1 Καὶ ἀνέστη Δαυὶδ ἐκεῖθεν, καὶ ἐκάθισεν ἐν τοῖς στενοῖς Ἐνγαδδί. 2 Καὶ ἐγενήθη ὡς ἀνέστρεψε Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ ἀπηγγέλη αὐτῷ, λεγόντων, ὅτι Δαυὶδ ἐν τῇ ἐρήμῳ Ἐνγαδδί. 3 Καὶ ἔλαβε μεθʼ ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτοὺς ἐκ παντὸς Ἰσραὴλ, καὶ ἐπορεύθη ζητεῖν τὸν Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Σαδδαιέμ. 4 Καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ τῆς ὁδοῦ, καὶ ἦν ἐκεῖ σπήλαιον· καὶ Σαοὺλ εἰσῆλθε παρασκευάσασθαι, καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάθηντο. 5 Καὶ εἶπον οἱ ἄνδρες Δαυὶδ πρὸς αὐτὸν, ἰδοὺ ἡ ἡμέρα αὕτη, ἣν εἶπε Κύριος πρὸς σὲ παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου· καὶ ἀνέστη Δαυὶδ, καὶ ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος τοῦ Σαοὺλ λαθραίως. 6 Καὶ ἐγενήθη μετὰ ταῦτα, καὶ ἐπάταξε καρδία Δαυὶδ αὐτὸν, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ. 7 Καὶ εἶπε Δαυὶδ πρὸς τοὺς ἄνδρας αὐτοῦ, μηδαμῶς μοι παρὰ Κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ Κυρίου, ἐπενέγκαι χεῖρά μου ἐπʼ αὐτὸν, ὅτι χριστὸς Κυρίου ἐστὶν οὗτος. 8 Καὶ ἔπεισε Δαυὶδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις, καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θῦσαι τὸν Σαούλ· καὶ ἀνέστη Σαοὺλ καὶ κατέβη τὴν ὁδόν. 9 Καὶ ἀνέστη Δαυὶδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου· καὶ ἐβόησε Δαυὶδ ὀπίσω Σαοὺλ, λέγων, κύριε βασιλευ· καὶ ἐπέβλεψε Σαοὺλ εἰς τᾶ ὀπίσω αὐτοῦ, καὶ ἔκυψε Δαυὶδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν αὐτῷ. 10 Καὶ εἶπε Δαυὶδ πρὸς Σαοὺλ, ἱνατί ἀκούεις τῶν λόγων τοῦ λαοῦ, λεγόντων, ἰδοὺ Δαυὶδ ζητεῖ τὴν ψυχήν σου; 11 Ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑωράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέ σε Κύριος σήμερον εἰς χεῖράς μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε, καὶ ἐφεισάμην σου, καὶ εἶπα, οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου, ὅτι χριστὸς Κυρίου οὗτός ἐστι. 12 καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου, ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον, καὶ οὐκ ἀπέκτανκά σε· καὶ γνῶθι καὶ ἴδε σήμερον, ὅτι οὐκ ἔστι κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις, καὶ οὐχ ἡμάρτηκα εἰς σὲ, καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν. 13 Δικάσαι Κύριος ἀναμέσον ἐμοῦ καὶ σοῦ, καὶ ἐκδικήσαι σοι Κύριος ἐκ σου· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σὲ, 14 καθὼς λέγεται ἡ παραβολὴ ἡ ἀρχαῖα, ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ. 15 Καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ βασιλεῦ Ἰσραήλ; ὀπίσω τίνος καταδιώκεις σύ; ὀπίσω κυνὸς τεθνηκότος, καὶ ὀπίσω ψύλλου ἑνός; 16 Γένοιτο Κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον σοῦ, ἴδοι Κύριος καὶ κρίναι τὴν κρίσιν μου, καὶ δικάσαι μοι ἐκ χειρός σου. 17 Καὶ ἐγένετο, ὡς συνετέλεσε Δαυὶδ τὰ ῥήματα ταῦτα λαλῶν πρὸς Σαοὺλ, καὶ εἶπε Σαοὺλ, ἡ φωνή σου αὕτη, τέκνον Δαυίδ; καὶ ᾖρε Σαοὺλ τὴν φωνὴν αὐτοῦ, καὶ ἔκλαυσε. 18 Καὶ εἶπε Σαοὺλ πρὸς Δαυὶδ, δίκαιος σὺ ὑπὲρ ἐμὲ, ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά, ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά. 19 Καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἃ ἐποίησάς μοι ἀγαθὰ, ὡς ἀπέκλεισέ με Κύριος εἰς χεῖράς σου σήμερον, καὶ οὐκ ἀπέκτεινάς με. 20 Καὶ ὅτι εἰ εὕροι τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει, καὶ ἐκπέμψοι αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ Κύριος ἀποτίσει αὐτῷ ἀγαθὰ, καθὼς πεποίηκας σήμερον. 21 Καὶ νῦν ἰδοὺ ἐγὼ γινώσκω, ὅτι βασιλεύων βασιλεύσεις, καὶ στήσεται ἐν χειρί σου ἡ βασιλεία Ἰσραήλ. 22 Καὶ νῦν ὄμοσόν μοι ἐν Κυρίῳ, ὅτι οὐκ ἐξολοθρεύσεις τὸ σπέρμα μου ὀπίσω μοῦ, οὐκ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. 23 Καὶ ὤμοσε Δαυὶδ τῷ Σαούλ· καὶ ἀπῆλθε Σαοὺλ εἰς τὸν τόπον αὐτοῦ, καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἀνέβησαν εἰς τὴν Μεσσερὰ στενήν.
1 Samuel · Brenton's Greek Septuagint
1 Samuel 24 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
David
The shepherd who became Israel's greatest king and a man after God's own heart.
Cited in the guide: 1 Sam. 16 - 1 Kings 2; 2 Sam. 7; 1 Chron. 2:15; Matt. 1:6
Cross references (22)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 1 Samuel 23:28–29; Proverbs 29:12; Hosea 7:3; 1 Samuel 23:19; Ezekiel 22:9
- 2 1 Samuel 26:2; Psalm 141:6; Psalm 104:18; 1 Samuel 13:2; Psalm 38:12
- 3 Judges 3:24; Psalm 142:1–7; Psalm 57:1–11; Psalm 141:6
- 4 1 Samuel 26:8–11; 1 Samuel 26:23; 1 Samuel 24:10; 1 Samuel 25:28–30; 1 Samuel 24:18
- 5 2 Samuel 24:10; 2 Samuel 12:9; 1 John 3:20–21; 2 Kings 22:19
- 6 2 Samuel 1:14; Romans 12:14–13:2; Job 31:29–30; 1 Samuel 26:9–11; 1 Thessalonians 5:15
- 7 Psalm 7:4; Matthew 5:44; Romans 12:17–21; 1 Samuel 25:33
- 8 1 Samuel 25:23–24; 1 Samuel 26:17; Romans 13:7; 1 Samuel 20:41; Genesis 17:3
- 9 Ecclesiastes 7:21–22; Proverbs 29:12; Psalm 101:5; 1 Samuel 26:19; Proverbs 18:8
- 10 1 Samuel 24:4; Psalm 105:15; 1 Samuel 26:8–9
- 11 1 Samuel 26:20; 1 Samuel 23:23; 1 Samuel 23:14; 1 Samuel 26:18; 2 Kings 5:13
- 12 Psalm 43:1; Judges 11:27; Psalm 35:1; Genesis 16:5; Romans 12:19
- 13 Matthew 7:20; Matthew 7:16–18; Matthew 12:33–34; Matthew 15:19
- 14 1 Samuel 26:20; 2 Samuel 9:8; 1 Samuel 17:43; 2 Samuel 16:9; 2 Samuel 3:8
- 15 Psalm 43:1; Psalm 35:1; Psalm 119:154; 1 Samuel 24:12; Micah 7:9
- 16 1 Samuel 26:17; Acts 6:10; Luke 21:15; Proverbs 15:1; Genesis 33:4
- 17 Matthew 5:44; 1 Samuel 26:21; Genesis 38:26; Romans 12:20–21; Matthew 27:4
- 18 1 Samuel 26:23; 1 Samuel 23:12; 1 Samuel 23:7; 1 Samuel 26:8; 1 Samuel 24:10
- 19 Proverbs 25:21–22; 1 Samuel 26:25; Psalm 18:20; Judges 17:2; 1 Samuel 23:21
- 20 1 Samuel 23:17; Matthew 2:3–6; 2 Samuel 3:17–18; 1 Samuel 13:14; Matthew 2:16
- 21 Genesis 21:23; 2 Samuel 21:6–8; 1 Samuel 20:14–17; Genesis 31:53; Hebrews 6:16
- 22 1 Samuel 23:29; Matthew 10:16–17; John 2:24; Proverbs 26:24–25
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
For thus it is written: "And David's heart smote him because he had taken away the skirt of his cloak." But to the men with him, who advised him to destroy Saul thus delivered up into his hands, he saith, "The Lord forbid that I should do this thing to my lord, the Lord's christ, to lay my hand upon …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
… shown: but Saul not even after their betrayal could seize David; but rather in a certain cave in that very country, when into his hands Saul had been given to slay, David spared him, and that which he had in his power he did not. But the other was seeking to do that which he had not in his power.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)