RP2018 Texto bizantino (Robinson-Pierpont 2018) WEB World English Bible (clásica, con deuterocanónicos) PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible) 1 και αποκριθεισ ο ιησουσ παλιν ειπεν αυτοισ εν παραβολαισ λεγων 1 Jesus answered and spoke to them again in parables, saying,
1 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν αὐτοῖς ἐν παραβολαῖς λέγων·
2 ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω βασιλει οστισ εποιησεν γαμουσ τω υιω αυτου 2 “The Kingdom of Heaven is like a certain king, who made a wedding feast for his son,
2 ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ.
3 και απεστειλεν τουσ δουλουσ αυτου καλεσαι τουσ κεκλημενουσ εισ τουσ γαμουσ και ουκ ηθελον ελθειν 3 and sent out his servants to call those who were invited to the wedding feast, but they would not come.
3 καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.
4 παλιν απεστειλεν αλλουσ δουλουσ λεγων ειπατε τοισ κεκλημενοισ ιδου το αριστον μου ητοιμασα οι ταυροι μου και τα σιτιστα τεθυμενα και παντα ετοιμα δευτε εισ τουσ γαμουσ 4 Again he sent out other servants, saying, ‘Tell those who are invited, “Behold, I have prepared my dinner. My cattle and my fatlings are killed, and all things are ready. Come to the wedding feast!”’
4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· εἴπατε τοῖς κεκλημένοις· ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.
5 οι δε αμελησαντεσ απηλθον ο μεν εισ τον ιδιον αγρον ο δε εισ την εμποριαν αυτου 5 But they made light of it, and went their ways, one to his own farm, another to his merchandise;
5 οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὁ δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ·
6 οι δε λοιποι κρατησαντεσ τουσ δουλουσ αυτου υβρισαν και απεκτειναν 6 and the rest grabbed his servants, treated them shamefully, and killed them.
6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν.
7 και ακουσασ ο βασιλευσ εκεινοσ ωργισθη και πεμψασ τα στρατευματα αυτου απωλεσεν τουσ φονεισ εκεινουσ και την πολιν αυτων ενεπρησεν 7 When the king heard that, he was angry, and sent his armies, destroyed those murderers, and burned their city.
7 ἀκούσας δὲ ὁ βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε.
8 τοτε λεγει τοισ δουλοισ αυτου ο μεν γαμοσ ετοιμοσ εστιν οι δε κεκλημενοι ουκ ησαν αξιοι 8 “Then he said to his servants, ‘The wedding is ready, but those who were invited weren’t worthy.
8 τότε λέγει τοῖς δούλοις αὐτοῦ· ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι·
9 πορευεσθε ουν επι τασ διεξοδουσ των οδων και οσουσ αν ευρητε καλεσατε εισ τουσ γαμουσ 9 Go therefore to the intersections of the highways, and as many as you may find, invite to the wedding feast.’
9 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους.
10 και εξελθοντεσ οι δουλοι εκεινοι εισ τασ οδουσ συνηγαγον παντασ οσουσ ευρον πονηρουσ τε και αγαθουσ και επλησθη ο γαμοσ ανακειμενων 10 Those servants went out into the highways and gathered together as many as they found, both bad and good. The wedding was filled with guests.
10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.
11 εισελθων δε ο βασιλευσ θεασασθαι τουσ ανακειμενουσ ειδεν εκει ανθρωπον ουκ ενδεδυμενον ενδυμα γαμου 11 “But when the king came in to see the guests, he saw there a man who didn’t have on wedding clothing,
11 εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου,
12 και λεγει αυτω εταιρε πωσ εισηλθεσ ωδε μη εχων ενδυμα γαμου ο δε εφιμωθη 12 and he said to him, ‘Friend, how did you come in here not wearing wedding clothing?’ He was speechless.
12 καὶ λέγει αὐτῷ· ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη.
13 τοτε ειπεν ο βασιλευσ τοισ διακονοισ δησαντεσ αυτου ποδασ και χειρασ αρατε αυτον και εκβαλετε εισ το σκοτοσ το εξωτερον εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων 13 Then the king said to the servants, ‘Bind him hand and foot, take him away, and throw him into the outer darkness. That is where the weeping and grinding of teeth will be.’
13 τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
14 πολλοι γαρ εισιν κλητοι ολιγοι δε εκλεκτοι 14 For many are called, but few chosen.”
14 πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
15 τοτε πορευθεντεσ οι φαρισαιοι συμβουλιον ελαβον οπωσ αυτον παγιδευσωσιν εν λογω 15 Then the Pharisees went and took counsel how they might entrap him in his talk.
15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.
16 και αποστελλουσιν αυτω τουσ μαθητασ αυτων μετα των ηρωδιανων λεγοντεσ διδασκαλε οιδαμεν οτι αληθησ ει και την οδον του θεου εν αληθεια διδασκεισ και ου μελει σοι περι ουδενοσ ου γαρ βλεπεισ εισ προσωπον ανθρωπων 16 They sent their disciples to him, along with the Herodians, saying, “Teacher, we know that you are honest, and teach the way of God in truth, no matter whom you teach; for you aren’t partial to anyone.
16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων·
17 ειπε ουν ημιν τι σοι δοκει εξεστιν δουναι κηνσον καισαρι η ου 17 Tell us therefore, what do you think? Is it lawful to pay taxes to Caesar, or not?”
17 εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ;
18 γνουσ δε ο ιησουσ την πονηριαν αυτων ειπεν τι με πειραζετε υποκριται 18 But Jesus perceived their wickedness, and said, “Why do you test me, you hypocrites?
18 γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπε· τί με πειράζετε, ὑποκριταί;
19 επιδειξατε μοι το νομισμα του κηνσου οι δε προσηνεγκαν αυτω δηναριον 19 Show me the tax money.” They brought to him a denarius.
19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.
20 και λεγει αυτοισ τινοσ η εικων αυτη και η επιγραφη 20 He asked them, “Whose is this image and inscription?”
20 καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;
21 λεγουσιν αυτω καισαροσ τοτε λεγει αυτοισ αποδοτε ουν τα καισαροσ καισαρι και τα του θεου τω θεω 21 They said to him, “Caesar’s.” Then he said to them, “Give therefore to Caesar the things that are Caesar’s, and to God the things that are God’s.”
21 λέγουσιν αὐτῷ· Καίσαρος. τότε λέγει αὐτοῖς· ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.
22 και ακουσαντεσ εθαυμασαν και αφεντεσ αυτον απηλθον 22 When they heard it, they marveled, and left him and went away.
22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
23 εν εκεινη τη ημερα προσηλθον αυτω σαδδουκαιοι οι λεγοντεσ μη ειναι αναστασιν και επηρωτησαν αυτον 23 On that day Sadducees (those who say that there is no resurrection) came to him. They asked him,
23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν
24 λεγοντεσ διδασκαλε μωσησ ειπεν εαν τισ αποθανη μη εχων τεκνα επιγαμβρευσει ο αδελφοσ αυτου την γυναικα αυτου και αναστησει σπερμα τω αδελφω αυτου 24 saying, “Teacher, Moses said, ‘If a man dies, having no children, his brother shall marry his wife and raise up offspring for his brother.’
24 λέγοντες· διδάσκαλε, Μωσῆς εἶπεν, ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
25 ησαν δε παρ ημιν επτα αδελφοι και ο πρωτοσ γαμησασ ετελευτησεν και μη εχων σπερμα αφηκεν την γυναικα αυτου τω αδελφω αυτου 25 Now there were with us seven brothers. The first married and died, and having no offspring left his wife to his brother.
25 ἦσαν δὲ παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ·
26 ομοιωσ και ο δευτεροσ και ο τριτοσ εωσ των επτα 26 In the same way, the second also, and the third, to the seventh.
26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά.
27 υστερον δε παντων απεθανεν και η γυνη 27 After them all, the woman died.
27 ὕστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή.
28 εν τη ουν αναστασει τινοσ των επτα εσται γυνη παντεσ γαρ εσχον αυτην 28 In the resurrection therefore, whose wife will she be of the seven? For they all had her.”
28 ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται ἡ γυνή; πάντες γὰρ ἔσχον αὐτήν.
29 αποκριθεισ δε ο ιησουσ ειπεν αυτοισ πλανασθε μη ειδοτεσ τασ γραφασ μηδε την δυναμιν του θεου 29 But Jesus answered them, “You are mistaken, not knowing the Scriptures, nor the power of God.
29 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.
30 εν γαρ τη αναστασει ουτε γαμουσιν ουτε εκγαμιζονται αλλ ωσ αγγελοι του θεου εν ουρανω εισιν 30 For in the resurrection they neither marry nor are given in marriage, but are like God’s angels in heaven.
30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ᾽ ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ εἰσι.
31 περι δε τησ αναστασεωσ των νεκρων ουκ ανεγνωτε το ρηθεν υμιν υπο του θεου λεγοντοσ 31 But concerning the resurrection of the dead, haven’t you read that which was spoken to you by God, saying,
31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος,
32 εγω ειμι ο θεοσ αβρααμ και ο θεοσ ισαακ και ο θεοσ ιακωβ ουκ εστιν ο θεοσ θεοσ νεκρων αλλα ζωντων 32 ‘I am the God of Abraham, and the God of Isaac, and the God of Jacob’? God is not the God of the dead, but of the living.”
32 ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων.
33 και ακουσαντεσ οι οχλοι εξεπλησσοντο επι τη διδαχη αυτου 33 When the multitudes heard it, they were astonished at his teaching.
33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
34 οι δε φαρισαιοι ακουσαντεσ οτι εφιμωσεν τουσ σαδδουκαιουσ συνηχθησαν επι το αυτο 34 But the Pharisees, when they heard that he had silenced the Sadducees, gathered themselves together.
34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσε τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό,
35 και επηρωτησεν εισ εξ αυτων νομικοσ πειραζων αυτον και λεγων 35 One of them, a lawyer, asked him a question, testing him.
35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικός, πειράζων αὐτὸν καὶ λέγων·
36 διδασκαλε ποια εντολη μεγαλη εν τω νομω 36 “Teacher, which is the greatest commandment in the law?”
36 διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;
37 ο δε ιησουσ εφη αυτω αγαπησεισ κυριον τον θεον σου εν ολη καρδια σου και εν ολη ψυχη σου και εν ολη τη διανοια σου 37 Jesus said to him, “‘You shall love the Lord your God with all your heart, with all your soul, and with all your mind.’
37 ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.
38 αυτη εστιν πρωτη και μεγαλη εντολη 38 This is the first and great commandment.
38 αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή.
39 δευτερα δε ομοια αυτη αγαπησεισ τον πλησιον σου ωσ σεαυτον 39 A second likewise is this, ‘You shall love your neighbor as yourself.’
39 δευτέρα δὲ ὁμοία αὐτῇ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
40 εν ταυταισ ταισ δυσιν εντολαισ ολοσ ο νομοσ και οι προφηται κρεμανται 40 The whole law and the prophets depend on these two commandments.”
40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.
41 συνηγμενων δε των φαρισαιων επηρωτησεν αυτουσ ο ιησουσ 41 Now while the Pharisees were gathered together, Jesus asked them a question,
41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς
42 λεγων τι υμιν δοκει περι του χριστου τινοσ υιοσ εστιν λεγουσιν αυτω του δαυιδ 42 saying, “What do you think of the Christ? Whose son is he?” They said to him, “Of David.”
42 λέγων· τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; λέγουσιν αὐτῷ· τοῦ Δαυΐδ.
43 λεγει αυτοισ πωσ ουν δαυιδ εν πνευματι κυριον αυτον καλει λεγων 43 He said to them, “How then does David in the Spirit call him Lord, saying,
43 λέγει αὐτοῖς· πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων,
44 ειπεν ο κυριοσ τω κυριω μου καθου εκ δεξιων μου εωσ αν θω τουσ εχθρουσ σου υποποδιον των ποδων σου 44 ‘The Lord said to my Lord, sit on my right hand, until I make your enemies a footstool for your feet’?
44 εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
45 ει ουν δαυιδ καλει αυτον κυριον πωσ υιοσ αυτου εστιν 45 “If then David calls him Lord, how is he his son?”
45 εἰ οὖν Δαυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι;
46 και ουδεισ εδυνατο αυτω αποκριθηναι λογον ουδε ετολμησεν τισ απ εκεινησ τησ ημερασ επερωτησαι αυτον ουκετι 46 No one was able to answer him a word, neither did any man dare ask him any more questions from that day forward.
46 καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ᾽ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.