Saltar al texto

Lucas · Textus Receptus (cotejo de Boyd)

Lucas 23 Textus Receptus (cotejo de Boyd)

Read in English
Sobre TR
  • Traductor individual
  • NT: Textus Receptus
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2022
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν, ἤγαγεν αὐτὸν ἐπὶ τὸν Πιλάτον. 2 Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ, λέγοντες, Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος, καὶ κωλύοντα Καίσαρι φόρους διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι. 3 Ὁ δὲ Πιλάτος ἐπηρώτησεν αὐτόν, λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη, Σὺ λέγεις. 4 Ὁ δὲ Πιλάτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους, Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. 5 Οἱ δὲ ἐπίσχυον, λέγοντες ὅτι Ἀνασείει τὸν λαόν, διδάσκων καθ᾿ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. 6 Πιλάτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι. 7 Καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. 8 Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ θέλων ἐξ ἱκανοῦ ἰδεῖν αὐτόν, διὰ τὸ ἀκούειν πολλὰ περὶ αὐτοῦ· καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ᾿ αὐτοῦ γινόμενον. 9 Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10 Εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, εὐτόνως κατηγοροῦντες αὐτοῦ. 11 Ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπράν, ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. 12 Ἐγένοντο δὲ φίλοι ὅ τε Πιλάτος καὶ ὁ Ἡρῴδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾿ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς. 13 Πιλάτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν, 14 εἶπε πρὸς αὐτούς, Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον, ὡς ἀποστρέφοντα τὸν λαόν· καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾿ αὐτοῦ· 15 ἀλλ᾿ οὐδὲ Ἡρῴδης· ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν, καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ. 16 Παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 17 Ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. 18 Ἀνέκραξαν δὲ παμπληθεί, λέγοντες, Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν· 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς φυλακήν. 20 Πάλιν οὖν ὁ Πιλάτος προσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21 Οἱ δὲ ἐπεφώνουν, λέγοντες, Σταύρωσον, σταύρωσον αὐτόν. 22 Ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς, Τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23 Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι· καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων. 24 Ὁ δὲ Πιλάτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν. 25 Ἀπέλυσε δὲ αὐτοῖς τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακήν, ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν. 26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου τοῦ ἐρχομένου ἀπ᾿ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρόν, φέρειν ὄπισθεν τοῦ Ἰησοῦ. 27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28 Στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπε, Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾿ ἐμέ, πλὴν ἐφ᾿ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. 29 Ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι, Μακάριαι αἱ στεῖραι, καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν. 30 Τότε ἄρξονται λέγειν τοῖς ὄρεσι, Πέσετε ἐφ᾿ ἡμᾶς· καὶ τοῖς βουνοῖς, Καλύψατε ἡμᾶς. 31 Ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται; 32 Ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι. 33 Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν, καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν. 34 Ὁ δὲ Ἰησοῦς ἔλεγε, Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ, ἔβαλον κλῆρον. 35 Καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς, λέγοντες, Ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστός, ὁ τοῦ Θεοῦ ἐκλεκτός. 36 Ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόμενοι καὶ ὄξος προσφέροντες αὐτῷ, 37 καὶ λέγοντες, Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. 38 Ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ᾿ αὐτῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς, Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων. 39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν, λέγων, Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς. 40 Ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ, λέγων, Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; 41 Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε. 42 Καὶ ἔλεγε τῷ Ἰησοῦ, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 43 Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι, σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. 44 Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐννάτης. 45 Καὶ ἐσκοτίσθη ὁ ἥλιος, καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. 46 Καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε, Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν. 47 Ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον, ἐδόξασε τὸν Θεόν, λέγων, Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. 48 Καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον. 49 Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα. 50 Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων, ἀνὴρ ἀγαθὸς καὶ δίκαιος — 51 οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν — ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς καὶ προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ· 52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 53 Καὶ καθελὼν αὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδέπω οὐδεὶς κείμενος. 54 Καὶ ἡμέρα ἦν Παρασκευή, καὶ σάββατον ἐπέφωσκε. 55 Κατακολουθήσασαι δὲ καὶ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον, καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ. 56 Ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Joseph of Arimathea

    Disciple who buried Jesus

    A rich man and member of the council from the Judean town of Arimathea, a disciple of Jesus (secretly, for fear of the Jews), who asked Pilate for the body and laid it in a new…

    Citado en la guía: Matthew 27:57; Mark 15:43; Luke 23:50

  • Simon of Cyrene

    Carried the cross of Jesus

    A man from Cyrene coming in from the country whom the soldiers forced to carry the cross of Jesus; Mark calls him the father of Alexander and Rufus.

    Citado en la guía: Matthew 27:32; Mark 15:21; Luke 23:26

Referencias cruzadas (53)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Mateo 27:1–2; Marcos 15:1–5; Mateo 27:11–14; Lucas 22:66; Juan 18:28–38
  2. 2 Hechos 17:6–7; Lucas 23:14; Juan 19:12; Marcos 14:61–62; Lucas 22:69–70
  3. 3 Juan 1:49; 1 Timoteo 6:13; Lucas 1:32–33; Marcos 15:2; Lucas 22:70
  4. 4 Juan 18:38; 1 Pedro 1:19; 1 Pedro 2:22; Hebreos 7:26; Marcos 15:14
  5. 5 Juan 1:43; Juan 2:11; Marcos 1:14; Mateo 4:23; Juan 19:15
  6. 6 Hechos 5:37; Lucas 13:1
  7. 7 Lucas 3:1; Lucas 13:31; Mateo 14:1
  8. 8 Lucas 9:7–9; Marcos 6:14; Mateo 14:1; 2 Reyes 5:11; Hechos 8:19
  9. 9 Mateo 27:14; 1 Pedro 2:23; Lucas 13:32; Isaías 53:7; Salmo 39:9
  10. 10 Lucas 23:14–15; Lucas 11:53; Lucas 23:5; Lucas 23:2; Hechos 24:5
  11. 11 Marcos 15:16–20; Mateo 27:27–30; Isaías 53:3; Salmo 69:19–20; Juan 19:5
  12. 12 Hechos 4:27; Apocalipsis 17:13–14; Mateo 16:1; Salmo 83:4–6
  13. 13 Juan 18:38; Mateo 27:21–23; Marcos 15:14; Juan 19:4
  14. 14 Daniel 6:4; Hebreos 7:26; Lucas 23:4–5; Hechos 13:28; Mateo 27:19
  15. 16 Mateo 27:26; Lucas 23:22; Marcos 15:15; Isaías 53:5; Hechos 5:40–41
  16. 18 Hechos 21:36; Hechos 3:14; Hechos 22:22; Juan 18:39–40; Marcos 15:6–15
  17. 19 Hechos 3:14; Lucas 23:5; Lucas 23:2
  18. 20 Marcos 15:15; Mateo 14:8–9; Juan 19:12; Mateo 27:19
  19. 21 Mateo 27:22–25; Lucas 23:23; Marcos 15:13; Juan 19:15
  20. 22 Lucas 23:14; Lucas 23:20; 1 Pedro 3:18; Lucas 23:16; 1 Pedro 1:19
  21. 23 Zacarías 11:8; Salmo 57:4; Salmo 22:12–13; Lucas 23:5
  22. 24 Mateo 27:26; Proverbios 17:15; Éxodo 23:2; Marcos 15:15; Juan 19:1
  23. 25 Hechos 3:14; Marcos 15:15; Marcos 15:6–7; Mateo 27:26; Lucas 23:5
  24. 26 Mateo 27:32–44; Marcos 15:21–32; Lucas 9:23; Hechos 2:10; Lucas 14:27
  25. 27 Lucas 8:52; Lucas 8:2; Marcos 15:40; Lucas 23:55; Mateo 27:55
  26. 28 Cantar de los Cantares 8:4; Cantar de los Cantares 2:7; Cantar de los Cantares 1:5; Cantar de los Cantares 3:10; Cantar de los Cantares 5:8
  27. 29 Mateo 24:19; Lucas 21:23–24; Marcos 13:17–19; Oseas 9:12–16; Oseas 13:16
  28. 30 Apocalipsis 6:16; Oseas 10:8; Isaías 2:19; Apocalipsis 9:6
  29. 31 1 Pedro 4:17–18; Proverbios 11:31; Juan 15:6; Ezequiel 20:47–48; Ezequiel 15:2–7
  30. 32 Marcos 15:27; Isaías 53:12; Mateo 27:38; Juan 19:18; Hebreos 12:2
  31. 33 Marcos 15:22–23; Juan 19:17–18; Zacarías 12:10; Mateo 27:33–34; Deuteronomio 21:23
  32. 34 Mateo 5:44; Hechos 7:60; 1 Pedro 3:9; 1 Pedro 2:20–23; Lucas 6:27–28
  33. 35 Salmo 22:17; Isaías 42:1; 1 Pedro 2:4; Marcos 15:29–32; Mateo 12:18
  34. 36 Salmo 69:21; Mateo 27:48; Mateo 27:34; Marcos 15:36; Marcos 15:19–20
  35. 38 Mateo 27:37; Marcos 15:26; Juan 19:19–22; Lucas 23:3; Marcos 15:32
  36. 39 Mateo 27:44; Marcos 15:32; Lucas 23:35; Lucas 23:37; Lucas 17:34–35
  37. 40 Lucas 12:5; Apocalipsis 15:4; Efesios 5:11; Salmo 36:1; Jeremías 5:3
  38. 41 Levítico 26:40–41; Esdras 9:13; Mateo 27:4; 1 Pedro 1:19; Mateo 27:24
  39. 42 Romanos 10:9–14; Hechos 16:31; 1 Juan 5:11–13; 1 Corintios 6:10–11; Lucas 12:8
  40. 43 Apocalipsis 2:7; Salmo 50:15; 1 Timoteo 1:15–16; Lucas 19:10; Salmo 32:5
  41. 44 Mateo 27:45; Marcos 15:33–34; Amós 8:9; Hechos 2:20; Juan 19:14
  42. 45 Hebreos 10:19–22; Mateo 27:51; Hebreos 9:3–8; Marcos 15:38; Efesios 2:14–18
  43. 46 Salmo 31:5; Hechos 7:59; Juan 19:30; 1 Pedro 2:23; Marcos 15:34–41
  44. 47 Mateo 27:54; Marcos 15:39; Lucas 23:41; Mateo 9:8
  45. 48 Lucas 18:13; Hechos 2:37; Jeremías 31:19
  46. 49 Lucas 8:2; Salmo 38:11; Lucas 23:55; Mateo 27:55–56; Marcos 15:40–41
  47. 50 Juan 19:38–42; Hechos 11:24; Hechos 10:22; Hechos 10:2; Marcos 15:42–47
  48. 51 Lucas 2:25; Lucas 2:38; Isaías 8:12; Génesis 37:21–22; Génesis 42:21–22
  49. 52 Juan 19:38–42
  50. 53 Mateo 27:59–60; Marcos 15:46; Isaías 53:9
  51. 54 Mateo 27:62; Juan 19:31; Marcos 15:42; Juan 19:14; Juan 19:42
  52. 55 Lucas 23:49; Lucas 8:2; Mateo 27:61; Marcos 15:47
  53. 56 Lucas 24:1; Marcos 16:1; Deuteronomio 5:14; Éxodo 20:8–10; Jeremías 17:24–25

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 23:34 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XVII)

    And from this fact, that He exclaimed upon the cross, "Father, forgive them, for they know not what they do," the long-suffering, patience, compassion, and goodness of Christ are exhibited, since He both suffered, and did Himself exculpate those who had maltreated Him.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 23:34 Augustine of Hippo, The City of God (Book XVIII, Chapters 30–32)

    … be mindful of mercy." What is this but that He puts Himself for the Jews, of whose nation He was, who were troubled with great anger and crucified Christ, when He, mindful of mercy, said, "Father, forgive them, for they know not what they do? "God shall come from Teman, and the Holy One from the shady and close mountain." …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Cita 23:40 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXIII)

    … judge others, when one is chargeable with the same things." And why marvel at His establishing this law, when even the very thief knew it upon the cross, saying to the other thief, "Dost not thou fear God, seeing we are in the same condemnation;" expressing the same sentiments with Christ?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 23:41 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XIII)

    There is yet another witness of the sinlessness of Jesus,--the robber, the first man admitted into Paradise; who rebuked his fellow, and said, "We receive the due reward of our deeds; but this man hath done nothing amiss; for we were present, both thou and I, at His judgment."

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Cita 23:34 Augustine of Hippo, Our Lord's Sermon on the Mount (Book I, Chapters XXI–XXII)

    And on this account our Lord also on the cross says, "Father, forgive them; for they know not what they do:" for, not yet having become partakers of the grace of the Holy Spirit, they had not yet entered the fellowship of the holy brotherhood.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)