1 Καὶ Ναιμὰν ὁ ἄρχων τῆς δυνάμεως Συρίας ἦν ἀνὴρ μέγας ἐνώπιον τοῦ κυρίου αὐτοῦ, καὶ τεθαυμασμένος προσώπῳ, ὅτι ἐν ὑτῶ ἔδωκε Κύριος σωτηρίαν Συρίᾳ· καὶ ὁ ἀνὴρ ἦν δυνατὸς ἰσχύϊ, λελεπρωμένος. 2 Καὶ Συρία ἐξῆλθον μονόζωνοι, καὶ ᾐχμαλώτευσαν ἐκ γῆς Ἰσραὴλ νεάνιδα μικρὰν, καὶ ἦν ἐνώπιον τῆς γυναικὸς Ναιμάν. 3 Ἡ δὲ εἶπε τῇ κυρίᾳ αὐτῆς, ὄφελον ὁ κύριός μου ἐνώπιον τοῦ προφήτου τοῦ Θεοῦ τοῦ ἐν Σαμαρείᾳ, τότε ἀποσυνάξει αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ. 4 Καὶ εἰσῆλθε καὶ ἀπήγγειλε τῷ κυρίῳ ἑαυτῆς, καὶ εἶπεν, οὕτως καὶ οὕτως ἐλάλησεν ἡ νεᾶνις ἡ ἐκ γῆς Ἰσραήλ. 5 Καὶ εἶπε βασιλεὺς Συρίας πρὸς Ναιμὰν, δεῦρο, εἴσελθε καὶ ἐξαποστελῶ βιβλίον πρὸς βασιλέα Ἰσραήλ· καὶ ἐπορεύθη, καὶ ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ δέκα τάλαντα ἀργυρίου, καὶ ἑξακισχιλίους χρυσοῦς, καὶ δέκα ἀλλασσομένας στολὰς. 6 Καὶ ἤνεγκε τὸ βιβλίον πρὸς τὸν βασιλέα Ἰσραὴλ, λέγων, καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς σὲ, ἰδοὺ ἀπέστειλα πρὸς σὲ Ναιμὰν τὸν δοῦλόν μου, καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ. 7 Καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς Ἰσραὴλ τὸ βιβλίον, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ εἶπεν, ὁ Θεὸς ἐγὼ τοῦ θανατῶσαι καὶ ζωοποιῆσαι, ὅτι οὗτος ἀποστέλλει πρὸς μὲ ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ; ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὅτι προφασίζεται οὗτός μοι. 8 Καὶ ἐγένετο ὡς ἤκουσεν Ἐλισαιὲ, ὅτι διέῤῥηξεν ὁ βασιλεὺς Ἰσραὴλ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπέστειλε πρὸς τὸν βασιλέα Ἰσραὴλ, λέγων, ἱνατί διέῤῥηξας τὰ ἱμάτιά σου; ἐλθέτω δὴ πρὸς μὲ Ναιμὰν, καὶ γνώτω ὅτι ἐστι προφήτης ἐν Ἰσραήλ. 9 Καὶ ἦλθε Ναιμὰν ἐν ἵππῳ καὶ ἅρματι, καὶ ἔστη ἐπὶ θύρας οἴκου Ἐλισαιέ. 10 Καὶ ἀπέστειλεν Ἐλισαιὲ ἄγγελον πρὸς αὐτὸν, λέγων, πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ Ἰορδάνῃ, καὶ ἐπιστρέψει ἡ σάρξ σου σοὶ καὶ καθαρισθήσῃ. 11 Καὶ ἐθυμώθη Ναιμάν καὶ ἀπῆλθε, καὶ εἶπεν, ἰδοὺ εἶπον, πρὸς μὲ πάντως ἐξελεύσεται καὶ στήσεται, καὶ ἐπικαλέσεται ἐν ὀνόματι Θεοῦ αὐτοῦ, καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον, καὶ ἀποσυνάξει τὸ λεπρόν. 12 Οὐχὶ ἀγαθὸς Ἀβανὰ καὶ Φαρφὰρ ποταμοὶ Δαμασκοῦ ὑπὲρ πάντα τὰ ὕδατα Ἰσραὴλ; οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς, καὶ καθαρισθήσομαι; καὶ ἐξέκλινε καὶ ἀπῆλθεν ἐν θυμῷ. 13 Καὶ ἤγγισαν οἱ παῖδες αὐτοῦ, καὶ ἐλάλησαν πρὸς αὐτὸν, μέγαν λόγον ἐλάλησεν ὁ προφήτης πρὸς σέ· οὐχὶ ποιήσεις; καὶ ὅτι εἶπε πρὸς σέ, λοῦσαι καὶ καθαρίσθητι. 14 Καὶ κατέβη Ναιμὰν καὶ ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκις κατὰ τὸ ῥῆμα Ἐλισαῖε· καὶ ἐπέστρεψεν ἡ σὰρξ αὐτοῦ ὡς σὰρξ παιδαρίου μικροῦ, καὶ ἐκαθαρίσθη. 15 Καὶ ἐπέστρεψε πρὸς Ἐλισαιὲ αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ, καὶ εἶπεν, ἰδοὺ ἔγνωκα ὅτι οὐκ ἔστι Θεὸς ἐν πάσῃ τῇ γῇ, ὅτι ἀλλʼ ἢ ἐν τῷ Ἰσραήλ· καὶ νῦν λάβε τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου. 16 Καὶ εἶπεν Ἐλισαιὲ ζῇ Κύριος ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ λήψομαι· καὶ παρεβιάσατο αὐτὸν λαβεῖν, καὶ ἠπείθησε· 17 Καὶ εἶπε Ναιμὰν, καὶ εἰ μὴ, δοθήτω δὴ τῷ δούλῳ σου γόμος ζεῦγος ἡμιόνων, καὶ σύ μοι δώσεις ἐκ τῆς γῆς τῆς πυῤῥᾶς, ὅτι οὐ ποιήσει ἔτι ὁ δοῦλός σου ὁλοκαύτωμα καὶ θυσίασμα θεοῖς ἑτέροις ἀλλʼ ἢ τῷ Κυρίῳ τῷ ῥήματι τούτῳ. 18 Καὶ ἱλάσεται Κύριος τῷ δούλῳ σου ἐν τῷ εἰσπορεύεσθαι τὸν κύριόν μου εἰς οἶκον Ῥεμμὰν προσκυνῆσαι ἐκεῖ· καὶ αὐτὸς ἐπαναπαύσεται ἐπὶ τῆς χειρός μου, καὶ προσκυνήσω ἐν οἴκῳ Ῥεμμὰν ἐν τῷ προσκυνεῖν αὐτὸν ἐν οἴκῳ Ῥεμμάν· καὶ ἱλάσεται δὴ Κύριος τῷ δούλῳ σου ἐν τῷ λόγῳ τούτῳ. 19 Καὶ εἶπεν Ἐλισαιὲ πρὸς Ναιμὰν, δεῦρο εἰς εἰρήνην· καὶ ἀπῆλθεν ἀπʼ αὐτοῦ εἰς δεβραθὰ τῆς γῆς. 20 Καὶ εἶπε Γιεζὶ τὸ παιδάριον Ἐλισαιὲ, ἰδοὺ ἐφείσατο ὁ κύριός μου τοῦ Ναιμὰν τοῦ Σύρου τούτου, τοῦ μὴ λαβεῖν ἐκ χειρὸς αὐτοῦ ἃ ἐνήνοχε· ζῇ Κύριος, ὅτι εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ, καὶ λήψομαι ἀπʼ αὐτοῦ τι. 21 Καὶ ἐδίωξε Γιεζὶ ὀπίσω τοῦ Ναιμάν· καὶ εἶδεν αὐτὸν Ναιμὰν τρέχοντα ὀπίσω αὐτοῦ, καὶ ἐπέστρεψεν ἀπὸ τοῦ ἅρματος εἰς ἀπαντὴν αὐτοῦ. 22 Καὶ εἶπεν, εἰρήνη· ὁ κύριός μου ἀπεστειλέ με, λέγων, ἰδοὺ νῦν ἦλθον πρὸς μὲ δύο παιδάρια ἐξ ὄρους Ἐφραὶμ ἀπὸ τῶν υἱῶν τῶν προφητῶν· δὸς δὴ αὐτοῖς τάλαντον ἀργυρίου, καὶ δύο ἀλλασσομένας στολάς. 23 Καὶ εἶπε, λάβε διτάλαντον ἀργυρίου· καὶ ἔλαβε δύο τάλαντα ἀρλυρίον ἐν δυσὶ θυλάκοις, καὶ δύο ἀλλασσομένας στολὰς, καὶ ἔδωκεν ἐπὶ δύο παιδάρια αὐτοῦ, καὶ ᾖραν ἔμπροσθεν αὐτοῦ. 24 Καὶ ἦλθεν εἰς τὸ σκοτεινὸν, καὶ ἔλαβεν ἐκ τῶν χειρῶν αὐτῶν, καὶ παρέθετο ἐν οἴκῳ, καὶ ἐξαπέστειλε τοὺς ἄνδρας. 25 Καὶ αὐτὸς εἰσῆλθε, καὶ παρειστήκει πρὸς τὸν κύριον αὐτοῦ· καὶ εἶπε πρὸς αὐτὸν Ἐλισαιὲ, πόθεν Γιεζί; καὶ εἶπε Γιεζί, Οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα. 26 Καὶ εἶπε πρὸς αὐτὸν Ἐλισαιὲ, οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ ὅτε ἐπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συναντήν σοι; καὶ νῦν ἔλαβες τὸ ἀργύριον, καὶ νῦν ἔλαβες τὰ ἱμάτια, καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας. 27 Καὶ ἡ λέπρα Ναιμὰν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰς τὸν αἰῶνα· καὶ ἐξῆλθεν ἐκ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών.
2 Kings · Brenton's Greek Septuagint
2 Kings 5 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Gehazi
Elisha's servant, who carried messages to the Shunammite woman, took gifts from Naaman by deceit and was struck with Naaman's leprosy, and later told the king of Elisha's wonders.
Cited in the guide: 2 Kings 4:12; 2 Kings 4:31; 2 Kings 5:20
Naaman
The commander of the army of the king of Aram, a mighty man of valor with leprosy, who went to Elisha on the advice of an Israelite girl, washed seven times in the Jordan, and was…
Cited in the guide: 2 Kings 5:1; 2 Kings 5:9; 2 Kings 5:14
Places
Damascus
An ancient Aramean capital where Saul (Paul) was converted and first preached. He later escaped over its wall in a basket.
Cited in the guide: Acts 9:3; Genesis 14:15; 2 Kings 5:12
Cross references (26)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Luke 4:27; Romans 15:18; Proverbs 21:31; Numbers 12:10–12; Esther 9:4
- 2 2 Kings 6:23; 2 Kings 13:20; Psalm 123:2; 1 Samuel 13:17–18; Judges 9:34
- 3 Numbers 11:29; Acts 26:29; Luke 17:12–14; 1 Corinthians 4:8; Matthew 11:5
- 4 1 Corinthians 1:26–27; 2 Kings 7:9–11; Mark 5:19; John 1:42–46; John 4:28–29
- 5 Judges 14:12; 2 Kings 8:8–9; Ecclesiastes 2:1; Genesis 45:22; Isaiah 5:5
- 7 1 Samuel 2:6; Genesis 30:2; 1 Kings 20:7; Deuteronomy 32:39; Hosea 6:1
- 8 2 Kings 5:15; 2 Samuel 3:31; 1 Kings 17:24; 1 Kings 18:36–37; Romans 11:13
- 9 Isaiah 60:14; 2 Kings 6:32; Acts 16:37–39; Acts 16:29–30; 2 Kings 3:12
- 10 John 9:7; 1 Corinthians 6:11; Leviticus 14:7; Matthew 15:23–26; Joshua 6:4
- 11 Proverbs 13:10; John 4:48; Matthew 15:27; 1 Corinthians 1:21–25; 1 Corinthians 2:14–16
- 12 Mark 1:9; Joshua 3:15–17; 2 Kings 2:14; 2 Kings 5:17; Proverbs 19:11
- 13 2 Kings 6:21; Job 32:8–9; 2 Kings 2:12; Revelation 7:14; 2 Kings 13:14
- 14 Job 33:25; Luke 4:27; Luke 5:13; Zechariah 14:8; John 2:5
- 15 Daniel 2:47; Daniel 6:26–27; Joshua 2:9–11; 2 Kings 5:8; Isaiah 44:8
- 16 2 Kings 5:26; 2 Kings 3:14; 2 Kings 5:20; Genesis 14:22–23; 1 Kings 13:8
- 17 Acts 26:18; 1 Peter 4:3; Romans 14:1; Exodus 20:24; 2 Kings 5:12
- 18 2 Kings 7:2; 2 Kings 7:17; Jeremiah 50:20; 2 Kings 17:35; 1 Kings 19:18
- 19 1 Samuel 1:17; Mark 5:34; Exodus 4:18; Matthew 9:16–17; Luke 8:48
- 20 2 Kings 4:12; Titus 1:7; 2 Kings 6:31; 2 Kings 4:36; 2 Kings 4:31
- 21 Acts 10:25–26; 2 Kings 4:26; Luke 7:6–7; 2 Kings 9:17–22; Acts 8:31
- 22 2 Kings 5:5; Jeremiah 9:5; John 8:44; Revelation 21:8; Acts 5:3–4
- 23 2 Kings 5:16; 2 Kings 2:17; Isaiah 30:6; Luke 11:54; 1 Kings 20:7
- 24 1 Kings 21:16; Joshua 7:21; Joshua 7:1; Joshua 7:11–12; Habakkuk 2:6
- 25 2 Kings 5:22; Proverbs 30:20; Acts 5:3–4; Ezekiel 33:31; John 13:26–30
- 26 Colossians 2:5; 1 Corinthians 5:3; 2 Kings 6:12; Acts 20:35; 2 Kings 5:16
- 27 Exodus 4:6; Numbers 12:10; 2 Kings 15:5; Joshua 7:25; 2 Kings 5:1
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
For, following the Septuagint version, these are the prophet's words: "Did not my heart go with thee, when the man came out of his chariot to meet thee, and thou tookedst his gifts?" Or, as the presbyter Jerome rendered it from the Hebrew, "Was not my heart present when the man turned from his chariot to meet thee?" The prophet …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
"For I thought," saith he, "he will surely come out, and will lay on his hand." For in truth they who are more or less dull of temper, require sight and sensible things.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
And when he came, Elisseus asked him; and like Peter, when he said, Tell me whether ye sold the land for so much? he also enquires, Whence comest thou, Gehazi?
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)