Saltar al texto

Hechos · Texto bizantino (Robinson-Pierpont 2018)

Hechos 23 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 ατενισασ δε ο παυλοσ τω συνεδριω ειπεν ανδρεσ αδελφοι εγω παση συνειδησει αγαθη πεπολιτευμαι τω θεω αχρι ταυτησ τησ ημερασ
1 Ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν· ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.
2 ο δε αρχιερευσ ανανιασ επεταξεν τοισ παρεστωσιν αυτω τυπτειν αυτου το στομα
2 ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξε τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.
3 τοτε ο παυλοσ προσ αυτον ειπεν τυπτειν σε μελλει ο θεοσ τοιχε κεκονιαμενε και συ καθη κρινων με κατα τον νομον και παρανομων κελευεισ με τυπτεσθαι
3 τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπε· τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι!
4 οι δε παρεστωτεσ ειπον τον αρχιερεα του θεου λοιδορεισ
4 οἱ δὲ παρεστῶτες εἶπον· τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς;
5 εφη τε ο παυλοσ ουκ ηδειν αδελφοι οτι εστιν αρχιερευσ γεγραπται γαρ αρχοντα του λαου σου ουκ ερεισ κακωσ
5 ἔφη τε ὁ Παῦλος· οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ· ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
6 γνουσ δε ο παυλοσ οτι το εν μεροσ εστιν σαδδουκαιων το δε ετερον φαρισαιων εκραξεν εν τω συνεδριω ανδρεσ αδελφοι εγω φαρισαιοσ ειμι υιοσ φαρισαιου περι ελπιδοσ και αναστασεωσ νεκρων εγω κρινομαι
6 γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶ Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραξεν ἐν τῷ συνεδρίῳ· ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι.
7 τουτο δε αυτου λαλησαντοσ εγενετο στασισ των φαρισαιων και εσχισθη το πληθοσ
7 τοῦτο δὲ αὐτοῦ λαλήσαντος ἐγένετο στάσις τῶν Φαρισαίων καὶ τῶν Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος.
8 σαδδουκαιοι μεν γαρ λεγουσιν μη ειναι αναστασιν μηδε αγγελον μητε πνευμα φαρισαιοι δε ομολογουσιν τα αμφοτερα
8 Σαδδουκαῖοι μὲν γὰρ λέγουσι μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα.
9 εγενετο δε κραυγη μεγαλη και ανασταντεσ οι γραμματεισ του μερουσ των φαρισαιων διεμαχοντο λεγοντεσ ουδεν κακον ευρισκομεν εν τω ανθρωπω τουτω ει δε πνευμα ελαλησεν αυτω η αγγελοσ μη θεομαχωμεν
9 ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες οἱ γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, μὴ θεομαχῶμεν.
10 πολλησ δε γενομενησ στασεωσ ευλαβηθεισ ο χιλιαρχοσ μη διασπασθη ο παυλοσ υπ αυτων εκελευσεν το στρατευμα καταβηναι και αρπασαι αυτον εκ μεσου αυτων αγειν τε εισ την παρεμβολην
10 πολλῆς δὲ γενομένης στάσεως εὐλαβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾽ αὐτῶν, ἐκέλευσε τὸ στράτευμα καταβῆναι καὶ ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν ἄγειν τε εἰς τὴν παρεμβολήν.
11 τη δε επιουση νυκτι επιστασ αυτω ο κυριοσ ειπεν θαρσει παυλε ωσ γαρ διεμαρτυρω τα περι εμου εισ ιερουσαλημ ουτωσ σε δει και εισ ρωμην μαρτυρησαι
11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπε· θάρσει, Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
12 γενομενησ δε ημερασ ποιησαντεσ τινεσ των ιουδαιων συστροφην ανεθεματισαν εαυτουσ λεγοντεσ μητε φαγειν μητε πιειν εωσ ου αποκτεινωσιν τον παυλον
12 Γενομένης δὲ ἡμέρας ποιήσαντές τινες τῶν Ἰουδαίων συστροφὴν ἀνεθεμάτισαν ἑαυτούς, λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσι τὸν Παῦλον.
13 ησαν δε πλειουσ τεσσαρακοντα οι ταυτην την συνωμοσιαν πεποιηκοτεσ
13 ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν πεποιηκότες·
14 οιτινεσ προσελθοντεσ τοισ αρχιερευσιν και τοισ πρεσβυτεροισ ειπον αναθεματι ανεθεματισαμεν εαυτουσ μηδενοσ γευσασθαι εωσ ου αποκτεινωμεν τον παυλον
14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις εἶπον· ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.
15 νυν ουν υμεισ εμφανισατε τω χιλιαρχω συν τω συνεδριω οπωσ αυριον αυτον καταγαγη προσ υμασ ωσ μελλοντασ διαγινωσκειν ακριβεστερον τα περι αυτου ημεισ δε προ του εγγισαι αυτον ετοιμοι εσμεν του ανελειν αυτον
15 νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως αὔριον αὐτὸν καταγάγῃ πρὸς ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
16 ακουσασ δε ο υιοσ τησ αδελφησ παυλου το ενεδρον παραγενομενοσ και εισελθων εισ την παρεμβολην απηγγειλεν τω παυλω
16 ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὸ ἔνεδρον, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλε τῷ Παύλῳ.
17 προσκαλεσαμενοσ δε ο παυλοσ ενα των εκατονταρχων εφη τον νεανιαν τουτον απαγαγε προσ τον χιλιαρχον εχει γαρ τι απαγγειλαι αυτω
17 προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων ἔφη· τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον· ἔχει γάρ τι ἀπαγγεῖλαι αὐτῷ.
18 ο μεν ουν παραλαβων αυτον ηγαγεν προσ τον χιλιαρχον και φησιν ο δεσμιοσ παυλοσ προσκαλεσαμενοσ με ηρωτησεν τουτον τον νεανιαν αγαγειν προσ σε εχοντα τι λαλησαι σοι
18 ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγε πρὸς τὸν χιλίαρχον καί φησιν· ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησε τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι.
19 επιλαβομενοσ δε τησ χειροσ αυτου ο χιλιαρχοσ και αναχωρησασ κατ ιδιαν επυνθανετο τι εστιν ο εχεισ απαγγειλαι μοι
19 ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν ἐπυνθάνετο, τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι;
20 ειπεν δε οτι οι ιουδαιοι συνεθεντο του ερωτησαι σε οπωσ αυριον εισ το συνεδριον καταγαγησ τον παυλον ωσ μελλοντα τι ακριβεστερον πυνθανεσθαι περι αυτου
20 εἶπε δὲ ὅτι οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον, ὡς μελλόντων τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ.
21 συ ουν μη πεισθησ αυτοισ ενεδρευουσιν γαρ αυτον εξ αυτων ανδρεσ πλειουσ τεσσαρακοντα οιτινεσ ανεθεματισαν εαυτουσ μητε φαγειν μητε πιειν εωσ ου ανελωσιν αυτον και νυν ετοιμοι εισιν προσδεχομενοι την απο σου επαγγελιαν
21 σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦν ἕτοιμοί εἰσι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.
22 ο μεν ουν χιλιαρχοσ απελυσεν τον νεανιαν παραγγειλασ μηδενι εκλαλησαι οτι ταυτα ενεφανισασ προσ με
22 ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίαν, παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός με.
23 και προσκαλεσαμενοσ δυο τινασ των εκατονταρχων ειπεν ετοιμασατε στρατιωτασ διακοσιουσ οπωσ πορευθωσιν εωσ καισαρειασ και ιππεισ εβδομηκοντα και δεξιολαβουσ διακοσιουσ απο τριτησ ωρασ τησ νυκτοσ
23 Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν ἑκατοντάρχων εἶπεν· ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός,
24 κτηνη τε παραστησαι ινα επιβιβασαντεσ τον παυλον διασωσωσιν προσ φηλικα τον ηγεμονα
24 κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα,
25 γραψασ επιστολην περιεχουσαν τον τυπον τουτον
25 γράψας ἐπιστολὴν περιέχουσαν τὸν τύπον τοῦτον·
26 κλαυδιοσ λυσιασ τω κρατιστω ηγεμονι φηλικι χαιρειν
26 Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν.
27 τον ανδρα τουτον συλληφθεντα υπο των ιουδαιων και μελλοντα αναιρεισθαι υπ αυτων επιστασ συν τω στρατευματι εξειλομην αυτον μαθων οτι ρωμαιοσ εστιν
27 τὸν ἄνδρα τοῦτον συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλόμην αὐτόν, μαθὼν ὅτι Ῥωμαῖός ἐστι.
28 βουλομενοσ δε γνωναι την αιτιαν δι ην ενεκαλουν αυτω κατηγαγον αυτον εισ το συνεδριον αυτων
28 βουλόμενος δὲ γνῶναι τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν·
29 ον ευρον εγκαλουμενον περι ζητηματων του νομου αυτων μηδεν αξιον θανατου η δεσμων εγκλημα εχοντα
29 ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔγκλημα ἔχοντα.
30 μηνυθεισησ δε μοι επιβουλησ εισ τον ανδρα μελλειν εσεσθαι υπο των ιουδαιων εξαυτησ επεμψα προσ σε παραγγειλασ και τοισ κατηγοροισ λεγειν τα προσ αυτον επι σου ερρωσο
30 μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα μέλλειν ἔσεσθαι ὑπὸ τῶν Ἰουδαίων, ἐξαυτῆς ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ. ἔρρωσο.
31 οι μεν ουν στρατιωται κατα το διατεταγμενον αυτοισ αναλαβοντεσ τον παυλον ηγαγον δια τησ νυκτοσ εισ την αντιπατριδα
31 Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον διὰ τῆς νυκτὸς εἰς τὴν Ἀντιπατρίδα,
32 τη δε επαυριον εασαντεσ τουσ ιππεισ πορευεσθαι συν αυτω υπεστρεψαν εισ την παρεμβολην
32 τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν·
33 οιτινεσ εισελθοντεσ εισ την καισαρειαν και αναδοντεσ την επιστολην τω ηγεμονι παρεστησαν και τον παυλον αυτω
33 οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ.
34 αναγνουσ δε ο ηγεμων και επερωτησασ εκ ποιασ επαρχιασ εστιν και πυθομενοσ οτι απο κιλικιασ
34 ἀναγνοὺς δὲ ὁ ἡγεμὼν καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας ἐστί, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας,
35 διακουσομαι σου εφη οταν και οι κατηγοροι σου παραγενωνται εκελευσεν τε αυτον εν τω πραιτωριω ηρωδου φυλασσεσθαι
35 διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· ἐκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ τοῦ Ἡρῴδου φυλάσσεσθαι.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Ananias

    High priest

    The high priest who ordered Paul to be struck on the mouth at his hearing and later went down to Caesarea to accuse him before Felix.

    Citado en la guía: Acts 23:2; Acts 24:1

  • Claudius Lysias

    Roman tribune at Jerusalem

    The commander who rescued Paul from the mob at Jerusalem and sent him to the governor Felix at Caesarea with a letter.

    Citado en la guía: Acts 23:26

  • Felix

    Roman governor of Judea

    The governor at Caesarea who heard Paul's case, trembled at his talk of judgment, and kept him in custody hoping for a bribe.

    Citado en la guía: Acts 23:24; Acts 24:3; Acts 24:25

Lugares

  • Caesarea Maritima

    Hoy: Israel's Mediterranean coast · En: Third Journey · En: The Journey to Rome

    The Roman administrative capital of Judea. Peter brought the gospel to the Gentile Cornelius here, and Paul was imprisoned before appealing his case to Caesar.

    Citado en la guía: Acts 10:1; Acts 23:23; Acts 25:11

Referencias cruzadas (33)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Hechos 24:16; 2 Timoteo 1:3; 2 Corintios 1:12; Hebreos 13:18; 1 Corintios 4:4
  2. 2 Juan 18:22; Hechos 24:1; 1 Reyes 22:24; Miqueas 5:1; Mateo 26:67
  3. 3 Deuteronomio 25:1–2; Juan 7:51; Mateo 23:27–28; Miqueas 3:8–11; Amós 5:7
  4. 5 Éxodo 22:28; Eclesiastés 10:20; Judas 8–9; 2 Pedro 2:10
  5. 6 Hechos 24:15; Hechos 24:21; Hechos 26:5–8; Hechos 28:20; Filipenses 3:5
  6. 7 Hechos 14:4; Juan 7:40–43; Mateo 10:34; Salmo 55:9
  7. 8 Lucas 20:27; Mateo 22:23; Marcos 12:18; Hechos 4:1
  8. 9 Hechos 22:7; Hechos 22:17–18; Juan 12:29; Hechos 25:25; Proverbios 16:7
  9. 10 Hechos 22:24; Santiago 1:19; Santiago 3:14–4:2; Hechos 23:32; Miqueas 3:3
  10. 11 Hechos 18:9; 2 Timoteo 4:17; Mateo 14:27; Jeremías 15:19–21; Hechos 19:21
  11. 12 Hechos 23:30; Isaías 8:9–10; Hechos 23:21; Hechos 23:14; Salmo 2:1–3
  12. 13 Juan 16:2; 2 Samuel 15:12; 2 Samuel 15:31
  13. 14 Hechos 23:12; Jeremías 8:12; Miqueas 7:3; Oseas 4:9; Salmo 52:1–2
  14. 15 Isaías 59:7; Salmo 37:32–33; Proverbios 1:16; Proverbios 1:11–12; Salmo 21:11
  15. 16 1 Corintios 3:19; Hechos 23:10; Proverbios 21:30; Hechos 23:32; Job 5:13
  16. 17 Proverbios 22:3; Mateo 8:8–9; Hechos 22:26; Hechos 23:23; Mateo 10:16
  17. 18 Efesios 3:1; Efesios 4:1; Hechos 28:17; Filemón 9; Hechos 16:25
  18. 19 Nehemías 2:4; Ester 9:12; Ester 5:3; Marcos 9:27; Ester 7:2
  19. 20 Hechos 23:14–15; Daniel 6:5–12; Salmo 12:2; Hechos 23:1
  20. 21 Hechos 23:12–14; Éxodo 23:2; Hechos 20:19; Hechos 9:23–24; 2 Corintios 11:26
  21. 22 Josué 2:14; Marcos 1:44
  22. 23 Hechos 8:40; Lucas 12:38; Mateo 14:25; Hechos 23:33
  23. 24 Hechos 23:26; Hechos 25:14; Hechos 24:10; Hechos 23:33–24:3; Hechos 24:22–27
  24. 26 Hechos 15:23; Hechos 26:25; Lucas 1:3; Hechos 24:3; Santiago 1:1
  25. 27 Hechos 22:25–29; Hechos 21:31–33; Hechos 23:10; Hechos 24:6
  26. 28 Hechos 22:30
  27. 29 Hechos 26:31; Hechos 25:25; Hechos 18:15; Hechos 25:11; Hechos 25:19–20
  28. 30 Hechos 24:6–8; Hechos 25:16; Hechos 24:19; Hechos 23:35; Hechos 23:20
  29. 31 Hechos 23:23–24; 2 Timoteo 2:3–4; Lucas 7:8
  30. 32 Hechos 23:23; Hechos 23:10
  31. 33 Hechos 23:26; Hechos 28:16; Hechos 8:40; Hechos 23:23–24
  32. 34 Hechos 21:39; Hechos 25:1; Ester 1:1; Ester 8:9; Daniel 6:1
  33. 35 Hechos 23:30; Hechos 25:16; Mateo 27:27; Mateo 2:16; Hechos 24:22

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 23:6 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XLIX)

    Again he discourses simply as man, and he does not on all occasions alike enjoy the benefit of supernatural aid. "I am a Pharisee, the son of a Pharisee:" both in this, and in what comes after it, he wished to divide the multitude, which had an evil unanimity against him.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Cita 23:3–5 Augustine of Hippo, Our Lord's Sermon on the Mount (Book I, Chapters XVIII–XIX)

    … belonged to humility he wonderfully preserved, when, on its being said to him, "Revilest thou the high priest?" he replied, "I wist not, brethren, that he was the high priest; for it is written, Thou shall not speak evil of the ruler of thy people." And here he showed with what calmness he had spoken that which he seemed to …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  3. Cita 23:8 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXX)

    A sect of the Jews dif ferent from the Pharisees, and much worse than they, who said, "that there is no resurrection, nor angel, nor spirit." For these were some of a grosser sort, and eager after the things of the body.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 23:6 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXX)

    Wherefore Paul also saith, "I am a Pharisee, of the strictest sect amongst us." And they say nothing indeed directly about a resurrection; but they feign a story, and make up a case, which, as I suppose, never so much as had an existence; thinking to drive Him to perplexity, and desiring to overthrow both things, both the existence of …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)