1 Κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου, ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις. 2 Ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοὶ, ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρες. 3 Ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται πατὴρ αὐτοῦ, ὃς δὲ ποιμαίνει πόρνας ἀπολεῖ πλοῦτον. 4 Βασιλεὺς δίκαιος ἀνίστησι χώραν, ἀνὴρ δὲ παράνομος κατασκάπτει. 5 Ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φιλου δίκτυον, περιβάλλει αὐτὸ τοῖς ἑαυτοῦ ποσίν. 6 Ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγὶς, δίκαιος δὲ ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται. 7 Ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς, ὁ δὲ ἀσεβὴς οὐ νοεῖ γνῶσιν, καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων. 8 Ἄνδρες ἄνομοι ἐξέκαυσαν πόλιν, σοφοὶ δὲ ἀπέστρεψαν ὀργήν. 9 Ἀνὴρ σοφὸς κρινεῖ ἔθνη, ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ καταπτήσσει. 10 Ἄνδρες αἱμάτων μέτοχοι μισοῦσιν ὅσιον, οἱ δὲ εὐθεῖς ἐκζητήσουσι ψυχὴν αὐτοῦ. 11 Ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων, σοφὸς δὲ ταμιεύεται κατὰ μέρος. 12 Βασιλέως ὑπακούοντος λόγον ἄδικον, πάντες οἱ ὑπʼ αὐτὸν παράνομοι. 13 Δανιστοῦ καὶ χρεωφειλέτου ἀλλήλοις συνελθόντων, ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ Κύριος. 14 Βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχοὺς, ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται. 15 Πληγαὶ καὶ ἔλεγχοι διδόασι σοφίαν, παῖς δὲ πλανώμενος αἰσχύνει γονεῖς αὐτοῦ. 16 Πολλῶν ὄντων ἀσεβῶν πολλαὶγίνονται ἁμαρτίαι, οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάφοβοι γίνονται. 17 Παίδευε υἱόν σου, καὶ ἀναπαύσει σε, καὶ δώσει κόσμον τῇ ψυχῇ σου. 18 Οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ, ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστός. 19 Λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός· ἐὰν γὰρ καὶ νοήσῃ, ἀλλʼ οὐχ ὑπακούσεται. 20 Ἐὰν ἴδῃς ἄνδρα ταχὺν ἐν λόγοις, γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ὁ ἄφρων αὐτοῦ. 21 Ὃς κατασπαταλᾷ ἐκ παιδὸς, οἰκέτης ἔσται, ἔσχατον δὲ ὀδυνηθήσεται ἐφʼ ἑαυτῷ· 22 Ἀνὴρ θυμώδης ἐγείρει νεῖκος, ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίαν. 23 Ὕβρις ἄνδρα ταπεινοῖ, τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ Κύριος. 24 Ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν· ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσι, 25 φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑπεσκελίσθησαν, ὁ δὲ πεποιθὼς ἐπὶ Κυρίῳ εὐφρανθήσεται· ἀσέβεια ἀνδρὶ δίδωσι σφάλμα, ὃς δὲ πέποιθεν ἐπὶ τῷ δεσπότῃ σωθήσεται. 26 Πολλοὶ θεραπεύουσι πρόσωπα ἡγουμένων, παρὰ δὲ Κυρίου γίνεται τὸ δίκαιον ἀνδρί. 27 Βδέλυγμα δίκαιος ἀνὴρ ἀνδρὶ ἀδίκῳ, βδέλυγμα δὲ ἀνόμῳ κατευθύνουσα ὁδός.
Proverbs · Brenton's Greek Septuagint
Proverbs 29 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (26)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Proverbs 6:15; Proverbs 1:24–31; Proverbs 28:18; 1 Samuel 2:25; Zechariah 7:11–14
- 2 Proverbs 28:12; Proverbs 11:10; Proverbs 28:28; Esther 8:15; Ecclesiastes 10:5
- 3 Proverbs 27:11; Proverbs 15:20; Proverbs 10:1; Luke 15:30; Proverbs 28:7
- 4 Proverbs 29:14; Proverbs 20:8; Daniel 11:20; Micah 7:3; 2 Chronicles 9:8
- 5 Proverbs 26:24–25; Psalm 5:9; Hosea 5:1; Job 17:5; Psalm 12:2
- 6 Exodus 15:1; Ecclesiastes 9:12; 2 Timothy 2:26; Job 18:7–10; Psalm 132:16
- 7 Job 29:16; Psalm 41:1; Proverbs 21:13; Proverbs 31:8–9; Galatians 6:1
- 8 Proverbs 11:11; Jeremiah 15:1; Proverbs 16:14; James 5:15–18; James 3:5–6
- 9 Proverbs 26:4; Ecclesiastes 10:13; Matthew 7:6; Matthew 11:17–19
- 10 1 John 3:12–13; John 15:18–19; Genesis 4:5–8; 1 Samuel 22:11–23; 1 Samuel 20:31–33
- 11 Proverbs 19:11; Proverbs 12:16; Micah 7:5; Amos 5:13; Proverbs 12:23
- 12 Proverbs 20:8; 1 Samuel 22:8–23; Psalm 101:5–7; 2 Kings 10:6–7; Psalm 52:2–4
- 13 Matthew 5:45; Proverbs 22:2; Psalm 13:3; Ephesians 2:1; Leviticus 25:35–37
- 14 Proverbs 16:12; Isaiah 11:4; Proverbs 20:28; Proverbs 29:4; Psalm 72:2–4
- 15 Proverbs 10:1; Proverbs 17:25; Proverbs 29:17; Proverbs 13:24; Proverbs 22:15
- 16 Psalm 37:34; Psalm 37:36; Psalm 92:11; Psalm 58:10; Psalm 91:8
- 17 Proverbs 29:15; Proverbs 10:1; Proverbs 23:13–14; Proverbs 13:24; Proverbs 22:15
- 18 James 1:25; Luke 11:28; Hosea 4:6; John 13:17; Psalm 1:1–2
- 19 Job 19:16; Proverbs 26:3; Proverbs 30:22
- 20 James 1:19; Proverbs 26:12; Proverbs 14:29; Ecclesiastes 5:2; Proverbs 29:11
- 22 Proverbs 15:18; Proverbs 17:19; Proverbs 26:21; Proverbs 14:17; Proverbs 22:24
- 23 Matthew 23:12; Luke 14:11; Proverbs 11:2; Isaiah 66:2; James 4:6–10
- 24 Leviticus 5:1; Proverbs 8:36; Proverbs 1:11–19; Isaiah 1:23; Psalm 50:18–22
- 25 Psalm 118:8; Luke 12:4; Proverbs 18:10; Psalm 91:14; Proverbs 16:20
- 26 Proverbs 19:6; Psalm 20:9; Proverbs 19:21; Isaiah 46:9–11; Psalm 62:12
- 27 1 John 3:13; Psalm 139:21; John 15:17–19; John 15:23; John 7:7
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences