Saltar al texto

Mateo · Nuevo Testamento griego SBL

Mateo 27 Nuevo Testamento griego SBL

Read in English
Sobre SBLGNT
  • Edición académica
  • NT: Texto crítico
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2010
  • CC BY 4.0

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

1 Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· 2 καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ ⸀παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι. 3 Τότε ἰδὼν Ἰούδας ὁ ⸀παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ⸀ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν ⸀καὶ πρεσβυτέροις 4 λέγων· Ἥμαρτον παραδοὺς αἷμα ⸀ἀθῷον οἱ δὲ εἶπαν· Τί πρὸς ἡμᾶς; σὺ ⸀ὄψῃ 5 καὶ ῥίψας τὰ ἀργύρια ⸂εἰς τὸν ναὸν ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο. 6 οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν· 7 συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις. 8 διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον. 9 τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, 10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος. 11 Ὁ δὲ Ἰησοῦς ⸀ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ⸀ἔφη Σὺ λέγεις. 12 καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων ⸀καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο. 13 τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν; 14 καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν. 15 Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον. 16 εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον ⸀Ἰησοῦν Βαραββᾶν. 17 συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, ⸂Ἰησοῦν τὸν Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον χριστόν; 18 ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. 19 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατʼ ὄναρ διʼ αὐτόν. 20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. 21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν· ⸀Τὸν Βαραββᾶν. 22 λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν; ⸀λέγουσιν πάντες· Σταυρωθήτω. 23 ὁ ⸀δὲ ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· Σταυρωθήτω. 24 Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ⸀ἀπέναντι τοῦ ὄχλου λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ ⸀αἵματος τούτου· ὑμεῖς ὄψεσθε. 25 καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν· Τὸ αἷμα αὐτοῦ ἐφʼ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. 26 τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ. 27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπʼ αὐτὸν ὅλην τὴν σπεῖραν. 28 καὶ ἐκδύσαντες αὐτὸν ⸂χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ, 29 καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ ⸂τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ⸂ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ⸀ἐνέπαιξαν αὐτῷ λέγοντες· Χαῖρε, ⸀βασιλεῦ τῶν Ἰουδαίων, 30 καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. 31 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. 32 Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστιν ⸂Κρανίου Τόπος λεγόμενος, 34 ἔδωκαν αὐτῷ πιεῖν ⸀οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ⸀ἠθέλησεν πιεῖν. 35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον, 36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων. 38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. 39 οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν 40 καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, ⸀κατάβηθι ἀπὸ τοῦ σταυροῦ. 41 ὁμοίως ⸀καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ ⸀πρεσβυτέρων ἔλεγον· 42 Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· ⸀βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπʼ ⸀αὐτόν 43 πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω ⸀νῦν εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι υἱός. 44 τὸ δʼ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες ⸀σὺν αὐτῷ ὠνείδιζον αὐτόν. 45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. 46 περὶ δὲ τὴν ἐνάτην ὥραν ⸀ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· ⸂Ἠλὶ ἠλὶ λεμὰ σαβαχθάνι; τοῦτʼ ἔστιν· Θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες; 47 τινὲς δὲ τῶν ἐκεῖ ⸀ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. 48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. 49 οἱ δὲ λοιποὶ ⸀ἔλεγον Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων ⸀αὐτόν 50 ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα. 51 καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ⸂ἀπʼ ἄνωθεν ἕως κάτω εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, 52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ⸀ἠγέρθησαν 53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. 54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετʼ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ ⸀γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς ⸂θεοῦ υἱὸς ἦν οὗτος. 55 Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· 56 ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ ⸀Ἰωσὴφ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου. 57 Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ⸀ἐμαθητεύθη τῷ Ἰησοῦ· 58 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ⸀ἀποδοθῆναι 59 καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν ⸀αὐτὸ σινδόνι καθαρᾷ, 60 καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. 61 ἦν δὲ ἐκεῖ ⸀Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου. 62 Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον 63 λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι· 64 κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ ⸀αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ· Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. 65 ⸀ἔφη αὐτοῖς ὁ Πιλᾶτος· Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. 66 οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Barabbas

    Prisoner released instead of Jesus

    A notorious prisoner, an insurrectionist, whom the crowd chose to be released rather than Jesus.

    Citado en la guía: Matthew 27:16; Matthew 27:17; Mark 15:7

  • Joseph of Arimathea

    Disciple who buried Jesus

    A rich man and member of the council from the Judean town of Arimathea, a disciple of Jesus (secretly, for fear of the Jews), who asked Pilate for the body and laid it in a new…

    Citado en la guía: Matthew 27:57; Mark 15:43; Luke 23:50

  • Joses

    Son of Mary at the cross

    Named in Mark 15:40 and 15:47 (Joses; Joseph in Matthew 27:56) as a son of the Mary who watched the crucifixion; the text does not identify him with Joses the brother of Jesus in…

    Citado en la guía: Matthew 27:56; Mark 15:40

  • Mary

    Mother of James and Joses

    A woman who followed Jesus from Galilee and was at the cross, called the mother of James the younger and of Joses (Joseph) and seen at the burial and at the tomb; the text does…

    Citado en la guía: Matthew 27:56; Mark 15:40; Mark 15:47

  • Mary Magdalene

    Disciple, witness of the resurrection

    A woman from whom seven demons had gone out, who followed and supported Jesus from Galilee, stood by the cross, saw the burial, and was the first to see the empty tomb and the…

    Citado en la guía: Matthew 27:56; Luke 8:2; John 19:25

  • Pontius Pilate

    Governor of Judea

    Roman governor of Judea who questioned Jesus, found no guilt in Him, released Barabbas, and gave Him up to be crucified and permitted Joseph of Arimathea to take the body.

    Citado en la guía: Matthew 27:2; Luke 3:1; John 18:38

  • Simon of Cyrene

    Carried the cross of Jesus

    A man from Cyrene coming in from the country whom the soldiers forced to carry the cross of Jesus; Mark calls him the father of Alexander and Rufus.

    Citado en la guía: Matthew 27:32; Mark 15:21; Luke 23:26

Referencias cruzadas (61)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Marcos 15:1; Juan 18:28; Salmo 2:2; Lucas 22:66; Miqueas 2:1
  2. 2 Hechos 3:13; Mateo 20:19; 1 Timoteo 6:13; Lucas 13:1; Lucas 20:20
  3. 3 2 Corintios 7:10; Job 20:15–29; Lucas 22:47–48; Lucas 22:2–6; Job 20:5
  4. 4 Jeremías 26:15; Lucas 16:25–26; Lucas 23:22; Tito 1:16; 2 Reyes 24:4
  5. 5 Hechos 1:18–19; 2 Samuel 17:23; Salmo 55:23; Lucas 1:9; Lucas 1:21
  6. 6 Lucas 6:7–9; Deuteronomio 23:18; Isaías 61:8; Juan 18:28; Mateo 23:24
  7. 8 Hechos 1:19; Mateo 28:15; 2 Crónicas 5:9; Josué 4:9; Deuteronomio 34:6
  8. 9 Zacarías 11:12–13; Levítico 27:2–7; Mateo 1:22
  9. 10 Zacarías 11:13
  10. 11 Lucas 23:2–3; Marcos 15:2–5; Mateo 26:25; Juan 18:29–38; Marcos 14:62
  11. 12 Mateo 26:63; Isaías 53:7; Mateo 27:14; Marcos 15:3–5; Hechos 8:32
  12. 13 Mateo 26:62; Hechos 22:24; Juan 18:35
  13. 14 Isaías 8:18; 1 Corintios 4:9; Salmo 71:7; Zacarías 3:8
  14. 15 Mateo 26:5; Juan 18:38–40; Lucas 23:16; Juan 19:16; Hechos 24:27
  15. 16 Marcos 15:7; Lucas 23:18–19; Lucas 23:25; Juan 18:40; Hechos 3:14
  16. 17 1 Reyes 18:21; Juan 19:15; Marcos 15:9–12; Josué 24:15; Mateo 27:21–22
  17. 18 Proverbios 27:4; Hechos 5:17; Marcos 15:10; Génesis 37:11; Hechos 13:45
  18. 19 Zacarías 9:9; Proverbios 29:1; 1 Pedro 2:22; Mateo 27:24; Lucas 23:47
  19. 20 Juan 19:15–16; Hechos 3:14–15; Marcos 15:11; Juan 18:40; Lucas 23:18–20
  20. 22 Isaías 53:2–3; Juan 19:14–15; Marcos 15:12–14; Isaías 49:7; Hechos 13:38
  21. 23 Génesis 37:18–19; Hechos 7:57; Hechos 23:12–15; Hechos 22:22–23; Hechos 17:5–7
  22. 24 Mateo 27:4; 2 Corintios 5:21; Salmo 26:6; Juan 19:4; Job 9:30–31
  23. 25 Josué 2:19; Hechos 5:28; Hechos 7:52; 1 Tesalonicenses 2:15–16; Deuteronomio 19:10
  24. 26 Isaías 53:5; Juan 19:1; Marcos 15:15; Isaías 50:6; Lucas 23:16
  25. 27 Juan 18:33; Juan 18:28; Hechos 10:1; Marcos 15:16–20; Hechos 23:35
  26. 28 Marcos 15:17; Lucas 23:11; Juan 19:2–5
  27. 29 Isaías 53:3; Mateo 20:19; Marcos 15:18; Salmo 69:19–20; Juan 19:2–3
  28. 30 Isaías 50:6; Mateo 26:67; Isaías 53:7; Marcos 15:19; Job 30:8–10
  29. 31 Isaías 53:7; 1 Reyes 21:10; Mateo 21:39; Hebreos 13:12; Hechos 7:58
  30. 32 Marcos 15:21; Lucas 23:26; Mateo 16:24; Hechos 6:9; Hechos 2:10
  31. 33 Juan 19:17–19; Marcos 15:22–32; Lucas 23:44; Marcos 15:34; Juan 19:23–24
  32. 34 Salmo 69:21; Marcos 15:23; Mateo 27:48; Juan 19:28–30
  33. 35 Salmo 22:18; Marcos 15:24–32; Juan 19:23–24; Lucas 23:34; Hechos 4:10
  34. 36 Mateo 27:54; Marcos 15:39; Marcos 15:44
  35. 37 Juan 19:19–22; Marcos 15:26; Lucas 23:38
  36. 38 Juan 19:18; Juan 19:31–35; Lucas 23:39–43; Mateo 27:44; Marcos 15:27
  37. 39 Salmo 109:25; Lamentaciones 1:12; Salmo 31:11–13; Salmo 22:17; Lamentaciones 2:15–17
  38. 40 Mateo 26:61; Mateo 4:3; Mateo 4:6; Juan 2:19–22; Mateo 26:63–64
  39. 41 Salmo 35:26; Isaías 28:22; Marcos 15:31–32; Lucas 23:35; Zacarías 11:8
  40. 42 Juan 1:49; Mateo 27:37; Hechos 4:14; Lucas 19:38; Juan 12:13
  41. 43 Salmo 22:8; Juan 10:36; Salmo 71:11; Salmo 14:6; Juan 5:17–25
  42. 44 Mateo 27:38; Marcos 15:32; Lucas 23:39–43; Salmo 35:15; Job 30:7–9
  43. 45 Amós 8:9; Marcos 15:33–34; Isaías 50:3; Lucas 23:44–45; Apocalipsis 9:2
  44. 46 Salmo 22:1; Hebreos 5:7; Isaías 53:10; Marcos 15:34; Salmo 71:11
  45. 47 Malaquías 4:5; Marcos 15:35–36; Mateo 11:14
  46. 48 Salmo 69:21; Juan 19:29–30; Lucas 23:36; Mateo 27:34
  47. 50 Juan 19:30; Isaías 53:9–12; Salmo 22:14–15; Lucas 23:46; Hebreos 9:14
  48. 51 Hebreos 10:19–22; Marcos 15:38; Hebreos 6:19; Lucas 23:45; Apocalipsis 11:19
  49. 52 Isaías 26:19; 1 Tesalonicenses 4:14; 1 Corintios 15:20; Juan 5:25–29; Daniel 12:2
  50. 54 Mateo 27:36; Marcos 15:39; Mateo 27:43; Romanos 1:4; Lucas 23:47–49
  51. 55 Lucas 8:2–3; Lucas 23:48–49; Juan 19:25–27; Lucas 23:27–28
  52. 56 Juan 19:25; Marcos 15:47–16:1; Marcos 16:9; Mateo 28:1; Juan 20:1
  53. 57 Juan 19:38–42; Marcos 15:42–47; Lucas 23:50–56
  54. 58 Marcos 15:44–46; Lucas 23:52–53
  55. 60 Isaías 53:9; Mateo 27:66; Mateo 28:2; Lucas 24:2; Marcos 16:3–4
  56. 61 Mateo 27:56; Mateo 28:1
  57. 62 Marcos 15:42; Juan 19:14; Juan 19:42; Mateo 26:17; Mateo 27:1–2
  58. 63 Lucas 9:22; Mateo 16:21; Marcos 10:34; Marcos 8:31; Lucas 18:33
  59. 64 Mateo 28:13
  60. 65 Mateo 27:66; Mateo 28:11–15; Salmo 76:10; Proverbios 21:30
  61. 66 Daniel 6:17; Mateo 27:60; Mateo 28:2; 2 Timoteo 2:19; Mateo 28:11

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 27:11 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXXVI)

    Seest thou what He is first asked? which thing most of all they were continually bringing forward in every way? For since they saw Pilate making no account of the matters of the law, they direct their accusation to the state charges.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  2. Cita 27:34 Augustine of Hippo, The City of God (Book XVII, Chapter 19)

    For when the things which pertain to His passion are prophetically spoken there also in the person of Christ, that is mentioned which is unfolded in the Gospel: "They gave me gall for my meat; and in my thirst they gave me vinegar for drink." And as it were after such a feast and dainties in this way given to …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Cita 27:63 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XLIII)

    For as to their being aware of it, they say to Pilate, "That deceiver said," these are their words, "while He was yet alive, After three days I will rise again;" and yet we know His disciples were ignorant of this; even as they had been beforehand more void of understanding than these: wherefore also these became self-condemned.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 27:24 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XIII)

    take for a witness Pilate himself, who gave sentence upon Him, saying, I find no fault in this Man: and when he gave Him up, and had washed his hands, he said, I am innocent of the blood of this just person.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Cita 27:51 Gregory of Nazianzus, Theological Orations (The Third Theological Oration)

    He lays down His life, but He has power to take it again; and the veil is rent, for the mysterious doors of Heaven are opened; the rocks are cleft, the dead arise. He dies, but He gives life, and by His death destroys death.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)