Saltar al texto

Mateo · Texto bizantino (Robinson-Pierpont 2018)

Mateo 18 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 εν εκεινη τη ωρα προσηλθον οι μαθηται τω ιησου λεγοντεσ τισ αρα μειζων εστιν εν τη βασιλεια των ουρανων
1 Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν;
2 και προσκαλεσαμενοσ ο ιησουσ παιδιον εστησεν αυτο εν μεσω αυτων
2 καὶ προσκαλεσάμενος ὁ Ἰησοῦς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ εἶπεν·
3 και ειπεν αμην λεγω υμιν εαν μη στραφητε και γενησθε ωσ τα παιδια ου μη εισελθητε εισ την βασιλειαν των ουρανων
3 ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
4 οστισ ουν ταπεινωσει εαυτον ωσ το παιδιον τουτο ουτοσ εστιν ο μειζων εν τη βασιλεια των ουρανων
4 ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
5 και οσ εαν δεξηται παιδιον τοιουτον εν επι τω ονοματι μου εμε δεχεται
5 καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται·
6 οσ δ αν σκανδαλιση ενα των μικρων τουτων των πιστευοντων εισ εμε συμφερει αυτω ινα κρεμασθη μυλοσ ονικοσ εισ τον τραχηλον αυτου και καταποντισθη εν τω πελαγει τησ θαλασσησ
6 ὃς δ᾽ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.
7 ουαι τω κοσμω απο των σκανδαλων αναγκη γαρ εστιν ελθειν τα σκανδαλα πλην ουαι τω ανθρωπω εκεινω δι ου το σκανδαλον ερχεται
7 Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ τὸ σκάνδαλον ἔρχεται.
8 ει δε η χειρ σου η ο πουσ σου σκανδαλιζει σε εκκοψον αυτα και βαλε απο σου καλον σοι εστιν εισελθειν εισ την ζωην χωλον η κυλλον η δυο χειρασ η δυο ποδασ εχοντα βληθηναι εισ το πυρ το αιωνιον
8 εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὰ καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ κυλλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον.
9 και ει ο οφθαλμοσ σου σκανδαλιζει σε εξελε αυτον και βαλε απο σου καλον σοι εστιν μονοφθαλμον εισ την ζωην εισελθειν η δυο οφθαλμουσ εχοντα βληθηναι εισ την γεενναν του πυροσ
9 καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστι μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.
10 ορατε μη καταφρονησητε ενοσ των μικρων τουτων λεγω γαρ υμιν οτι οι αγγελοι αυτων εν ουρανοισ δια παντοσ βλεπουσιν το προσωπον του πατροσ μου του εν ουρανοισ
10 Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
11 ηλθεν γαρ ο υιοσ του ανθρωπου σωσαι το απολωλοσ
11 ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός.
12 τι υμιν δοκει εαν γενηται τινι ανθρωπω εκατον προβατα και πλανηθη εν εξ αυτων ουχι αφεισ τα ενενηκοντα εννεα επι τα ορη πορευθεισ ζητει το πλανωμενον
12 Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφεὶς τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη, πορευθεὶς ζητεῖ τὸ πλανώμενον;
13 και εαν γενηται ευρειν αυτο αμην λεγω υμιν οτι χαιρει επ αυτω μαλλον η επι τοισ ενενηκοντα εννεα τοισ μη πεπλανημενοισ
13 καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾽ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις.
14 ουτωσ ουκ εστιν θελημα εμπροσθεν του πατροσ υμων του εν ουρανοισ ινα αποληται εισ των μικρων τουτων
14 οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων.
15 εαν δε αμαρτηση εισ σε ο αδελφοσ σου υπαγε και ελεγξον αυτον μεταξυ σου και αυτου μονου εαν σου ακουση εκερδησασ τον αδελφον σου
15 Ἐὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε [καὶ] ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου·
16 εαν δε μη ακουση παραλαβε μετα σου ετι ενα η δυο ινα επι στοματοσ δυο μαρτυρων η τριων σταθη παν ρημα
16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα.
17 εαν δε παρακουση αυτων ειπε τη εκκλησια εαν δε και τησ εκκλησιασ παρακουση εστω σοι ωσπερ ο εθνικοσ και ο τελωνησ
17 ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.
18 αμην λεγω υμιν οσα εαν δησητε επι τησ γησ εσται δεδεμενα εν τω ουρανω και οσα εαν λυσητε επι τησ γησ εσται λελυμενα εν τω ουρανω
18 Ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ.
19 παλιν αμην λεγω υμιν οτι εαν δυο υμων συμφωνησωσιν επι τησ γησ περι παντοσ πραγματοσ ου εαν αιτησωνται γενησεται αυτοισ παρα του πατροσ μου του εν ουρανοισ
19 Πάλιν ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
20 ου γαρ εισιν δυο η τρεισ συνηγμενοι εισ το εμον ονομα εκει ειμι εν μεσω αυτων
20 οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
21 τοτε προσελθων αυτω ο πετροσ ειπεν κυριε ποσακισ αμαρτησει εισ εμε ο αδελφοσ μου και αφησω αυτω εωσ επτακισ
21 Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις;
22 λεγει αυτω ο ιησουσ ου λεγω σοι εωσ επτακισ αλλ εωσ εβδομηκοντακισ επτα
22 λέγει αὐτῷ ὁ Ἰησοῦς· οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά.
23 δια τουτο ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω βασιλει οσ ηθελησεν συναραι λογον μετα των δουλων αυτου
23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ.
24 αρξαμενου δε αυτου συναιρειν προσηνεχθη αυτω εισ οφειλετησ μυριων ταλαντων
24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων.
25 μη εχοντοσ δε αυτου αποδουναι εκελευσεν αυτον ο κυριοσ αυτου πραθηναι και την γυναικα αυτου και τα τεκνα και παντα οσα ειχεν και αποδοθηναι
25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι.
26 πεσων ουν ο δουλοσ προσεκυνει αυτω λεγων κυριε μακροθυμησον επ εμοι και παντα σοι αποδωσω
26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· κύριε, μακροθύμησον ἐπ᾽ ἐμοὶ καὶ πάντα σοι ἀποδώσω.
27 σπλαγχνισθεισ δε ο κυριοσ του δουλου εκεινου απελυσεν αυτον και το δανειον αφηκεν αυτω
27 σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ.
28 εξελθων δε ο δουλοσ εκεινοσ ευρεν ενα των συνδουλων αυτου οσ ωφειλεν αυτω εκατον δηναρια και κρατησασ αυτον επνιγεν λεγων αποδοσ μοι ει τι οφειλεισ
28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις.
29 πεσων ουν ο συνδουλοσ αυτου εισ τουσ ποδασ αυτου παρεκαλει αυτον λεγων μακροθυμησον επ εμοι και αποδωσω σοι
29 πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ᾽ ἐμοὶ καὶ ἀποδώσω σοι.
30 ο δε ουκ ηθελεν αλλα απελθων εβαλεν αυτον εισ φυλακην εωσ ου αποδω το οφειλομενον
30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον.
31 ιδοντεσ δε οι συνδουλοι αυτου τα γενομενα ελυπηθησαν σφοδρα και ελθοντεσ διεσαφησαν τω κυριω εαυτων παντα τα γενομενα
31 ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα.
32 τοτε προσκαλεσαμενοσ αυτον ο κυριοσ αυτου λεγει αυτω δουλε πονηρε πασαν την οφειλην εκεινην αφηκα σοι επει παρεκαλεσασ με
32 τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με.
33 ουκ εδει και σε ελεησαι τον συνδουλον σου ωσ και εγω σε ηλεησα
33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα;
34 και οργισθεισ ο κυριοσ αυτου παρεδωκεν αυτον τοισ βασανισταισ εωσ ου αποδω παν το οφειλομενον αυτω
34 καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ.
35 ουτωσ και ο πατηρ μου ο επουρανιοσ ποιησει υμιν εαν μη αφητε εκαστοσ τω αδελφω αυτου απο των καρδιων υμων τα παραπτωματα αυτων
35 Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.
Referencias cruzadas (34)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Marcos 9:33–37; Lucas 9:46–48; Mateo 20:20–28; Lucas 22:24–27; Filipenses 2:3
  2. 2 Mateo 19:13–14; Marcos 9:36–37; 1 Reyes 3:7; Jeremías 1:7
  3. 3 Marcos 10:14–15; 1 Pedro 2:2; Mateo 19:14; 1 Corintios 14:20; Lucas 18:16–17
  4. 4 Santiago 4:10; Marcos 10:43; Lucas 14:11; Lucas 9:48; Mateo 23:11–12
  5. 5 Mateo 25:40; Juan 13:20; Marcos 9:37; Gálatas 4:14; Lucas 17:1–2
  6. 6 Marcos 9:42; Lucas 17:1–2; Mateo 18:10; 2 Tesalonicenses 1:6–9; Mateo 18:14
  7. 7 Lucas 17:1; 1 Corintios 11:19; Mateo 26:24; 1 Timoteo 4:1–3; Judas 4
  8. 8 Mateo 5:29–30; Filipenses 3:8–9; Romanos 13:12; Lucas 18:22–23; Ezequiel 18:31
  9. 9 Hechos 14:22; Mateo 18:8; Apocalipsis 21:27; Mateo 5:22; Mateo 5:29
  10. 10 Salmo 91:11; Salmo 34:7; Hebreos 1:14; Lucas 16:22; Hechos 12:7–11
  11. 12 Ezequiel 34:12; Lucas 15:4–7; Ezequiel 34:16; Isaías 53:6; Ezequiel 34:28
  12. 13 Lucas 15:5–10; Sofonías 3:17; Salmo 147:11; Lucas 15:23–24; Juan 4:34–36
  13. 14 Juan 17:12; 2 Pedro 3:9; Juan 6:39–40; Juan 10:27–30; Isaías 40:11
  14. 15 Levítico 19:17; Gálatas 6:1; Lucas 17:3–4; 2 Tesalonicenses 3:15; Colosenses 3:13
  15. 16 Deuteronomio 19:15; 2 Corintios 13:1; Juan 8:17; 1 Timoteo 5:19; Hebreos 10:28
  16. 17 2 Tesalonicenses 3:6; 1 Corintios 5:9–6:7; 2 Tesalonicenses 3:14–15; 1 Corintios 5:3–5; 2 Juan 10–11
  17. 18 Mateo 16:19; 2 Corintios 2:10; Juan 20:23; 1 Corintios 5:4–5; Apocalipsis 3:7–8
  18. 19 Mateo 7:7; 1 Juan 5:14–16; Marcos 11:24; Juan 14:13–14; Filipenses 1:19
  19. 20 1 Corintios 5:4; Apocalipsis 21:3; Mateo 28:20; Zacarías 2:5; Juan 20:26
  20. 21 Lucas 17:3–4; Mateo 18:15
  21. 22 Colosenses 3:13; Marcos 11:25; Génesis 4:24; Efesios 4:31–5:1; Mateo 6:14–15
  22. 23 Romanos 14:12; Mateo 13:24; Mateo 3:2; Mateo 13:44–45; Mateo 13:47
  23. 24 Salmo 38:4; Salmo 130:3–4; Salmo 40:12; Lucas 13:4; Lucas 16:5
  24. 25 Nehemías 5:5; 2 Reyes 4:1; Lucas 7:42; Levítico 25:39; Nehemías 5:8
  25. 26 Mateo 18:29; Lucas 7:43; Mateo 8:2; Romanos 10:3
  26. 27 Salmo 145:8; Salmo 86:15; Salmo 86:5; Nehemías 9:17; Salmo 78:38
  27. 28 Ezequiel 45:9; Mateo 20:2; Deuteronomio 15:2; Isaías 58:3; Nehemías 5:10–11
  28. 29 Mateo 6:12; Mateo 18:26; Filemón 18–19
  29. 30 1 Reyes 22:27; 1 Reyes 21:27–29
  30. 31 Romanos 12:15; Hebreos 13:3; Marcos 3:5; Jeremías 9:1; Hebreos 13:17
  31. 32 Romanos 3:19; Lucas 19:22; Mateo 25:26
  32. 33 Colosenses 3:13; Efesios 4:32–5:2; Mateo 6:12; Lucas 6:35–36; Mateo 5:44–45
  33. 34 Santiago 2:13; Mateo 5:25–26; Lucas 12:58–59; 2 Tesalonicenses 1:8–9; Apocalipsis 14:10–11
  34. 35 Mateo 6:14–15; Santiago 2:13; Lucas 6:37–38; Marcos 11:25; Mateo 6:12

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 18:7 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXXI)

    The divine lessons, which we have just heard as they were being read, warn us to gather in a stock of virtues, to fortify a Christian heart, against the offences which were predicted to come, and this from the mercy of the Lord.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Comentario 18:7 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LIX)

    "And if it must needs be that offenses come,'" (some one of our adversaries may perchance say), "why doth He lament over the world, when He ought rather to afford succor, and to stretch forth His hand in its behalf?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Cita 18:10 Irenaeus of Lyons, Against Heresies (Book I, Chapter XIV)

    The diverse sounds (he adds) are those which give form to that Æon who is without material substance and unbegotten, and these, again, are the forms which the Lord has called angels, who continually behold the face of the Father.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Cita 18:10 Augustine of Hippo, Confessions (Book XIII, Chapters XII–XV)

    Let them praise Thy Name,--those super-celestial people, Thine angels, who have no need to look up at this firmament, or by reading to attain the knowledge of Thy Word,--let them praise Thee. For they always behold Thy face, and therein read without any syllables in time what Thy eternal will willeth.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  5. Cita 18:15 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXIII)

    How then doth He say elsewhere, "Reprove, rebuke, exhort," and, "Them that sin rebuke before all?" And Christ too to Peter, "Go and tell him his fault between thee and him alone," and if he neglect to hear, add to thyself another also; and if not even so doth he yield, declare it to the church likewise?" And how hath …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)