RP2018 Texto bizantino (Robinson-Pierpont 2018) WEB World English Bible (clásica, con deuterocanónicos) PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible) 1 και ηρξατο αυτοισ εν παραβολαισ λεγειν αμπελωνα εφυτευσεν ανθρωποσ και περιεθηκεν φραγμον και ωρυξεν υποληνιον και ωκοδομησεν πυργον και εξεδοτο αυτον γεωργοισ και απεδημησεν 1 He began to speak to them in parables. “A man planted a vineyard, put a hedge around it, dug a pit for the wine press, built a tower, rented it out to a farmer, and went into another country.
1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν· ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος καὶ περιέθηκε φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε.
2 και απεστειλεν προσ τουσ γεωργουσ τω καιρω δουλον ινα παρα των γεωργων λαβη απο του καρπου του αμπελωνοσ 2 When it was time, he sent a servant to the farmer to get from the farmer his share of the fruit of the vineyard.
2 καὶ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος.
3 οι δε λαβοντεσ αυτον εδειραν και απεστειλαν κενον 3 They took him, beat him, and sent him away empty.
3 καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν.
4 και παλιν απεστειλεν προσ αυτουσ αλλον δουλον κακεινον λιθοβολησαντεσ εκεφαλαιωσαν και απεστειλαν ητιμωμενον 4 Again, he sent another servant to them; and they threw stones at him, wounded him in the head, and sent him away shamefully treated.
4 καὶ πάλιν ἀπέστειλε πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν καὶ ἀπέστειλαν ἠτιμωμένον.
5 και παλιν αλλον απεστειλεν κακεινον απεκτειναν και πολλουσ αλλουσ τουσ μεν δεροντεσ τουσ δε αποκτενοντεσ 5 Again he sent another, and they killed him, and many others, beating some, and killing some.
5 καὶ πάλιν ἄλλον ἀπέστειλε· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες, οὓς δὲ ἀποκτέννοντες.
6 ετι ουν ενα υιον εχων αγαπητον αυτου απεστειλεν και αυτον προσ αυτουσ εσχατον λεγων οτι εντραπησονται τον υιον μου 6 Therefore still having one, his beloved son, he sent him last to them, saying, ‘They will respect my son.’
6 ἔτι οὖν ἕνα υἱὸν ἔχων, ἀγαπητὸν αὐτοῦ, ἀπέστειλε καὶ αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι ἐντραπήσονται τὸν υἱόν μου.
7 εκεινοι δε οι γεωργοι ειπον προσ εαυτουσ οτι ουτοσ εστιν ο κληρονομοσ δευτε αποκτεινωμεν αυτον και ημων εσται η κληρονομια 7 But those farmers said among themselves, ‘This is the heir. Come, let’s kill him, and the inheritance will be ours.’
7 ἐκεῖνοι δὲ οἱ γεωργοί, θεασάμενοι αὐτὸν ἐρχόμενον, πρὸς ἑαυτοὺς εἶπον ὅτι οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.
8 και λαβοντεσ αυτον απεκτειναν και εξεβαλον εξω του αμπελωνοσ 8 They took him, killed him, and cast him out of the vineyard.
8 καὶ λαβόντες ἀπέκτειναν αὐτὸν καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος.
9 τι ουν ποιησει ο κυριοσ του αμπελωνοσ ελευσεται και απολεσει τουσ γεωργουσ και δωσει τον αμπελωνα αλλοισ 9 What therefore will the lord of the vineyard do? He will come and destroy the farmers, and will give the vineyard to others.
9 τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.
10 ουδε την γραφην ταυτην ανεγνωτε λιθον ον απεδοκιμασαν οι οικοδομουντεσ ουτοσ εγενηθη εισ κεφαλην γωνιασ 10 Haven’t you even read this Scripture: ‘The stone which the builders rejected was made the head of the corner.
10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
11 παρα κυριου εγενετο αυτη και εστιν θαυμαστη εν οφθαλμοισ ημων 11 This was from the Lord. It is marvelous in our eyes’?”
11 παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
12 και εζητουν αυτον κρατησαι και εφοβηθησαν τον οχλον εγνωσαν γαρ οτι προσ αυτουσ την παραβολην ειπεν και αφεντεσ αυτον απηλθον 12 They tried to seize him, but they feared the multitude; for they perceived that he spoke the parable against them. They left him and went away.
12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
13 και αποστελλουσιν προσ αυτον τινασ των φαρισαιων και των ηρωδιανων ινα αυτον αγρευσωσιν λογω 13 They sent some of the Pharisees and the Herodians to him, that they might trap him with words.
13 Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ.
14 οι δε ελθοντεσ λεγουσιν αυτω διδασκαλε οιδαμεν οτι αληθησ ει και ου μελει σοι περι ουδενοσ ου γαρ βλεπεισ εισ προσωπον ανθρωπων αλλ επ αληθειασ την οδον του θεου διδασκεισ εξεστιν κηνσον καισαρι δουναι η ου 14 When they had come, they asked him, “Teacher, we know that you are honest, and don’t defer to anyone; for you aren’t partial to anyone, but truly teach the way of God. Is it lawful to pay taxes to Caesar, or not?
14 οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. εἶπον οὖν ἡμῖν· ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν;
15 δωμεν η μη δωμεν ο δε ειδωσ αυτων την υποκρισιν ειπεν αυτοισ τι με πειραζετε φερετε μοι δηναριον ινα ιδω 15 Shall we give, or shall we not give?” But he, knowing their hypocrisy, said to them, “Why do you test me? Bring me a denarius, that I may see it.”
15 ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω.
16 οι δε ηνεγκαν και λεγει αυτοισ τινοσ η εικων αυτη και η επιγραφη οι δε ειπον αυτω καισαροσ 16 They brought it. He said to them, “Whose is this image and inscription?” They said to him, “Caesar’s.”
16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπον· Καίσαρος.
17 και αποκριθεισ ο ιησουσ ειπεν αυτοισ αποδοτε τα καισαροσ καισαρι και τα του θεου τω θεω και εθαυμασαν επ αυτω 17 Jesus answered them, “Give to Caesar the things that are Caesar’s, and to God the things that are God’s.” They marveled greatly at him.
17 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· καὶ ἐθαύμασαν ἐπ᾽ αὐτῷ.
18 και ερχονται σαδδουκαιοι προσ αυτον οιτινεσ λεγουσιν αναστασιν μη ειναι και επηρωτησαν αυτον λεγοντεσ 18 Some Sadducees, who say that there is no resurrection, came to him. They asked him, saying,
18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες·
19 διδασκαλε μωσησ εγραψεν ημιν οτι εαν τινοσ αδελφοσ αποθανη και καταλιπη γυναικα και τεκνα μη αφη ινα λαβη ο αδελφοσ αυτου την γυναικα αυτου και εξαναστηση σπερμα τω αδελφω αυτου 19 “Teacher, Moses wrote to us, ‘If a man’s brother dies and leaves a wife behind him, and leaves no children, that his brother should take his wife and raise up offspring for his brother.’
19 διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα, καὶ τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
20 επτα αδελφοι ησαν και ο πρωτοσ ελαβεν γυναικα και αποθνησκων ουκ αφηκεν σπερμα 20 There were seven brothers. The first took a wife, and dying left no offspring.
20 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν. καὶ ὁ πρῶτος ἔλαβε γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκε σπέρμα.
21 και ο δευτεροσ ελαβεν αυτην και απεθανεν και ουδε αυτοσ αφηκεν σπερμα και ο τριτοσ ωσαυτωσ 21 The second took her, and died, leaving no children behind him. The third likewise;
21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανε, καὶ οὐδὲ αὐτὸς [οὐκ] ἀφῆκε σπέρμα. καὶ ὁ τρίτος ὡσαύτως.
22 και ελαβον αυτην οι επτα και ουκ αφηκαν σπερμα εσχατη παντων απεθανεν και η γυνη 22 and the seven took her and left no children. Last of all the woman also died.
22 καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ οὐκ ἀφῆκαν σπέρμα. ἐσχάτη πάντων ἀπέθανε καὶ ἡ γυνή.
23 εν τη αναστασει οταν αναστωσιν τινοσ αυτων εσται γυνη οι γαρ επτα εσχον αυτην γυναικα 23 In the resurrection, when they rise, whose wife will she be of them? For the seven had her as a wife.”
23 ἐν τῇ οὖν ἀναστάσει, ὅταν ἀναστῶσι, τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
24 και αποκριθεισ ο ιησουσ ειπεν αυτοισ ου δια τουτο πλανασθε μη ειδοτεσ τασ γραφασ μηδε την δυναμιν του θεου 24 Jesus answered them, “Isn’t this because you are mistaken, not knowing the Scriptures nor the power of God?
24 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ;
25 οταν γαρ εκ νεκρων αναστωσιν ουτε γαμουσιν ουτε γαμισκονται αλλ εισιν ωσ αγγελοι οι εν τοισ ουρανοισ 25 For when they will rise from the dead, they neither marry nor are given in marriage, but are like angels in heaven.
25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι [οἱ] ἐν τοῖς οὐρανοῖς.
26 περι δε των νεκρων οτι εγειρονται ουκ ανεγνωτε εν τη βιβλω μωσεωσ επι του βατου ωσ ειπεν αυτω ο θεοσ λεγων εγω ο θεοσ αβρααμ και ο θεοσ ισαακ και ο θεοσ ιακωβ 26 But about the dead, that they are raised, haven’t you read in the book of Moses about the Bush, how God spoke to him, saying, ‘I am the God of Abraham, the God of Isaac, and the God of Jacob’?
26 περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως, ἐπὶ τοῦ βάτου πῶς εἶπεν αὐτῷ ὁ Θεὸς λέγων, ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ;
27 ουκ εστιν ο θεοσ νεκρων αλλα θεοσ ζωντων υμεισ ουν πολυ πλανασθε 27 He is not the God of the dead, but of the living. You are therefore badly mistaken.”
27 οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· ὑμεῖς οὖν πολὺ πλανᾶσθε.
28 και προσελθων εισ των γραμματεων ακουσασ αυτων συζητουντων ειδωσ οτι καλωσ αυτοισ απεκριθη επηρωτησεν αυτον ποια εστιν πρωτη παντων εντολη 28 One of the scribes came and heard them questioning together, and knowing that he had answered them well, asked him, “Which commandment is the greatest of all?”
28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν· ποία ἐστὶ πρώτη πάντων ἐντολή;
29 ο δε ιησουσ απεκριθη αυτω οτι πρωτη παντων των εντολων ακουε ισραηλ κυριοσ ο θεοσ ημων κυριοσ εισ εστιν 29 Jesus answered, “The greatest is: ‘Hear, Israel, the Lord our God, the Lord is one.
29 ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι πρώτη πάντων ἐντολή· ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι·
30 και αγαπησεισ κυριον τον θεον σου εξ ολησ τησ καρδιασ σου και εξ ολησ τησ ψυχησ σου και εξ ολησ τησ διανοιασ σου και εξ ολησ τησ ισχυοσ σου αυτη πρωτη εντολη 30 You shall love the Lord your God with all your heart, with all your soul, with all your mind, and with all your strength.’ This is the first commandment.
30 καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. αὕτη πρώτη ἐντολή.
31 και δευτερα ομοια αυτη αγαπησεισ τον πλησιον σου ωσ σεαυτον μειζων τουτων αλλη εντολη ουκ εστιν 31 The second is like this: ‘You shall love your neighbor as yourself.’ There is no other commandment greater than these.”
31 καὶ δευτέρα ὁμοία, αὕτη· ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι.
32 και ειπεν αυτω ο γραμματευσ καλωσ διδασκαλε επ αληθειασ ειπασ οτι εισ εστιν και ουκ εστιν αλλοσ πλην αυτου 32 The scribe said to him, “Truly, teacher, you have said well that he is one, and there is none other but he;
32 καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς, διδάσκαλε, ἐπ᾽ ἀληθείας εἶπας ὅτι εἷς ἐστι καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·
33 και το αγαπαν αυτον εξ ολησ τησ καρδιασ και εξ ολησ τησ συνεσεωσ και εξ ολησ τησ ψυχησ και εξ ολησ τησ ισχυοσ και το αγαπαν τον πλησιον ωσ εαυτον πλειον εστιν παντων των ολοκαυτωματων και θυσιων 33 and to love him with all the heart, with all the understanding, all the soul, and with all the strength, and to love his neighbor as himself, is more important than all whole burnt offerings and sacrifices.”
33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.
34 και ο ιησουσ ιδων αυτον οτι νουνεχωσ απεκριθη ειπεν αυτω ου μακραν ει απο τησ βασιλειασ του θεου και ουδεισ ουκετι ετολμα αυτον επερωτησαι 34 When Jesus saw that he answered wisely, he said to him, “You are not far from God’s Kingdom.” No one dared ask him any question after that.
34 καὶ ὁ Ἰησοῦς ἰδὼν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ· οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ· καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
35 και αποκριθεισ ο ιησουσ ελεγεν διδασκων εν τω ιερω πωσ λεγουσιν οι γραμματεισ οτι ο χριστοσ υιοσ εστιν δαυιδ 35 Jesus responded, as he taught in the temple, “How is it that the scribes say that the Christ is the son of David?
35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ· πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς Δαυΐδ ἐστι;
36 αυτοσ γαρ δαυιδ ειπεν εν πνευματι αγιω λεγει ο κυριοσ τω κυριω μου καθου εκ δεξιων μου εωσ αν θω τουσ εχθρουσ σου υποποδιον των ποδων σου 36 For David himself said in the Holy Spirit, ‘The Lord said to my Lord, “Sit at my right hand, until I make your enemies the footstool of your feet.”’
36 αὐτὸς γὰρ Δαυῒδ εἶπεν ἐν Πνεύματι Ἁγίῳ· λέγει ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
37 αυτοσ ουν δαυιδ λεγει αυτον κυριον και ποθεν υιοσ αυτου εστιν και ο πολυσ οχλοσ ηκουεν αυτου ηδεωσ 37 Therefore David himself calls him Lord, so how can he be his son?” The common people heard him gladly.
37 αὐτὸς οὖν Δαυΐδ λέγει αὐτὸν Κύριον· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστι; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
38 και ελεγεν αυτοισ εν τη διδαχη αυτου βλεπετε απο των γραμματεων των θελοντων εν στολαισ περιπατειν και ασπασμουσ εν ταισ αγοραισ 38 In his teaching he said to them, “Beware of the scribes, who like to walk in long robes, and to get greetings in the marketplaces,
38 Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς
39 και πρωτοκαθεδριασ εν ταισ συναγωγαισ και πρωτοκλισιασ εν τοισ δειπνοισ 39 and to get the best seats in the synagogues and the best places at feasts,
39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις.
40 οι κατεσθιοντεσ τασ οικιασ των χηρων και προφασει μακρα προσευχομενοι ουτοι ληψονται περισσοτερον κριμα 40 those who devour widows’ houses, and for a pretense make long prayers. These will receive greater condemnation.”
40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι! οὗτοι λήψονται περισσότερον κρῖμα.
41 και καθισασ ο ιησουσ κατεναντι του γαζοφυλακιου εθεωρει πωσ ο οχλοσ βαλλει χαλκον εισ το γαζοφυλακιον και πολλοι πλουσιοι εβαλλον πολλα 41 Jesus sat down opposite the treasury and saw how the multitude cast money into the treasury. Many who were rich cast in much.
41 Καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον.
42 και ελθουσα μια χηρα πτωχη εβαλεν λεπτα δυο ο εστιν κοδραντησ 42 A poor widow came and she cast in two small brass coins, which equal a quadrans coin.
42 καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλε λεπτὰ δύο, ὅ ἐστι κοδράντης.
43 και προσκαλεσαμενοσ τουσ μαθητασ αυτου λεγει αυτοισ αμην λεγω υμιν οτι η χηρα αυτη η πτωχη πλειον παντων βεβληκεν των βαλλοντων εισ το γαζοφυλακιον 43 He called his disciples to himself and said to them, “Most certainly I tell you, this poor widow gave more than all those who are giving into the treasury,
43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλε τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον·
44 παντεσ γαρ εκ του περισσευοντοσ αυτοισ εβαλον αυτη δε εκ τησ υστερησεωσ αυτησ παντα οσα ειχεν εβαλεν ολον τον βιον αυτησ 44 for they all gave out of their abundance, but she, out of her poverty, gave all that she had to live on.”
44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.