι δια των χειρων αυτων
3 ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
4 εσχισθη δε το πληθοσ τησ πολεωσ και οι μεν ησαν συν τοισ ιουδαιοισ οι δε συν τοισ αποστολοισ
4 ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
5 ωσ δε εγενετο ορμη των εθνων τε και ιουδαιων συν τοισ αρχουσιν αυτων υβρισαι και λιθοβολησαι αυτουσ
5 ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,
6 συνιδοντεσ κατεφυγον εισ τασ πολεισ τησ λυκαονιασ λυστραν και δερβην και την περιχωρον
6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον,
7 κακει ησαν ευαγγελιζομενοι
7 κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι.
8 και τισ ανηρ εν λυστροισ αδυνατοσ τοισ ποσιν εκαθητο χωλοσ εκ κοιλιασ μητροσ αυτου υπαρχων οσ ουδεποτε περιπεπατηκει
8 Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ὃς οὐδέποτε περιπεπατήκει.
9 ουτοσ ηκουσεν του παυλου λαλουντοσ οσ ατενισασ αυτω και ιδων οτι πιστιν εχει του σωθηναι
9 οὗτος ἤκουσε τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι,
10 ειπεν μεγαλη τη φωνη αναστηθι επι τουσ ποδασ σου ορθωσ και ηλλετο και περιεπατει
10 εἶπε μεγάλῃ τῇ φωνῇ· ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. καὶ ἥλατο καὶ περιεπάτει.
11 οι δε οχλοι ιδοντεσ ο εποιησεν ο παυλοσ επηραν την φωνην αυτων λυκαονιστι λεγοντεσ οι θεοι ομοιωθεντεσ ανθρωποισ κατεβησαν προσ ημασ
11 οἱ δὲ ὄχλοι ἰδόντες ὃ ἐποίησεν ὁ Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς·
12 εκαλουν τε τον μεν βαρναβαν δια τον δε παυλον ερμην επειδη αυτοσ ην ο ηγουμενοσ του λογου
12 ἐκάλουν τε τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
13 ο δε ιερευσ του διοσ του οντοσ προ τησ πολεωσ αυτων ταυρουσ και στεμματα επι τουσ πυλωνασ ενεγκασ συν τοισ οχλοισ ηθελεν θυειν
13 ὁ δὲ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε θύειν.
14 ακουσαντεσ δε οι αποστολοι βαρναβασ και παυλοσ διαρρηξαντεσ τα ιματια αυτων εισεπηδησαν εισ τον οχλον κραζοντεσ
14 ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν εἰσεπήδησαν εἰς τὸν ὄχλον κράζοντες
15 και λεγοντεσ ανδρεσ τι ταυτα ποιειτε και ημεισ ομοιοπαθεισ εσμεν υμιν ανθρωποι ευαγγελιζομενοι υμασ απο τουτων των ματαιων επιστρεφειν επι τον θεον τον ζωντα οσ εποιησεν τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοισ
15 καὶ λέγοντες· ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
16 οσ εν ταισ παρωχημεναισ γενεαισ ειασεν παντα τα εθνη πορευεσθαι ταισ οδοισ αυτων
16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν·
17 καιτοιγε ουκ αμαρτυρον εαυτον αφηκεν αγαθοποιων ουρανοθεν υμιν υετουσ διδουσ και καιρουσ καρποφορουσ εμπιπλων τροφησ και ευφροσυνησ τασ καρδιασ ημων
17 καίτοι γε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθοποιῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν.
18 και ταυτα λεγοντεσ μολισ κατεπαυσαν τουσ οχλουσ του μη θυειν αυτοισ
18 καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
19 επηλθον δε απο αντιοχειασ και ικονιου ιουδαιοι και πεισαντεσ τουσ οχλουσ και λιθασαντεσ τον παυλον εσυρον εξω τησ πολεωσ νομισαντεσ αυτον τεθναναι
19 Ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυραν ἔξω τῆς πόλεως, νομίσαντες αὐτὸν τεθνάναι.
20 κυκλωσαντων δε αυτον των μαθητων αναστασ εισηλθεν εισ την πολιν και τη επαυριον εξηλθεν συν τω βαρναβα εισ δερβην
20 κυκλωσάντων δὲ αὐτὸν τῶν μαθητῶν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην.
21 ευαγγελισαμενοι τε την πολιν εκεινην και μαθητευσαντεσ ικανουσ υπεστρεψαν εισ την λυστραν και ικονιον και αντιοχειαν
21 εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν,
22 επιστηριζοντεσ τασ ψυχασ των μαθητων παρακαλουντεσ εμμενειν τη πιστει και οτι δια πολλων θλιψεων δει ημασ εισελθειν εισ την βασιλειαν του θεου
22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
23 χειροτονησαντεσ δε αυτοισ πρεσβυτερουσ κατ εκκλησιαν προσευξαμενοι μετα νηστειων παρεθεντο αυτουσ τω κυριω εισ ον πεπιστευκεισαν
23 χειροτονήσαντες δὲ αὐτοῖς πρεσβυτέρους κατ᾽ ἐκκλησίαν [καὶ] προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ Κυρίῳ, εἰς ὃν πεπιστεύκασι.
24 και διελθοντεσ την πισιδιαν ηλθον εισ παμφυλιαν
24 καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς Παμφυλίαν,
25 και λαλησαντεσ εν περγη τον λογον κατεβησαν εισ ατταλειαν
25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν,
26 κακειθεν απεπλευσαν εισ αντιοχειαν οθεν ησαν παραδεδομενοι τη χαριτι του θεου εισ το εργον ο επληρωσαν
26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.
27 παραγενομενοι δε και συναγαγοντεσ την εκκλησιαν ανηγγειλαν οσα εποιησεν ο θεοσ μετ αυτων και οτι ηνοιξεν τοισ εθνεσιν θυραν πιστεωσ
27 Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγειλαν ὅσα ἐποίησεν ὁ Θεὸς μετ᾽ αὐτῶν, καὶ ὅτι ἤνοιξε τοῖς ἔθνεσι θύραν πίστεως.
28 διετριβον δε εκει χρονον ουκ ολιγον συν τοισ μαθηταισ
28 διέτριβον δὲ ἐκεῖ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Lugares

Referencias cruzadas (27)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Hechos 18:4; Hechos 13:51; Hechos 13:46; Hechos 14:21; Romanos 1:16
  2. 2 Hechos 13:50; Hechos 14:19; Hechos 13:45; Hechos 17:5; Hechos 21:27–30
  3. 3 Hebreos 2:4; Efesios 6:18–20; Hechos 20:32; Hechos 20:24; Romanos 1:16
  4. 4 Hechos 28:24; Hechos 14:14; Hechos 17:4–5; Hechos 19:9; Lucas 11:21–23
  5. 5 Hechos 14:19; 2 Timoteo 3:11; Hechos 17:5; Hechos 4:25–29; Mateo 5:44
  6. 6 Hechos 14:20–21; 2 Timoteo 3:11; Mateo 10:23; Hechos 17:13–14; Hechos 16:1–2
  7. 7 Hechos 14:21; Hechos 14:15; 2 Timoteo 4:2; 1 Tesalonicenses 2:2; Hechos 16:10
  8. 8 Hechos 3:2; Juan 5:7; Juan 5:3–5; Juan 9:1–2; Hechos 4:9
  9. 9 Mateo 15:28; Hechos 3:4; Mateo 9:28–29; Marcos 2:11–12; Marcos 10:52
  10. 10 Isaías 35:6; Juan 14:12; Juan 5:8–9; Hechos 9:33–34; Hechos 3:6–8
  11. 11 Hechos 28:6; Hechos 8:10; Hechos 12:22
  12. 12 Hechos 19:35
  13. 13 Daniel 2:46; Hechos 10:25
  14. 14 Mateo 26:65; Jeremías 36:24; Esdras 9:3–5; 2 Reyes 5:7; 2 Reyes 18:37–19:2
  15. 15 1 Samuel 12:21; Salmo 146:5–6; 1 Corintios 8:4; Hechos 10:26; Santiago 5:17
  16. 16 Hechos 17:30; Salmo 81:12; Salmo 147:20; Romanos 1:28; Miqueas 4:5
  17. 17 Romanos 1:19–20; Joel 2:23; Job 5:10; Deuteronomio 11:14; Isaías 5:6
  18. 18 Jeremías 44:16–17; Génesis 11:6; Éxodo 32:21–23; Juan 6:15; Génesis 19:9
  19. 19 2 Corintios 11:25; 2 Timoteo 3:11; Hechos 13:50–51; Hechos 13:45; Hechos 14:5
  20. 20 2 Corintios 1:9–10; 2 Corintios 6:9; Hechos 14:6; Hechos 20:1; Hechos 16:40
  21. 21 Hechos 13:51; Hechos 14:19; Hechos 14:1; Mateo 28:19; Hechos 13:14
  22. 22 1 Pedro 5:10; 2 Timoteo 3:12; Juan 16:33; 1 Tesalonicenses 3:2–4; Romanos 8:17
  23. 23 Tito 1:5; Hechos 11:30; Santiago 5:14; 2 Timoteo 2:2; Hechos 20:32
  24. 24 Hechos 13:13–14; Hechos 15:38
  25. 26 Hechos 15:40; Hechos 11:19; Colosenses 1:28; Romanos 15:19; Colosenses 4:17
  26. 27 1 Corintios 16:9; Hechos 15:12; Colosenses 4:3; 2 Corintios 2:12; 1 Corintios 5:4
  27. 28 Hechos 11:26; Hechos 15:35

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 14:14 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XXXI)

    Mark the vehemence with which all this is done by the Apostles: "rent their clothes, ran in, cried out," all from strong affection of the soul, revolted by the things that were done.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Cita 14:15–17 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XII)

    … and all things that are therein; who in times past suffered all nations to walk in their own ways, although He left not Himself without witness, performing acts of goodness, giving you rain from heaven, and fruitful seasons, filling your hearts with food and gladness." But that all his Epistles are consonant to these declarations, I shall, when expounding the …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 14:22 Augustine of Hippo, Expositions on the Psalms (Psalm LXVIII)

    For admirably, when he had said, "Thousands of men rejoicing:" immediately he added, "The Lord is in them." That we may not wonder why they rejoice, "The Lord is in them." For through many tribulations we must needs enter into the kingdom of God, but, "The Lord is in them." Therefore even if they are as it were sorrowful, yet …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)

  4. Cita 14:15 Cyril of Jerusalem, Catechetical Lectures (Lecture IV)

    Believe then that this Only-begotten Son of God for our sins came down from heaven upon earth, and took upon Him this human nature of like passions with us, and was begotten of the Holy Virgin and of the Holy Ghost, and was made Man, not in seeming and mere show, but in truth; nor yet by passing through the …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)