1 Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. 2 ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλʼ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ. 3 καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ. 4 ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα ⸀αὐτῶν μνημονεύητε ⸁αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθʼ ὑμῶν ἤμην. 5 νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; 6 ἀλλʼ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. 7 ἀλλʼ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν ⸀γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος ⸂οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. 8 καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· 9 περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· 10 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν ⸀πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· 11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται. 12 Ἔτι πολλὰ ἔχω ⸂ὑμῖν λέγειν, ἀλλʼ οὐ δύνασθε βαστάζειν ἄρτι· 13 ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ⸂ἐν τῇ ἀληθείᾳ πάσῃ, οὐ γὰρ λαλήσει ἀφʼ ἑαυτοῦ, ἀλλʼ ὅσα ⸀ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. 14 ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν. 15 πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν. 16 Μικρὸν καὶ ⸀οὐκέτι θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ ⸀με. 17 εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί· ⸀Ὅτι ὑπάγω πρὸς τὸν πατέρα; 18 ἔλεγον οὖν· ⸂Τί ἐστιν τοῦτο ὃ ⸀λέγει μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ. 19 ⸀ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· Περὶ τούτου ζητεῖτε μετʼ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς ὁ δὲ κόσμος χαρήσεται· ⸀ὑμεῖς λυπηθήσεσθε, ἀλλʼ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. 21 ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. 22 καὶ ὑμεῖς οὖν ⸂νῦν μὲν λύπην ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς ⸀αἴρει ἀφʼ ὑμῶν. 23 καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ⸂ἄν τι αἰτήσητε τὸν πατέρα ⸂δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου. 24 ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη. 25 Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ⸀ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ⸀ἀπαγγελῶ ὑμῖν. 26 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν· 27 αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ ⸀θεοῦ ἐξῆλθον. 28 ἐξῆλθον ⸀ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα. 29 ⸀Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ· Ἴδε νῦν ⸀ἐν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις. 30 νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες. 31 ἀπεκρίθη ⸀αὐτοῖς Ἰησοῦς· Ἄρτι πιστεύετε; 32 ἰδοὺ ἔρχεται ὥρα ⸀καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετʼ ἐμοῦ ἐστιν. 33 ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
Juan · Nuevo Testamento griego SBL
Juan 16 Nuevo Testamento griego SBL
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Referencias cruzadas (33)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 1 Pedro 2:8; Mateo 13:21; Mateo 26:31–33; Juan 15:18–27; Mateo 24:10
- 2 Juan 9:22; Hechos 26:9–11; Romanos 10:2–3; Hechos 22:3–4; Mateo 10:28
- 3 Juan 15:21; Juan 17:25; Juan 8:19; 2 Tesalonicenses 1:8; 2 Tesalonicenses 2:10–12
- 4 Juan 14:29; Marcos 13:23; Juan 13:19; Juan 17:12–13; Mateo 9:15
- 5 Juan 13:36; Juan 7:33; Juan 16:28; Efesios 4:7–11; Juan 14:4–6
- 6 Lucas 24:17; Juan 20:11–15; Lucas 22:45; Juan 16:20–22; Juan 14:1
- 7 Juan 14:26; Juan 14:16–17; Juan 15:26; Hechos 2:33; Juan 7:39
- 8 Judas 15; Hechos 2:37; Zacarías 12:10; Hechos 16:29–30; Juan 8:9
- 9 Juan 15:22–25; Juan 12:47–48; Juan 8:23–24; Marcos 16:16; Hebreos 3:12
- 10 2 Corintios 5:21; 1 Pedro 3:18; Romanos 10:3–4; 1 Corintios 1:30; 1 Timoteo 3:16
- 11 Juan 12:31; 1 Juan 3:8; Colosenses 2:15; Hebreos 2:14; Juan 14:30
- 12 Marcos 4:33; Juan 15:15; 1 Corintios 3:1–2; Hechos 1:3; Hebreos 5:11–14
- 13 Juan 14:26; 1 Corintios 2:10–13; Juan 14:17; Juan 15:26; 1 Juan 2:27
- 14 1 Juan 4:13–14; 2 Corintios 3:14–18; Juan 15:26; Apocalipsis 19:10; 1 Corintios 12:3
- 15 Juan 17:10; Mateo 11:27; Juan 3:35; Lucas 10:22; Colosenses 1:19
- 16 Juan 7:33; Hechos 10:40–41; Juan 16:22; Juan 14:18–24; Juan 16:28
- 17 Juan 16:16; Marcos 9:32; Juan 16:5; Juan 14:5; Juan 16:19
- 18 Lucas 24:25; Hebreos 5:12; Mateo 16:9–11
- 19 Juan 14:19; Juan 16:16; Juan 16:30; Juan 13:33; Hebreos 4:13
- 20 Santiago 1:2; Mateo 5:4; Apocalipsis 7:14–17; Salmo 126:5–6; Marcos 16:10
- 21 Isaías 13:8; Salmo 113:9; 1 Tesalonicenses 5:3; Jeremías 30:6–7; Isaías 26:16–18
- 22 1 Pedro 1:8; Hechos 13:52; Juan 16:6; 2 Tesalonicenses 2:16; 1 Pedro 4:13–14
- 23 Juan 15:7; Juan 14:13–14; Mateo 21:22; Isaías 65:24; 1 Juan 5:14–16
- 24 Mateo 7:7–8; Santiago 4:2–3; Juan 15:11; Juan 16:23; 2 Tesalonicenses 2:16–17
- 25 Juan 16:12; Marcos 4:13; Juan 10:6; Juan 16:28–29; Mateo 13:34–35
- 26 Romanos 8:34; Juan 17:9; Juan 17:24; Juan 17:19; Juan 16:23
- 27 Juan 14:23; Juan 14:21; Juan 17:23; Juan 8:42; 1 Juan 4:19
- 28 Juan 13:1; Juan 13:3; Juan 8:14; Juan 14:28; Juan 17:5
- 29 Juan 16:25
- 30 Juan 21:17; Juan 17:8; Hebreos 4:13; Juan 16:17; Juan 16:27–28
- 31 Lucas 9:44–45; Juan 13:38
- 32 Zacarías 13:7; Mateo 26:31; Juan 8:29; Marcos 14:27; Juan 8:16
- 33 Juan 14:27; 1 Juan 5:4; 2 Tesalonicenses 3:16; 1 Juan 4:4; Filipenses 4:7
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
The medicine for all the wounds of the soul, and the one propitiation for the offences of men, is to believe on Christ; nor can any one be cleansed at all, whether from original sin which he derived from Adam, in whom all men have sinned, and become by nature children of wrath; or from the sins which they have …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
When the Lord Jesus had foretold His disciples the persecutions they would have to suffer after His departure, He went on to say: "And these things I said not unto you at the beginning, because I was with you; but now I go my way to Him that sent me." And here the first thing we have to look at …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)
Great is the tyranny of despondency, and much courage do we need so as to stand manfully against the feeling, and after gathering from it what is useful, to let the superfluous go.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)
… under their feet, and turn again and rend you." For the Lord Himself, although He never told a lie, yet showed that He was concealing certain truths, when He said, "I have yet many things to say unto you, but ye cannot bear them now." And the Apostle Paul, too, says: "And I, brethren, could not speak unto you as …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
For, saith He, "In sorrow thou shalt bring forth children;" and, "In the sweat of thy face shalt thou eat thy bread;" and, "In the world ye shall have tribulation." But of our state there, no such word at all is spoken, but all the contrary; that "grief and sorrow and sighing have fled away." And that "men shall come …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)