1 Εἶχε μὲν ⸀οὖν ἡ πρώτη δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν. 2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια· 3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ⸂Ἅγια Ἁγίων, 4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, 5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶν δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος. 6 Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, 7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, 8 τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν, 9 ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθʼ ⸀ἣν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα, 10 μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς, ⸀δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα. 11 Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν ⸀γενομένων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τοῦτʼ ἔστιν οὐ ταύτης τῆς κτίσεως, 12 οὐδὲ διʼ αἵματος τράγων καὶ μόσχων διὰ δὲ τοῦ ἰδίου αἵματος, εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος. 13 εἰ γὰρ τὸ αἷμα ⸂τράγων καὶ ταύρων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, 14 πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ⸀ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι. 15 Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. 16 ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου· 17 διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ ⸀μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος. 18 ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται· 19 λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ ⸀τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν ⸀μόσχων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐράντισεν, 20 λέγων· Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ θεός· 21 καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐράντισεν. 22 καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις. 23 Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας. 24 οὐ γὰρ εἰς χειροποίητα ⸂εἰσῆλθεν ἅγια Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλʼ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν· 25 οὐδʼ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατʼ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ, 26 ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· ⸀νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ⸀ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται. 27 καὶ καθʼ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις, 28 οὕτως καὶ ὁ Χριστός, ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.
Hebreos · Nuevo Testamento griego SBL
Hebreos 9 Nuevo Testamento griego SBL
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Referencias cruzadas (28)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Éxodo 25:8; Hebreos 9:10–11; Hebreos 8:2; Levítico 18:30; Levítico 22:9
- 2 Éxodo 40:4; Levítico 24:5–8; Éxodo 26:35; Éxodo 40:18–20; Éxodo 40:22–24
- 3 Éxodo 26:31–33; Mateo 27:51; Éxodo 40:21; Éxodo 40:3; 1 Reyes 8:6
- 4 Números 17:10; 2 Crónicas 5:10; Éxodo 40:3; Levítico 16:12; Éxodo 26:33
- 5 Levítico 16:2; Números 7:89; 1 Reyes 8:6–7; Éxodo 25:17–22; Salmo 99:1
- 6 Números 28:3; Éxodo 27:21; Lucas 1:8–11; 2 Crónicas 26:16–19; Daniel 8:11
- 7 Levítico 16:34; Levítico 5:18; Hebreos 7:27; Éxodo 30:10; Hebreos 10:19–20
- 8 Juan 14:6; Hebreos 3:7; Juan 10:9; Hebreos 10:19–22; Efesios 2:18
- 9 1 Pedro 3:21; Hebreos 5:1; Hebreos 10:11; Salmo 51:16–19; Romanos 5:14
- 10 Colosenses 2:16; Efesios 2:15; Hebreos 7:16; Levítico 11:2–47; Hebreos 2:5
- 11 Hebreos 9:23–24; 2 Corintios 5:1; Hechos 17:24–25; Hebreos 8:1–2; Hebreos 10:1
- 12 Hebreos 10:4; 1 Pedro 1:18–19; Hebreos 9:15; Efesios 1:7; Hebreos 9:24–26
- 13 Números 19:2–21; Levítico 16:14–16; Hechos 15:9; 1 Pedro 1:22; 2 Crónicas 30:19
- 14 Hebreos 10:22; 1 Pedro 1:19; 1 Juan 1:7; Hebreos 9:12; 1 Pedro 2:24
- 15 Romanos 3:24–26; Romanos 8:30; Hebreos 9:12; Romanos 8:28; Hebreos 10:36
- 16 Santiago 2:10; 1 Corintios 15:22
- 17 Génesis 48:21; Juan 14:27; Gálatas 3:15
- 18 Éxodo 24:3–8; Hebreos 8:7–9; Hebreos 9:22; Hebreos 9:14; Éxodo 12:22
- 19 Éxodo 24:5–11; Hebreos 9:12; Números 19:18; Hebreos 10:4; Ezequiel 36:25
- 20 Éxodo 24:8; Mateo 26:28; Hebreos 13:20; Deuteronomio 29:12; Zacarías 9:11
- 21 Levítico 8:15; Levítico 8:19; Éxodo 29:12; Éxodo 29:36; Levítico 9:18
- 22 Levítico 17:11; Levítico 6:7; Levítico 4:35; Levítico 5:18; Levítico 14:14
- 23 1 Pedro 1:19–21; Hebreos 10:4; Hebreos 9:14; Hebreos 9:9–12; Hebreos 9:24
- 24 Hebreos 9:11–12; Hebreos 12:2; Hebreos 9:23; Hebreos 8:2; Juan 16:28
- 25 Hebreos 9:12; Hebreos 9:14; Hebreos 9:7; Hebreos 9:26; Hebreos 10:19
- 26 Hebreos 9:12; Hebreos 10:4; 1 Pedro 1:20; Hebreos 1:2; Hebreos 9:14
- 27 2 Corintios 5:10; Eclesiastés 12:14; Eclesiastés 12:7; Hechos 17:31; 2 Samuel 14:14
- 28 Tito 2:13; 1 Pedro 2:24; Romanos 6:10; Isaías 25:9; 2 Timoteo 4:8
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
He has shown from the Priest, from the Priesthood, from the Covenant, that that [dispensation] was to have an end. From this point he shows it from the fashion of the tabernacle itself. How?
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)
"And the Lord," he saith, "will seek Him a man," meaning either David or the Mediator of the New Testament, who was figured in the chrism with which David also and his offspring was anointed.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
After the flood, a covenant was made with Noah: a covenant for Israel from Mount Sinai, but with water, and scarlet wool, and hyssop.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
This is Jesus Christ who came a High-Priest of the good things to come; who for the bountifulness of His Godhead imparted His own title to us all.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)