1 Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους, ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμὸν, λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς. 2 Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, στόμα δὲ ἀφρόνων ἀναγγέλλει κακά. 3 Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου σκοπεύουσι κακούς τε καὶ ἀγαθούς. 4 Ἴασις γλώσσης δένδρον ζωῆς, ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος. 5 Ἄφρων μυκτηρίζει παιδείαν πατρὸς, ὁ δὲ φυλάσσων ἐντολὰς, πανουργότερος· ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλὴ, οἱ δὲ ἀσεβεῖς ὁλόῤῥιζοι ἐκ γῆς ἀπολοῦνται. 6 Οἴκοις δικαίων ἰσχὺς πολλή, καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται. 7 Χείλη σοφῶν δέδεται αἰσθήσει, καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς. 8 Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ, εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρʼ αὐτῷ. 9 Βδέλυγμα Κυρίῳ ὁδοὶ ἀσεβοῦς, διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ. 10 Παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων, οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς. 11 Ἅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ Κυρίῳ· πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων; 12 Οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν, μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει. 13 Καρδίας εὐφραινομένης πρόσωπον θάλλει, ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει. 14 Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν, στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά. 15 Πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακὰ, οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσι διαπαντός. 16 Κρεῖσσον μικρὰ μερὶς μετὰ φόβου Κυρίου, ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας. 17 Κρείσσων ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν, ἢ παράθεσις μόσχων μετὰ ἔχθρας. 18 Ἀνὴρ θυμώδης παρασκευάζει μάχας· μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπρᾳΰνει· 18a μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις, ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον. 19 Ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις, αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι. 20 Υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ. 21 Ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται. 22 Ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια, ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή. 23 Οὐ μὴ ὑπακούσει ὁ κακὸς αὐτῇ, οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ. 24 Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ. 25 Οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἐστήρισε δὲ ὅριον χήρας. 26 Βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος, ἁγνῶν δὲ ῥήσεις σεμναί. 27 Ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης, ὁ δὲ μισῶν δώρων λήψεις σώζεται· 27a ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι, τῷ δὲ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. 28 Καρδίαι δικαίων μελετῶσι πίστεις, στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά· 28a δεκταὶ παρὰ Κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων, διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται. 29 Μακρὰν ἀπέχει ὁ Θεὸς ἀπὸ ἀσεβῶν, εὐχαῖς δὲ δικαίων ἐπακούει· 29a κρείσσων ὀλίγη λῆψις μετὰ δικαιοσύνης, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας. 29b Καρδία ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ τοῦ Θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ. 30 Θεωρῶν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν, φημη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ. 32 Ὃς ἀπωθεῖται παιδείαν, μισεῖ ἑαυτὸν· ὁ δὲ τηρῶν ἐλέγχους, ἀγαπᾷ ψυχὴν αὐτοῦ. 33 Φόβος Κυρίου παιδεία καὶ σοφία, καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ.
Proverbs · Brenton's Greek Septuagint
Proverbs 15 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
There is no verse 31 in this translation; the verses after it keep their usual numbers.
Cross references (37)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Proverbs 10:12; Proverbs 25:15; Proverbs 15:18; Proverbs 29:22; Proverbs 28:25
- 2 Proverbs 12:23; Proverbs 15:28; Proverbs 13:16; Ecclesiastes 10:12–13; Psalm 45:1
- 3 Hebrews 4:13; Jeremiah 16:17; Jeremiah 23:24; 2 Chronicles 16:9; Proverbs 5:21
- 4 Proverbs 16:24; Proverbs 12:18; Proverbs 18:8; Proverbs 3:18; Malachi 4:2
- 5 Proverbs 15:31–32; Proverbs 13:18; Proverbs 13:1; Proverbs 19:20; 1 Chronicles 28:20
- 6 Proverbs 8:21; Proverbs 21:20; Proverbs 10:22; Psalm 112:3; Proverbs 16:8
- 7 Matthew 12:34; Ephesians 4:29; James 3:6; Proverbs 10:20–21; Matthew 10:27
- 8 Proverbs 15:29; 1 Chronicles 29:17; Proverbs 21:27; Proverbs 28:9; Isaiah 1:10–15
- 9 1 Timothy 6:11; Proverbs 21:21; Jeremiah 44:4; Matthew 7:13; Hosea 6:3
- 10 Proverbs 12:1; Proverbs 10:17; Proverbs 13:1; John 3:20; John 7:7
- 11 Psalm 44:21; Psalm 139:8; Hebrews 4:13; 2 Chronicles 6:30; Job 26:6
- 12 Amos 5:10; Job 21:14; Proverbs 9:7–8; 2 Timothy 4:3; John 7:7
- 13 Proverbs 17:22; John 14:1; Proverbs 12:25; Proverbs 18:14; Proverbs 15:15
- 14 Proverbs 9:9; Isaiah 30:10; Proverbs 18:15; 2 Peter 3:18; Acts 17:11
- 15 2 Corinthians 6:10; Romans 12:12; Proverbs 15:13; Proverbs 17:22; Romans 5:11
- 16 Proverbs 16:8; Psalm 37:16; Ecclesiastes 5:10–12; 1 Timothy 6:6; Proverbs 28:6
- 17 Proverbs 17:1; Proverbs 21:19; 1 John 4:16; Psalm 133:1–3; Matthew 22:4
- 18 Matthew 5:9; Proverbs 26:21; Proverbs 15:1; Proverbs 29:22; Proverbs 14:29
- 19 Proverbs 22:5; Isaiah 35:8; Proverbs 22:13; Isaiah 30:21; Proverbs 26:13
- 20 Proverbs 29:3; Proverbs 10:1; Proverbs 23:15–16; 1 Kings 1:48; Leviticus 19:3
- 21 Ephesians 5:15; Proverbs 10:23; Proverbs 14:16; Proverbs 26:18–19; Proverbs 11:12
- 22 Proverbs 11:14; Proverbs 20:18; Ecclesiastes 8:6
- 23 Isaiah 50:4; Ephesians 4:29; Proverbs 25:11–12; Proverbs 12:14; Proverbs 16:13
- 24 Colossians 3:1–2; Psalm 16:11; Matthew 7:14; Philippians 3:20; Jeremiah 21:8
- 25 Psalm 146:9; Psalm 68:5–6; Deuteronomy 10:17–18; Proverbs 14:11; Proverbs 12:7
- 26 Proverbs 6:16–19; Jeremiah 4:14; Matthew 12:34–37; Proverbs 15:23; Psalm 37:30–31
- 27 Exodus 23:8; Proverbs 1:19; Jeremiah 17:11; Proverbs 11:29; Deuteronomy 16:19
- 28 1 Peter 3:15; Proverbs 29:11; Ecclesiastes 5:2; James 3:6–8; Proverbs 16:23
- 29 John 9:31; Psalm 145:18–19; Proverbs 15:8; 1 Peter 3:12; Psalm 34:15–17
- 30 Luke 2:10–19; Proverbs 25:25; Isaiah 58:11; Revelation 22:5; Revelation 21:23
- 32 Revelation 3:19; Proverbs 1:24–33; Proverbs 1:7; Isaiah 1:5; Proverbs 8:33–36
- 33 1 Peter 5:5; Proverbs 18:12; Proverbs 1:7; Psalm 34:11; James 4:10
- 18a Matthew 5:9; Proverbs 26:21; Proverbs 15:1; Proverbs 29:22; Proverbs 14:29
- 27a Exodus 23:8; Proverbs 1:19; Jeremiah 17:11; Proverbs 11:29; Deuteronomy 16:19
- 28a 1 Peter 3:15; Proverbs 29:11; Ecclesiastes 5:2; James 3:6–8; Proverbs 16:23
- 29a John 9:31; Psalm 145:18–19; Proverbs 15:8; 1 Peter 3:12; Psalm 34:15–17
- 29b John 9:31; Psalm 145:18–19; Proverbs 15:8; 1 Peter 3:12; Psalm 34:15–17
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences