Saltar al texto

Mateo · Nuevo Testamento griego SBL

Mateo 26 Nuevo Testamento griego SBL

Read in English
Sobre SBLGNT
  • Edición académica
  • NT: Texto crítico
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2010
  • CC BY 4.0

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· 2 Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. 3 Τότε συνήχθησαν οἱ ⸀ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, 4 καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν· 5 ἔλεγον δέ· Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ. 6 Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, 7 προσῆλθεν αὐτῷ γυνὴ ⸂ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ ⸂τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου. 8 ἰδόντες δὲ οἱ ⸀μαθηταὶ ἠγανάκτησαν λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη; 9 ἐδύνατο γὰρ ⸀τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς. 10 γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ· 11 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθʼ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· 12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. 13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. 14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς 15 εἶπεν· Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. 16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ. 17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ ⸀λέγοντες Ποῦ θέλεις ⸀ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; 18 ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· Ὁ διδάσκαλος λέγει· Ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. 19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα. 20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα ⸀μαθητῶν 21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ⸂εἷς ἕκαστος · Μήτι ἐγώ εἰμι, κύριε; 23 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὁ ἐμβάψας μετʼ ἐμοῦ ⸂τὴν χεῖρα ἐν τῷ τρυβλίῳ οὗτός με παραδώσει· 24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. 25 ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν· Μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ· Σὺ εἶπας. 26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς ⸀ἄρτον καὶ ⸀εὐλογήσας ἔκλασεν καὶ ⸂δοὺς τοῖς μαθηταῖς εἶπεν· Λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου. 27 καὶ ⸀λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες, 28 τοῦτο γάρ ἐστιν τὸ αἷμά ⸀μου ⸀τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· 29 λέγω δὲ ⸀ὑμῖν οὐ μὴ πίω ἀπʼ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθʼ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. 30 καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν. 31 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ ⸀διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· 32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ⸀ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. 34 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. 35 λέγει αὐτῷ ὁ Πέτρος· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ⸀ἀπαρνήσομαι ⸀ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν. 36 Τότε ἔρχεται μετʼ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν ⸂ἐκεῖ προσεύξωμαι. 37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38 τότε λέγει ⸀αὐτοῖς Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετʼ ἐμοῦ. 39 καὶ ⸀προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπʼ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλʼ ὡς σύ. 40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετʼ ἐμοῦ; 41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. 42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· Πάτερ μου, εἰ οὐ δύναται ⸀τοῦτο ⸀παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. 43 καὶ ἐλθὼν ⸂πάλιν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44 καὶ ἀφεὶς αὐτοὺς ⸂πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν ⸀πάλιν 45 τότε ἔρχεται πρὸς τοὺς ⸀μαθητὰς καὶ λέγει αὐτοῖς· Καθεύδετε ⸀τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με. 47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετʼ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν. 49 καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν· Χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. 50 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφʼ ⸀ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. 51 καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον ⸂τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ⸀ἀπολοῦνται 53 ἢ δοκεῖς ὅτι οὐ ⸀δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ⸂ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων; 54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι; 55 ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθʼ ⸀ἡμέραν ⸂ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με. 56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον. 57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. 58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. 59 οἱ δὲ ἀρχιερεῖς ⸀καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως ⸂αὐτὸν θανατώσωσιν, 60 καὶ οὐχ εὗρον ⸂πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο⸃ 61 εἶπαν· Οὗτος ἔφη· Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν ⸀οἰκοδομῆσαι. 62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; 63 ὁ δὲ Ἰησοῦς ἐσιώπα. ⸀καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. 64 λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπʼ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 65 τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ ⸀λέγων Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν ⸀βλασφημίαν 66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἔνοχος θανάτου ἐστίν. 67 τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν 68 λέγοντες· Προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε; 69 Ὁ δὲ Πέτρος ⸂ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου· 70 ὁ δὲ ἠρνήσατο ⸀ἔμπροσθεν πάντων λέγων· Οὐκ οἶδα τί λέγεις. 71 ἐξελθόντα ⸀δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει ⸀τοῖς ἐκεῖ· ⸀Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου· 72 καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. 73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ· 74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ ⸀εὐθέως ἀλέκτωρ ἐφώνησεν· 75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ⸀ῥήματος Ἰησοῦ ⸀εἰρηκότος ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Caiaphas

    High priest

    The high priest that year, son-in-law of Annas, in whose court the council met to plot against Jesus and to whom Jesus was sent bound.

    Citado en la guía: Matthew 26:3; Matthew 26:57; Luke 3:2

  • Simon the Leper

    Host at Bethany

    The man in whose home in Bethany Jesus was anointed with perfume by a woman.

    Citado en la guía: Matthew 26:6; Mark 14:3

Lugares

  • Gethsemane

    Hoy: Slope of the Mount of Olives

    Gethsemane ('oil press') was a garden on the lower Mount of Olives. Jesus prayed here on the night of his arrest; ancient olive trees still grow on the traditional site.

    Citado en la guía: Matthew 26:36; Mark 14:32; Luke 22:44

Referencias cruzadas (75)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Mateo 7:28; Mateo 19:1
  2. 2 Marcos 14:1–2; Lucas 22:1–2; Mateo 20:18–19; Juan 13:1–2; Juan 11:55
  3. 3 Juan 18:24; Juan 11:47–53; Marcos 14:54; Salmo 2:1–2; Juan 18:28
  4. 4 Mateo 12:14; Hechos 13:10; Salmo 2:2; Génesis 3:1; Mateo 23:33
  5. 5 Mateo 27:24; Mateo 21:26; Mateo 14:5; Isaías 46:10; Marcos 14:2
  6. 6 Marcos 14:3–9; Juan 12:1–8; Lucas 7:37–39; Juan 11:1–2; Mateo 21:17
  7. 7 Juan 12:2–3; Lucas 7:46; Lucas 7:37–38; Eclesiastés 9:8; Salmo 133:2
  8. 8 Juan 12:4–6; Marcos 14:4; Éxodo 5:17; Eclesiastés 4:4; Hageo 1:2–4
  9. 9 Juan 12:5–6; Marcos 14:5; Josué 7:20–21; 1 Samuel 15:21; 1 Samuel 15:9
  10. 10 Tito 3:8; Hebreos 13:21; Tito 1:16; 2 Timoteo 2:21; Tito 3:1
  11. 11 Deuteronomio 15:11; Marcos 14:7; Juan 12:8; Juan 16:28; Juan 16:5
  12. 12 Juan 12:7; Marcos 14:8; Lucas 23:56–24:1; Marcos 16:1; 2 Crónicas 16:14
  13. 13 Marcos 14:9; Mateo 24:14; Salmo 112:6; Isaías 52:9; Salmo 98:2–3
  14. 14 Lucas 22:3–6; Mateo 10:4; Marcos 14:10–11; Mateo 26:47; Juan 6:70–71
  15. 15 Zacarías 11:12–13; Génesis 37:26–28; Éxodo 21:32; 1 Timoteo 6:9–10; 2 Pedro 2:3
  16. 16 Marcos 14:11; Lucas 22:6
  17. 17 Lucas 22:7–13; Éxodo 12:18–20; Marcos 14:12–16; Éxodo 13:6–8; Éxodo 12:6
  18. 18 Marcos 14:13–16; Juan 7:6; Juan 17:1; Juan 13:1; Juan 7:30
  19. 19 Mateo 21:6; Juan 2:5; Juan 15:14; 2 Crónicas 35:10–11; Éxodo 12:4–8
  20. 20 Marcos 14:17–21; Juan 13:21; Cantar de los Cantares 1:12; Lucas 22:14–16; Éxodo 12:11
  21. 21 Juan 13:21; Hebreos 4:13; Juan 6:70–71; Salmo 55:12–14; Apocalipsis 2:23
  22. 22 Juan 13:22–25; Lucas 22:23; Marcos 14:19–20; Juan 21:17
  23. 23 Juan 13:18; Salmo 41:9; Juan 13:26–28; Lucas 22:21
  24. 24 Lucas 24:46; Hechos 26:22–23; Daniel 9:26; Mateo 18:7; 1 Corintios 15:3
  25. 25 Mateo 26:64; Mateo 27:11; Juan 18:37; Lucas 22:70; 2 Reyes 5:25
  26. 26 1 Corintios 11:23–29; Lucas 22:18–20; 1 Corintios 10:16–17; Juan 6:33–35; Marcos 14:22–25
  27. 27 Isaías 25:6; 1 Corintios 10:16; Salmo 116:13; 1 Corintios 11:28; Isaías 55:1
  28. 28 Hebreos 10:4–14; Hebreos 9:14–22; Levítico 17:11; Mateo 20:28; Apocalipsis 7:14
  29. 29 Hebreos 12:2; Apocalipsis 7:17; Marcos 14:25; Salmo 40:3; Lucas 22:15–18
  30. 30 Efesios 5:19–20; Lucas 22:39; Mateo 21:1; Marcos 14:26–31; Lucas 21:37
  31. 31 Zacarías 13:7; Marcos 14:27–28; Juan 16:32; Ezequiel 34:5–6; Salmo 69:20
  32. 32 Mateo 28:10; Mateo 28:16; Lucas 18:33–34; Mateo 20:19; Marcos 14:28
  33. 33 Lucas 22:33; Proverbios 16:18–19; Salmo 17:5; Proverbios 20:6; Juan 13:36–38
  34. 34 Juan 13:38; Lucas 22:34; Mateo 26:75; Marcos 14:30–31
  35. 35 Juan 13:37; Romanos 11:20; Filipenses 2:12; 1 Corintios 10:12; Proverbios 28:14
  36. 36 Marcos 14:32–42; Lucas 22:39–46; Mateo 26:42; Mateo 26:39; Salmo 69:13–15
  37. 37 Mateo 4:21; Mateo 17:1; Marcos 5:37; Marcos 14:33–34; Lucas 22:44
  38. 38 Juan 12:27; 1 Pedro 3:18; 1 Pedro 2:24; Gálatas 3:13; Mateo 26:40–41
  39. 39 Juan 6:38; Filipenses 2:8; Mateo 26:42; Lucas 22:41–42; Hebreos 5:7
  40. 40 Lucas 22:45; Marcos 14:37; Mateo 26:43; Lucas 9:32; Mateo 26:38
  41. 41 Lucas 22:46; Efesios 6:18; Marcos 14:38; Mateo 6:13; Apocalipsis 16:15
  42. 42 Mateo 26:39; Marcos 14:39–40; Hebreos 4:15; Hebreos 5:7–8; Salmo 88:1–2
  43. 43 Lucas 9:32; Hechos 20:9; 1 Tesalonicenses 5:6–8; Jonás 1:6; Romanos 13:1
  44. 44 2 Corintios 12:8; Lucas 18:1; Daniel 9:17–19; Mateo 6:7
  45. 45 Juan 13:1; Marcos 14:41–42; Juan 17:1; Juan 12:27; Lucas 22:53
  46. 46 Lucas 12:50; Hechos 21:13; Lucas 9:51; Juan 14:31; 1 Samuel 17:48
  47. 47 Mateo 26:55; Hechos 1:16; Juan 18:1–11; Marcos 14:43–50; Lucas 22:47–53
  48. 48 2 Samuel 3:27; Salmo 55:20–21; 2 Samuel 20:9–10; Salmo 28:3; Marcos 14:44
  49. 49 Mateo 26:25; 1 Tesalonicenses 5:26; Lucas 7:45; 1 Samuel 10:1; Proverbios 27:6
  50. 50 Mateo 20:13; Mateo 22:12; Salmo 41:9; Lucas 22:48; 2 Samuel 16:17
  51. 51 Marcos 14:47; Juan 18:36; 2 Corintios 10:4; Lucas 22:49–51; Lucas 22:36–38
  52. 52 Génesis 9:6; Apocalipsis 13:10; Romanos 12:19; 1 Pedro 2:21–23; 1 Pedro 3:9
  53. 53 Mateo 4:11; 2 Reyes 6:17; Lucas 8:30; Daniel 7:10; Mateo 25:31
  54. 54 Zacarías 13:7; Mateo 26:24; Lucas 24:25–26; Hechos 1:16; Salmo 22:1–31
  55. 55 Marcos 12:35; Juan 8:2; Juan 18:20–21; Juan 7:28; Lucas 21:37–38
  56. 56 Zacarías 13:7; Juan 16:32; Marcos 14:50–52; 2 Timoteo 4:16; Mateo 26:31
  57. 57 Mateo 26:3; Juan 11:49; Lucas 22:54–55; Juan 18:12–14; Salmo 56:5–6
  58. 58 Juan 7:32; Juan 18:15–16; Juan 7:45; Juan 18:25
  59. 59 Deuteronomio 19:16–21; Marcos 14:55–56; Hechos 6:11–13; 1 Reyes 21:8–13; Proverbios 25:18
  60. 60 Deuteronomio 19:15; Salmo 27:12; Salmo 35:11; Marcos 14:57–59; Tito 2:8
  61. 61 Juan 2:19–21; Mateo 27:40; Marcos 15:29; Isaías 53:3; Salmo 22:6–7
  62. 62 Juan 19:9–11; Juan 18:19–24; Lucas 23:9; Mateo 27:12–14; Marcos 14:60
  63. 63 Levítico 5:1; Isaías 53:7; Mateo 16:16; Mateo 27:12; 1 Samuel 14:26
  64. 64 Daniel 7:13; Marcos 14:62; Salmo 110:1; Hebreos 1:3; Apocalipsis 1:7
  65. 65 Números 14:6; Juan 10:33; Mateo 9:3; Marcos 14:63–64; Juan 10:36
  66. 66 Juan 19:7; Hechos 7:52; Levítico 24:11–16; Hechos 13:27–28; Santiago 5:6
  67. 67 Isaías 50:6; Isaías 53:3; Mateo 27:30; Juan 18:22; Mateo 5:39
  68. 68 Lucas 22:63–65; Marcos 14:65; 1 Pedro 2:4–8; Génesis 37:19–20; Mateo 27:39–44
  69. 69 Mateo 26:71; 1 Reyes 19:13; Hechos 5:37; Juan 18:16–18; Salmo 1:1
  70. 70 1 Corintios 10:12; Apocalipsis 21:8; Mateo 26:40–43; Mateo 26:34–35; Salmo 119:115–117
  71. 71 Marcos 14:68–69; Juan 18:25–27; Lucas 22:58
  72. 72 Éxodo 20:7; Hechos 5:3–4; Isaías 48:1; Mateo 26:74; Zacarías 8:17
  73. 73 Jueces 12:6; Juan 18:26–27; Lucas 22:59–60; Nehemías 13:24
  74. 74 Apocalipsis 3:19; Mateo 10:28; 1 Corintios 16:22; Marcos 14:71–72; Juan 18:27
  75. 75 Romanos 7:18–20; Mateo 26:34; Lucas 22:31–34; Juan 13:38; Lucas 22:61–62

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 26:6 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXX)

    This woman seems indeed to be one and the same with all the evangelists, yet she is not so; but though with the three she doth seem to me to be one and the same, yet not so with John, but another person, one much to be admired, the sister of Lazarus.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  2. Cita 26:41 Polycarp of Smyrna, Epistle to the Philippians (The Epistle of Polycarp to the Philippians)

    … forsaking the vanity of many, and their false doctrines, let us return to the word which has been handed down to us from the beginning; "watching unto prayer," and persevering in fasting; beseeching in our supplications the all-seeing God "not to lead us into temptation," as the Lord has said: "The spirit truly is willing, but the flesh is weak."

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 26:38 Irenaeus of Lyons, Against Heresies (Book I, Chapter VIII)

    Her anguish, again, was indicated when He said, "My soul is exceeding sorrowful, even unto death;" her fear by the words, "Father, if it be possible, let this cup pass from Me;" and her perplexity, too, when He said, "And what I shall say, I know not."

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Cita 26:10–13 Augustine of Hippo, The City of God (Chapters 11–13)

    Our Lord Himself, too, though He was to rise again the third day, applauds, and commends to our applause, the good work of the religious woman who poured precious ointment over His limbs, and did it against His burial. And the Gospel speaks with commendation of those who were careful to take down His body from the cross, and wrap …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  5. Cita 26:41 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XIII)

    How then saith He, "Pray that ye enter not into temptation." For this cause he doth not show thee Jesus simply going up, but "led up" according to the principle of the Economy; signifying obscurely by this, that we ought not of ourselves to leap upon it, but being dragged thereto, to stand manfully.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)