1 Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ ἐπικαλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος καὶ Σαῦλος. 2 λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον· ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. 3 τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες αὐτοῖς τὰς χεῖρας ἀπέλυσαν. 4 Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον, 5 καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. 6 Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου εὗρόν τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦς, 7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ· 8 ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος — οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ — ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. 9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου καὶ ἀτενίσας πρὸς αὐτὸν 10 εἶπεν· ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; 11 καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα δὲ ἔπεσεν ἐπ᾽ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. 12 τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου. 13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾽ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. 14 Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. 15 μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· ἄνδρες ἀδελφοί, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε. 16 ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε. 17 ὁ Θεὸς τοῦ λαοῦ τούτου [Ἰσραὴλ] ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, 18 καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, 19 καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐτῶν. 20 καὶ μετὰ ταῦτα ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου. 21 κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα· 22 καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν Δαυῒδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας· εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. 23 τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾽ ἐπαγγελίαν ἤγαγε τῷ Ἰσραὴλ σωτηρίαν, 24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ. 25 ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον, ἔλεγε· τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ, ἀλλ᾽ ἰδοὺ ἔρχεται μετ᾽ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. 26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη. 27 οἱ γὰρ κατοικοῦντες [ἐν] Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν, 28 καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. 29 ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. 30 ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· 31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. 32 καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν, ἡμῖν, ἀναστήσας Ἰησοῦν, 33 ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. 34 ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν, ὅτι δώσω ὑμῖν τὰ ὅσια Δαυῒδ τὰ πιστά. 35 διὸ καὶ ἐν ἑτέρῳ λέγει· οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. 36 Δαυῒδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδε διαφθοράν· 37 ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν. 38 γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, 39 καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. 40 βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ᾽ ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις· 41 ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, [ἔργον] ᾧ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν. 42 Ἐξιόντων δὲ αὐτῶν ἐκ τῆς συναγωγῆς [τῶν Ἰουδαίων] παρεκάλουν τὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. 43 λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ Θεοῦ. 44 Τῷ τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. 45 ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις ἀντιλέγοντες καὶ βλασφημοῦντες. 46 παρρησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον· ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. 47 οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. 48 ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδέξαντο τὸν λόγον τοῦ Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον· 49 διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι᾽ ὅλης τῆς χώρας. 50 οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ τὸν Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. 51 οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν αὐτῶν ἐπ᾽ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον. 52 οἱ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου.
Hechos · Texto Patriarcal 1904 (acentuado, edición de eBible)
Hechos 13 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- eBible.org's accented text of the 1904 edition with 20 corrections from later printings. For the 1912-based text checked by Maurice Robinson, see PT (Robinson).
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Bar-Jesus
A Jewish sorcerer at Paphos, also called Elymas, who opposed Barnabas and Saul and was struck blind.
Citado en la guía: Acts 13:6; Acts 13:8
Lucius
A man from Cyrene listed among the prophets and teachers at Antioch.
Citado en la guía: Acts 13:1
Manaen
A prophet and teacher at Antioch who had been brought up with Herod the tetrarch.
Citado en la guía: Acts 13:1
Paul
Formerly Saul of Tarsus, a Pharisee who persecuted the church until the risen Jesus met him on the road to Damascus; he became the apostle to the Gentiles and wrote many of the…
Citado en la guía: Acts 7:58; Acts 9:1; Acts 13:9
Sergius Paulus
An intelligent proconsul at Paphos who sought to hear the word of God and believed after Elymas was blinded.
Citado en la guía: Acts 13:7
Simeon
Called Niger, one of the prophets and teachers in the church at Antioch when the Holy Spirit set apart Barnabas and Saul.
Citado en la guía: Acts 13:1
Lugares
Antioch (Syrian)
The empire's third-largest city and the first major Gentile church — the launching base for Paul's journeys. (Distinct from Pisidian Antioch.)
Citado en la guía: Acts 11:26; Acts 13:1-3; Galatians 2:11
Iconium
Lystra
Paphos (Cyprus)
Pisidian Antioch
Referencias cruzadas (52)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Hechos 4:36; Hechos 15:35; Hechos 11:22–27; Gálatas 2:9; Hechos 13:9
- 2 Gálatas 1:15; Hechos 9:15; 1 Corintios 12:11; Romanos 1:1; 2 Timoteo 1:11
- 3 Hechos 6:6; Hechos 14:26; 2 Timoteo 2:2; Hechos 14:23; 1 Timoteo 4:14
- 4 Hechos 4:36; Hechos 13:2; Hechos 11:19; Hechos 20:23; Hechos 27:4
- 5 Hechos 13:14; Hechos 13:46; Hechos 9:20; Hechos 17:17; Hechos 12:12
- 6 Mateo 7:15; 1 Juan 4:1; Marcos 10:46; 2 Corintios 11:13; Éxodo 22:18
- 7 Hechos 13:12; Hechos 19:38; Hechos 18:12; Proverbios 18:15; Hechos 13:8
- 8 2 Timoteo 3:8; 2 Timoteo 4:14–15; Hechos 13:6–7; Hechos 13:12; Hechos 9:36
- 9 Miqueas 3:8; Hechos 4:8; Hechos 2:4; Hechos 7:55; Marcos 3:5
- 10 Juan 8:44; 2 Corintios 11:3; Mateo 13:38; Gálatas 1:7; Oseas 14:9
- 11 Éxodo 9:3; Salmo 32:4; 1 Samuel 5:11; Hebreos 10:31; Job 19:21
- 12 2 Corintios 10:4–5; Hechos 13:7; Lucas 4:22; Hechos 13:49; Hechos 19:7
- 13 Hechos 15:38; Hechos 13:5–6; Hechos 12:12; Hechos 2:10; Hechos 27:5
- 14 Hechos 16:13; Hechos 17:2; Hechos 14:19; Hechos 13:5; Hechos 18:4
- 15 Hebreos 13:22; Hechos 15:21; Marcos 5:22; Romanos 12:8; Lucas 4:16–18
- 16 Hechos 12:17; Hechos 13:26; Hechos 10:2; Salmo 49:1–3; Salmo 67:7
- 17 Deuteronomio 7:6–8; Isaías 63:9–14; 1 Pedro 2:9; Miqueas 6:4; Salmo 135:4
- 18 Hechos 7:36; Números 14:22; Éxodo 16:2; Números 14:33–34; Deuteronomio 9:21–24
- 19 Deuteronomio 7:1; Salmo 78:55; Hechos 7:45; Josué 19:51; Josué 14:1
- 20 Jueces 2:16; 1 Samuel 3:20; Rut 1:1; 1 Samuel 12:11; Jueces 3:10
- 21 1 Samuel 10:1; 1 Samuel 15:1; 1 Samuel 10:21–26; 1 Samuel 11:15; 1 Samuel 8:5–9:2
- 22 1 Samuel 13:13–14; 1 Reyes 15:5; 1 Samuel 16:13; Salmo 78:70–72; 1 Samuel 16:1
- 23 Mateo 1:1; Salmo 132:11; Apocalipsis 22:16; Judas 25; Tito 3:3–6
- 24 Hechos 1:22; Mateo 3:1–11; Hechos 19:3–4; Marcos 1:2–8; Lucas 3:2–20
- 25 Mateo 3:11; Marcos 1:7; Juan 1:26–27; Juan 1:20–23; Hechos 20:24
- 26 Lucas 1:69; Lucas 1:77; Efesios 1:13; Romanos 1:16; Isaías 46:13
- 27 Hechos 3:17; Romanos 11:25; Hechos 15:21; Lucas 24:20; Hechos 26:22–23
- 28 Lucas 23:21–25; Mateo 27:22–25; Juan 19:4; Lucas 23:14–16; Juan 18:38
- 29 Lucas 23:53; Juan 19:30; Juan 19:28; Marcos 15:45–46; Mateo 27:57–60
- 30 Hechos 2:24; Hechos 17:31; Mateo 28:6; Hechos 4:10; Hechos 5:30–31
- 31 Lucas 24:48; Hechos 1:3; Hechos 1:8; 1 Corintios 15:5–7; Mateo 28:16
- 32 Romanos 4:13; Hechos 26:6; Ezequiel 34:23; Romanos 9:4; Jeremías 23:5
- 33 Salmo 2:7; Hebreos 5:5; Hebreos 1:5–6
- 34 Isaías 55:3; Salmo 89:2–4; Romanos 6:9; Salmo 89:19–37; Ezequiel 34:23–24
- 35 Salmo 16:10; Hechos 2:27–31; Hechos 13:36–37; Juan 8:51; Lucas 2:26
- 36 Hechos 2:29; 1 Reyes 2:10; 2 Samuel 7:12; Hechos 13:22; 1 Crónicas 18:14
- 37 Hechos 13:30; Hechos 2:24
- 38 Lucas 24:47; 1 Juan 2:12; 2 Corintios 5:18–21; Colosenses 1:14; Hechos 5:31
- 39 Gálatas 2:16; Romanos 10:4; Hebreos 7:19; Romanos 8:3; Romanos 10:10
- 40 Malaquías 4:1; Habacuc 1:5; Hebreos 3:12; Hebreos 12:25; Malaquías 3:2
- 41 Habacuc 1:5; 1 Pedro 4:17; Romanos 11:7–14; Isaías 28:14–22; Colosenses 1:26–27
- 42 Hechos 28:28; Mateo 19:30; Ezequiel 3:6; Mateo 11:21; Hechos 10:33
- 43 Hechos 11:23; Hechos 14:22; Hebreos 12:15; Hebreos 13:9; 2 Juan 9
- 44 Isaías 11:10; Génesis 49:10; Isaías 60:8; Salmo 110:3
- 45 Judas 10; Hechos 18:6; Hechos 19:9; 1 Tesalonicenses 2:16; Hechos 5:17
- 46 Hechos 28:28; Mateo 21:43; Hechos 18:5–6; Hechos 26:20; Hechos 3:26
- 47 Isaías 49:6; Isaías 42:6; Lucas 2:32; Isaías 45:22; Zacarías 8:20–23
- 48 Romanos 8:29–30; Efesios 1:4; Romanos 11:7; Juan 10:26–27; Juan 10:16
- 49 Hechos 12:24; Filipenses 1:13–14; Hechos 19:10; Hechos 19:26; Hechos 9:42
- 50 Hechos 14:2; Hechos 13:45; Hechos 14:19; Hechos 17:13; Hechos 21:27
- 51 Mateo 10:14; Lucas 9:5; Hechos 18:6; Marcos 6:11; Hechos 14:21
- 52 Romanos 15:13; 1 Tesalonicenses 1:6; Hechos 4:31; Romanos 5:3; Gálatas 5:22
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
As soon as they were ordained they went forth, and hasted to Cyprus, that being a place where was no ill-design hatching against them, and where moreover the Word had been sown already. In Antioch there were (teachers) enough, and Phoenice too was near to Palestine; but Cyprus not so.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)
For to the enemies of Christ who are reproached with this, that Christ hath left them, turning to the Gentiles, this speech is incongruously assigned, "Remember, Lord, the reproach of Thy servants," for such Jews are not to be styled the servants of God; but these words fit those who, if they suffered great humiliations through persecution for the name …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
Wherefore also God said, "I have found David, the son of Jesse, a man after mine own heart." Such a spirit as this let us too acquire, and whatever we may suffer we shall bear it easily, and before the Kingdom, we shall reap here the gain accruing from lowliness of mind.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
Ezekiel also speaks thus, The Spirit of the Lord came upon me, and said unto me, Thus saith the Lord. And again, The Holy Ghost said, unto the Apostles who were in Antioch, Separate me now Barnabas and Saul for the work whereunto I have called them.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
"Separate me Barnabas and Saul for the work whereunto I have called them." Does a slave speak thus?
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)