Saltar al texto

Hechos · Texto Patriarcal (Antoniades 1904/1912)

Hechos 23 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 ατενισας δε ο παυλος τω συνεδριω ειπεν· ανδρες αδελφοι, εγω παση συνειδησει αγαθη πεπολιτευμαι τω θεω αχρι ταυτης της ημερας.
1 Ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν· ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.
2 ο δε αρχιερευς ανανιας επεταξεν τοις παρεστωσιν αυτω τυπτειν αυτου το στομα.
2 ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξε τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.
3 τοτε ο παυλος προς αυτον ειπεν· τυπτειν σε μελλει ο θεος, τοιχε κεκονιαμενε· και συ καθη κρινων με κατα τον νομον, και παρανομων κελευεις με τυπτεσθαι!
3 τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπε· τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι!
4 οι δε παρεστωτες ειπον· τον αρχιερεα του θεου λοιδορεις;
4 οἱ δὲ παρεστῶτες εἶπον· τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς;
5 εφη τε ο παυλος· ουκ ηδειν, αδελφοι, οτι εστιν αρχιερευς· γεγραπται γαρ· αρχοντα του λαου σου ουκ ερεις κακως.
5 ἔφη τε ὁ Παῦλος· οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ· ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
6 γνους δε ο παυλος οτι το εν μερος εστιν σαδδουκαιων, το δε ετερον φαρισαιων, εκραξεν εν τω συνεδριω· ανδρες αδελφοι, εγω φαρισαιος ειμι, υιος φαρισαιου· περι ελπιδος και αναστασεως νεκρων εγω κρινομαι.
6 γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶ Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραξεν ἐν τῷ συνεδρίῳ· ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι.
7 τουτου δε αυτου λαλησαντος εγενετο στασις των φαρισαιων και των σαδδουκαιων, και εσχισθη το πληθος.
7 τοῦτο δὲ αὐτοῦ λαλήσαντος ἐγένετο στάσις τῶν Φαρισαίων καὶ τῶν Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος.
8 σαδδουκαιοι μεν γαρ λεγουσιν μη ειναι αναστασιν μητε αγγελον μητε πνευμα, φαρισαιοι δε ομολογουσιν τα αμφοτερα.
8 Σαδδουκαῖοι μὲν γὰρ λέγουσι μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα.
9 εγενετο δε κραυγη μεγαλη, και ανασταντες οι γραμματεις του μερους των φαρισαιων διεμαχοντο λεγοντες· ουδεν κακον ευρισκομεν εν τω ανθρωπω τουτω· ει δε πνευμα ελαλησεν αυτω η αγγελος, μη θεομαχωμεν.
9 ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες οἱ γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, μὴ θεομαχῶμεν.
10 πολλης δε γενομενης στασεως ευλαβηθεις ο χιλιαρχος μη διασπασθη ο παυλος υπ αυτων, εκελευσεν το στρατευμα καταβηναι και αρπασαι αυτον εκ μεσου αυτων αγειν τε εις την παρεμβολην.
10 πολλῆς δὲ γενομένης στάσεως εὐλαβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾽ αὐτῶν, ἐκέλευσε τὸ στράτευμα καταβῆναι καὶ ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν ἄγειν τε εἰς τὴν παρεμβολήν.
11 τη δε επιουση νυκτι επιστας αυτω ο κυριος ειπεν· θαρσει, παυλε· ως γαρ διεμαρτυρω τα περι εμου εις ιερουσαλημ, ουτως σε δει και εις ρωμην μαρτυρησαι.
11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπε· θάρσει, Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
12 γενομενης δε ημερας ποιησαντες τινες των ιουδαιων συστροφην ανεθεματισαν εαυτους, λεγοντες μητε φαγειν μητε πιειν εως ου αποκτεινωσιν τον παυλον.
12 Γενομένης δὲ ἡμέρας ποιήσαντές τινες τῶν Ἰουδαίων συστροφὴν ἀνεθεμάτισαν ἑαυτούς, λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσι τὸν Παῦλον.
13 ησαν δε πλειους τεσσαρακοντα οι ταυτην την συνωμοσιαν πεποιηκοτες·
13 ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν πεποιηκότες·
14 οιτινες προσελθοντες τοις αρχιερευσιν και τοις πρεσβυτεροις ειπον· αναθεματι ανεθεματισαμεν εαυτους μηδενος γευσασθαι εως ου αποκτεινωμεν τον παυλον.
14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις εἶπον· ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.
15 νυν ουν υμεις εμφανισατε τω χιλιαρχω συν τω συνεδριω, οπως αυριον αυτον καταγαγη προς υμας, ως μελλοντας διαγινωσκειν ακριβεστερον τα περι αυτου· ημεις δε προ του εγγισαι αυτον ετοιμοι εσμεν του ανελειν αυτον.
15 νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως αὔριον αὐτὸν καταγάγῃ πρὸς ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
16 ακουσας δε ο υιος της αδελφης παυλου το ενεδρον, παραγενομενος και εισελθων εις την παρεμβολην απηγγειλεν τω παυλω.
16 ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὸ ἔνεδρον, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλε τῷ Παύλῳ.
17 προσκαλεσαμενος δε ο παυλος ενα των εκατονταρχων εφη· τον νεανιαν τουτον απαγαγε προς τον χιλιαρχον· εχει γαρ τι απαγγειλαι αυτω.
17 προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων ἔφη· τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον· ἔχει γάρ τι ἀπαγγεῖλαι αὐτῷ.
18 ο μεν ουν παραλαβων αυτον ηγαγεν προς τον χιλιαρχον και φησιν· ο δεσμιος παυλος προσκαλεσαμενος με ηρωτησεν τουτον τον νεανιαν αγαγειν προς σε, εχοντα τι λαλησαι σοι.
18 ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγε πρὸς τὸν χιλίαρχον καί φησιν· ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησε τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι.
19 επιλαβομενος δε της χειρος αυτου ο χιλιαρχος και αναχωρησας κατ ιδιαν επυνθανετο, τι εστιν ο εχεις απαγγειλαι μοι;
19 ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν ἐπυνθάνετο, τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι;
20 ειπεν δε οτι οι ιουδαιοι συνεθεντο του ερωτησαι σε οπως αυριον εις το συνεδριον καταγαγης τον παυλον, ως μελλοντων τι ακριβεστερον πυνθανεσθαι περι αυτου.
20 εἶπε δὲ ὅτι οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον, ὡς μελλόντων τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ.
21 συ ουν μη πεισθης αυτοις· ενεδρευουσιν γαρ αυτον εξ αυτων ανδρες πλειους τεσσαρακοντα, οιτινες ανεθεματισαν εαυτους μητε φαγειν μητε πιειν εως ου ανελωσιν αυτον, και νυν ετοιμοι εισιν προσδεχομενοι την απο σου επαγγελιαν.
21 σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦν ἕτοιμοί εἰσι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.
22 ο μεν ουν χιλιαρχος απελυσεν τον νεανιαν, παραγγειλας μηδενι εκλαλησαι οτι ταυτα ενεφανισας προς με.
22 ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίαν, παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός με.
23 και προσκαλεσαμενος δυο τινας των εκατονταρχων ειπεν· ετοιμασατε στρατιωτας διακοσιους οπως πορευθωσιν εως καισαρειας, και ιππεις εβδομηκοντα και δεξιολαβους διακοσιους, απο τριτης ωρας της νυκτος,
23 Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν ἑκατοντάρχων εἶπεν· ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός,
24 κτηνη τε παραστησαι, ινα επιβιβασαντες τον παυλον διασωσωσιν προς φηλικα τον ηγεμονα,
24 κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα,
25 γραψας επιστολην περιεχουσαν τον τυπον τουτον·
25 γράψας ἐπιστολὴν περιέχουσαν τὸν τύπον τοῦτον·
26 κλαυδιος λυσιας τω κρατιστω ηγεμονι φηλικι χαιρειν.
26 Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν.
27 τον ανδρα τουτον συλληφθεντα υπο των ιουδαιων και μελλοντα αναιρεισθαι υπ αυτων επιστας συν τω στρατευματι εξειλομην αυτον, μαθων οτι ρωμαιος εστιν.
27 τὸν ἄνδρα τοῦτον συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλόμην αὐτόν, μαθὼν ὅτι Ῥωμαῖός ἐστι.
28 βουλομενος δε γνωναι την αιτιαν δι ην ενεκαλουν αυτω, κατηγαγον αυτον εις το συνεδριον αυτων·
28 βουλόμενος δὲ γνῶναι τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν·
29 ον ευρον εγκαλουμενον περι ζητηματων του νομου αυτων, μηδεν δε αξιον θανατου η δεσμων εγκλημα εχοντα.
29 ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔγκλημα ἔχοντα.
30 μηνυθεισης δε μοι επιβουλης εις τον ανδρα μελλειν εσεσθαι υπο των ιουδαιων, εξαυτης επεμψα προς σε, παραγγειλας και τοις κατηγοροις λεγειν τα προς αυτον επι σου. ερρωσο.
30 μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα μέλλειν ἔσεσθαι ὑπὸ τῶν Ἰουδαίων, ἐξαυτῆς ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ. ἔρρωσο.
31 οι μεν ουν στρατιωται κατα το διατεταγμενον αυτοις αναλαβοντες τον παυλον ηγαγον δια της νυκτος εις την αντιπατριδα,
31 Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον διὰ τῆς νυκτὸς εἰς τὴν Ἀντιπατρίδα,
32 τη δε επαυριον εασαντες τους ιππεις πορευεσθαι συν αυτω, υπεστρεψαν εις την παρεμβολην·
32 τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν·
33 οιτινες εισελθοντες εις την καισαρειαν και αναδοντες την επιστολην τω ηγεμονι παρεστησαν και τον παυλον αυτω.
33 οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ.
34 αναγνους δε ο ηγεμων και επερωτησας εκ ποιας επαρχιας εστιν, και πυθομενος οτι απο κιλικιας,
34 ἀναγνοὺς δὲ ὁ ἡγεμὼν καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας ἐστί, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας,
35 διακουσομαι σου, εφη, οταν και οι κατηγοροι σου παραγενωνται· εκελευσεν τε αυτον εν τω πραιτωριω του ηρωδου φυλασσεσθαι.
35 διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· ἐκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ τοῦ Ἡρῴδου φυλάσσεσθαι.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Ananias

    High priest

    The high priest who ordered Paul to be struck on the mouth at his hearing and later went down to Caesarea to accuse him before Felix.

    Citado en la guía: Acts 23:2; Acts 24:1

  • Claudius Lysias

    Roman tribune at Jerusalem

    The commander who rescued Paul from the mob at Jerusalem and sent him to the governor Felix at Caesarea with a letter.

    Citado en la guía: Acts 23:26

  • Felix

    Roman governor of Judea

    The governor at Caesarea who heard Paul's case, trembled at his talk of judgment, and kept him in custody hoping for a bribe.

    Citado en la guía: Acts 23:24; Acts 24:3; Acts 24:25

Lugares

  • Caesarea Maritima

    Hoy: Israel's Mediterranean coast · En: Third Journey · En: The Journey to Rome

    The Roman administrative capital of Judea. Peter brought the gospel to the Gentile Cornelius here, and Paul was imprisoned before appealing his case to Caesar.

    Citado en la guía: Acts 10:1; Acts 23:23; Acts 25:11

Referencias cruzadas (33)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Hechos 24:16; 2 Timoteo 1:3; 2 Corintios 1:12; Hebreos 13:18; 1 Corintios 4:4
  2. 2 Juan 18:22; Hechos 24:1; 1 Reyes 22:24; Miqueas 5:1; Mateo 26:67
  3. 3 Deuteronomio 25:1–2; Juan 7:51; Mateo 23:27–28; Miqueas 3:8–11; Amós 5:7
  4. 5 Éxodo 22:28; Eclesiastés 10:20; Judas 8–9; 2 Pedro 2:10
  5. 6 Hechos 24:15; Hechos 24:21; Hechos 26:5–8; Hechos 28:20; Filipenses 3:5
  6. 7 Hechos 14:4; Juan 7:40–43; Mateo 10:34; Salmo 55:9
  7. 8 Lucas 20:27; Mateo 22:23; Marcos 12:18; Hechos 4:1
  8. 9 Hechos 22:7; Hechos 22:17–18; Juan 12:29; Hechos 25:25; Proverbios 16:7
  9. 10 Hechos 22:24; Santiago 1:19; Santiago 3:14–4:2; Hechos 23:32; Miqueas 3:3
  10. 11 Hechos 18:9; 2 Timoteo 4:17; Mateo 14:27; Jeremías 15:19–21; Hechos 19:21
  11. 12 Hechos 23:30; Isaías 8:9–10; Hechos 23:21; Hechos 23:14; Salmo 2:1–3
  12. 13 Juan 16:2; 2 Samuel 15:12; 2 Samuel 15:31
  13. 14 Hechos 23:12; Jeremías 8:12; Miqueas 7:3; Oseas 4:9; Salmo 52:1–2
  14. 15 Isaías 59:7; Salmo 37:32–33; Proverbios 1:16; Proverbios 1:11–12; Salmo 21:11
  15. 16 1 Corintios 3:19; Hechos 23:10; Proverbios 21:30; Hechos 23:32; Job 5:13
  16. 17 Proverbios 22:3; Mateo 8:8–9; Hechos 22:26; Hechos 23:23; Mateo 10:16
  17. 18 Efesios 3:1; Efesios 4:1; Hechos 28:17; Filemón 9; Hechos 16:25
  18. 19 Nehemías 2:4; Ester 9:12; Ester 5:3; Marcos 9:27; Ester 7:2
  19. 20 Hechos 23:14–15; Daniel 6:5–12; Salmo 12:2; Hechos 23:1
  20. 21 Hechos 23:12–14; Éxodo 23:2; Hechos 20:19; Hechos 9:23–24; 2 Corintios 11:26
  21. 22 Josué 2:14; Marcos 1:44
  22. 23 Hechos 8:40; Lucas 12:38; Mateo 14:25; Hechos 23:33
  23. 24 Hechos 23:26; Hechos 25:14; Hechos 24:10; Hechos 23:33–24:3; Hechos 24:22–27
  24. 26 Hechos 15:23; Hechos 26:25; Lucas 1:3; Hechos 24:3; Santiago 1:1
  25. 27 Hechos 22:25–29; Hechos 21:31–33; Hechos 23:10; Hechos 24:6
  26. 28 Hechos 22:30
  27. 29 Hechos 26:31; Hechos 25:25; Hechos 18:15; Hechos 25:11; Hechos 25:19–20
  28. 30 Hechos 24:6–8; Hechos 25:16; Hechos 24:19; Hechos 23:35; Hechos 23:20
  29. 31 Hechos 23:23–24; 2 Timoteo 2:3–4; Lucas 7:8
  30. 32 Hechos 23:23; Hechos 23:10
  31. 33 Hechos 23:26; Hechos 28:16; Hechos 8:40; Hechos 23:23–24
  32. 34 Hechos 21:39; Hechos 25:1; Ester 1:1; Ester 8:9; Daniel 6:1
  33. 35 Hechos 23:30; Hechos 25:16; Mateo 27:27; Mateo 2:16; Hechos 24:22

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 23:6 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XLIX)

    Again he discourses simply as man, and he does not on all occasions alike enjoy the benefit of supernatural aid. "I am a Pharisee, the son of a Pharisee:" both in this, and in what comes after it, he wished to divide the multitude, which had an evil unanimity against him.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Cita 23:3–5 Augustine of Hippo, Our Lord's Sermon on the Mount (Book I, Chapters XVIII–XIX)

    … belonged to humility he wonderfully preserved, when, on its being said to him, "Revilest thou the high priest?" he replied, "I wist not, brethren, that he was the high priest; for it is written, Thou shall not speak evil of the ruler of thy people." And here he showed with what calmness he had spoken that which he seemed to …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  3. Cita 23:8 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXX)

    A sect of the Jews dif ferent from the Pharisees, and much worse than they, who said, "that there is no resurrection, nor angel, nor spirit." For these were some of a grosser sort, and eager after the things of the body.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 23:6 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXX)

    Wherefore Paul also saith, "I am a Pharisee, of the strictest sect amongst us." And they say nothing indeed directly about a resurrection; but they feign a story, and make up a case, which, as I suppose, never so much as had an existence; thinking to drive Him to perplexity, and desiring to overthrow both things, both the existence of …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)