Skip to the text

Judges · Brenton's Greek Septuagint

Judges 3 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ταῦτα τὰ ἔθνη ἃ ἀφῆκε Κύριος αὐτὰ ὥστε πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραὴλ, πάντας τοὺς μὴ ἐγνωκότας τοὺς πολέμους Χαναάν. 2 Πλὴν διὰ τὰς γενεὰς υἱῶν Ἰσραὴλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά. 3 Τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων, καὶ πάντα τὸν Χαναναῖον, καὶ τὸν Σιδώνιον, καὶ τὸν Εὐαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Ἀερμὼν ἕως Λαβωεμάθ. 4 Καὶ ἐγένετο ὥστε πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραὴλ, γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς Κυρίου, ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ. 5 Καὶ οἱ υἱοὶ Ἰσραὴλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου, καὶ τοῦ Χετταίου, καὶ τοῦ Ἀμοῤῥαίου, καὶ τοῦ Φερεζαίου, καὶ τοῦ Εὐαίου, καὶ τοῦ Ἰεβουσαίου. 6 Καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας, καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν, καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν. 7 Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐναντίον Κυρίου· καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν, καὶ ἐλάτρευσαν τοῖς Βααλὶμ καὶ τοῖς ἄλσεσι. 8 Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραὴλ, καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρσαθαὶμ βασιλέως Συρίας ποταμῶν· καὶ ἐδούλευσαν οἱ υἱοὶ Ἰσραὴλ τῷ Χουσαρσαθαὶμ ἔτη ὀκτώ. 9 Καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον· καὶ ἤγειρε Κύριος σωτῆρα τῷ Ἰσραὴλ, καὶ ἔσωσεν αὐτοὺς, τὸν Γοθονιὴλ υἱὸν Κενὲζ ἀδελφοῦ Χάλεβ τὸν νεώτερον ὑπὲρ αὐτόν. 10 Καὶ ἐγένετο ἐπʼ αὐτὸν πνεῦμα Κυρίου, καὶ ἔκρινε τὸν Ἰσραήλ· καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς Χουσαρσαθαίμ· καὶ παρέδωκε Κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθαὶμ βασιλέα Συρίας ποταμῶν· καὶ ἐκραταιώθη χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθαίμ. 11 Καὶ ἡσύχασεν ἡ γῆ ἔτη τεσσαράκοντα· καὶ ἀπέθανε Γοθονιὴλ υἱὸς Κενέζ. 12 Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ ἐνίσχυσε Κύριος τὸν Ἐγλὼμ βασιλέα Μωὰβ ἐπὶ τὸν Ἰσραὴλ, διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι Κυρίου. 13 Καὶ συνήγαγε πρὸς ἑαυτὸν πάντας τοὺς υἱοὺς Ἀμμὼν καὶ Ἀμαλὴκ, καὶ ἐπορεύθη καὶ ἐπάταξε τὸν Ἰσραὴλ, καὶ ἐκληρονόμησε τὴν πόλιν τῶν φοινίκων. 14 Καὶ ἐδούλευσαν οἱ υἱοὶ Ἰσραὴλ τῷ Ἐγλὼμ βασιλεῖ Μωὰβ ἔτη δεκαοκτώ. 15 Καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον· καὶ ἤγειρεν αὐτοῖς σωτῆρα, τὸν Ἀὼδ υἱὸν Γηρὰ υἱὸν τοῦ Ἰεμενὶ ἄνδρα ἀμφοτεροδέξιον· καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Ἐγλὼμ βασιλεῖ Μωάβ. 16 Καὶ ἐποίησεν ἑαυτῷ Ἀὼδ μάχαιραν δίστομον, σπιθαμῆς τὸ μῆκος αὐτῆς· καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν αὐτοῦ τὸν δεξιόν. 17 Καὶ ἐπορεύθη, καὶ προσήνεγκε τὰ δῶρα τῷ Ἐγλὼμ βασιλεῖ Μωάβ· καὶ Ἐγλὼμ ἀνὴρ ἀστεῖος σφόδρα. 18 Καὶ ἐγένετο ἡνίκα συνετέλεσεν Ἀὼδ προσφέρων τὰ δῶρα, καὶ ἐξαπέστειλε τοὺς φέροντας τὰ δῶρα, 19 καὶ αὐτὸς ὑπέστρεψεν ἀπὸ τῶν γλυπτῶν τῶν μετὰ τῆς Γαλγάλ· καὶ εἶπεν Ἀὼδ, λόγος μοι κρύφιος πρὸς σὲ, βασιλεῦ· καὶ εἶπεν Ἐγλὼμ πρὸς αὐτὸν, σιώπα· καὶ ἐξαπέστειλεν ἀφʼ ἑαυτοῦ πάντας τοὺς ἐφεστῶτας ἐπʼ αὐτόν, 20 καὶ Ἀὼδ εἰσῆλθε πρὸς αὐτόν· καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ τῷ ἑαυτοῦ μονώτατος· καὶ εἶπεν Ἀὼδ, λόγος Θεοῦ μοι πρὸς σὲ, βασιλεῦ· καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου Ἐγλὼμ ἐγγὺς αὐτοῦ. 21 Καὶ ἐγένετο ἅμα τῷ ἀναστῆναι αὐτὸν, καὶ ἐξέτεινεν Ἀὼδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ, καὶ ἔλαβε τὴν μάχαιραν ἐπάνωθεν τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ, καὶ ἐνέπηξεν αὐτὴν ἐν τῇ κοιλίᾳ αὐτοῦ, 22 καὶ ἐπεισήνεγκε καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογὸς, καὶ ἀπέκλεισε τὸ στέαρ κατὰ τῆς φλογὸς, ὅτι οὐκ ἐξέσπασε τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ. 23 Καὶ ἐξῆλθεν Ἀὼδ τὴν προστάδα· καὶ ἐξῆλθε τοὺς διατεταγμένους, καὶ ἀπέκλεισε τὰς θύρας τοῦ ὑπερῴου κατʼ αὐτοῦ, καὶ ἐσφήνωσε. 24 Καὶ αὐτὸς ἐξῆλθε· καὶ οἱ παῖδες αὐτοῦ ἐπῆλθον καὶ εἶδον, καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἐσφηνωμέναι· καὶ εἶπαν, μήποτε ἀποκενοῖ τοὺς πόδας αὐτοῦ ἐν τῷ ταμείῳ τῷ θερινῷ; 25 Καὶ ὑπέμειναν ἕως ᾑσχύνοντο· καὶ ἰδοὺ οὐκ ἔστιν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα, καὶ ἤνοιξαν· καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς. 26 Καὶ Ἀὼδ διεσώθη ἕως ἐθορυβοῦντο, καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλθε τὰ γλυπτὰ, καὶ διεσώθη εἰς Σετειρωθά. 27 Καὶ ἐγένετο ἡνίκα ἦλθεν Ἀὼδ εἰς γῆν Ἰσραὴλ, καὶ ἐσάλπισεν ἐν κερατίνῃ ἐν τῷ ὄρει Ἐφραὶμ, καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τοῦ ὄρους, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν. 28 Καὶ εἶπε πρὸς αὐτοὺς, κατάβητε ὀπίσω μου, ὅτι παρέδωκε Κύριος ὁ Θεὸς τοὺς ἐχθροὺς ἡμῶν τὴν Μωὰβ ἐν χειρὶ ἡμῶν· καὶ κατέβησαν ὀπίσω αὐτοῦ, καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ἰορδάνου τῆς Μωὰβ, καὶ οὐκ ἀφῆκεν ἄνδρα διαβῆναι. 29 Καὶ ἐπάταξαν τὴν Μωὰβ τῇ ἡμέρᾳ ἐκείνῃ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πᾶν λιπαρὸν καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώθη ὁ ἀνήρ. 30 Καὶ ἐνετράπη Μωὰβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ χεῖρα Ἰσραὴλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη· καὶ ἔκρινεν αὐτοὺς Ἀὼδ ἕως οὗ ἀπέθανε. 31 Καὶ μετʼ αὐτὸν ἀνέστη Σαμεγὰρ υἱὸς Δινὰχ, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν· καὶ ἔσωσε καί γε αὐτὸς τὸν Ἰσραήλ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Anath

    Father of Shamgar

    Named only as the father of the judge Shamgar.

    Cited in the guide: Judges 3:31; Judges 5:6

  • Cushan-rishathaim

    Aramean king oppressing Israel

    King of Aram-naharaim into whose hand the LORD sold Israel for eight years until Othniel defeated him.

    Cited in the guide: Judges 3:8; Judges 3:10

  • Eglon

    King of Moab

    Obese king of Moab who, joined by the Ammonites and Amalekites, defeated Israel, took the City of Palms and ruled Israel eighteen years until Ehud killed him in his upper room.

    Cited in the guide: Judges 3:12; Judges 3:14; Judges 3:17

  • Ehud

    Left-handed Benjamite judge

    Left-handed Benjamite whom the LORD raised up as deliverer, who killed Eglon king of Moab with a double-edged sword and led Israel to subdue Moab, giving the land eighty years of…

    Cited in the guide: Judges 3:15; Judges 3:21; Judges 3:26

  • Gera

    Father of Ehud

    Benjamite named as the father of the judge Ehud.

    Cited in the guide: Judges 3:15

  • Kenaz

    Caleb's brother, Othniel's father

    Brother of Caleb (his younger brother, according to Judges) and father of Othniel, the first judge after Joshua.

    Cited in the guide: Joshua 15:17; Judges 1:13; Judges 3:9

  • Othniel

    First judge after Joshua

    Son of Caleb's brother Kenaz who captured Kiriath-sepher and so won Caleb's daughter Acsah as his wife, and later, with the Spirit of the LORD upon him, judged Israel and defeated…

    Cited in the guide: Joshua 15:17; Judges 1:13; Judges 3:9–11

  • Shamgar

    Judge who used an oxgoad

    Son of Anath who saved Israel by striking down six hundred Philistines with an oxgoad, and whose days are recalled in Deborah's song.

    Cited in the guide: Judges 3:31; Judges 5:6

Cross references (26)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Judges 2:21–22; Proverbs 17:3; Deuteronomy 7:22; 1 Peter 4:12; Deuteronomy 8:16
  2. 2 2 Timothy 2:3; Genesis 3:5; Genesis 2:17; Genesis 3:7; 2 Chronicles 12:8
  3. 3 Joshua 13:3; Joshua 13:5; 1 Samuel 6:18; 1 Samuel 13:5; Judges 10:12
  4. 4 Judges 2:22; Judges 3:1; Exodus 15:25; Deuteronomy 8:2; Deuteronomy 33:8
  5. 5 Psalm 106:34–38; Exodus 3:8; Genesis 10:15–18; Exodus 3:17; Joshua 9:1
  6. 6 Exodus 34:16; Deuteronomy 7:3–4; 1 Kings 11:1–5; Ezra 9:11–12; Nehemiah 13:23–27
  7. 7 Exodus 34:13; Deuteronomy 4:9; 2 Kings 23:6; 1 Kings 18:19; 2 Kings 23:14
  8. 8 Judges 2:14; Psalm 85:3; Judges 4:9; Habakkuk 3:7; Deuteronomy 29:20
  9. 9 Judges 3:15; Psalm 22:5; Judges 1:13; Judges 6:7; Judges 10:10
  10. 10 Judges 14:19; Judges 11:29; Judges 14:6; 1 Samuel 11:6; Judges 13:25
  11. 11 Judges 5:31; Judges 3:30; Joshua 11:23; Judges 8:28; Esther 9:22
  12. 12 1 Samuel 12:9; John 19:11; Judges 2:19; Daniel 5:18; 2 Kings 5:1
  13. 13 Judges 1:16; Deuteronomy 34:3; Judges 5:14; Psalm 83:6–7
  14. 14 Leviticus 26:23–25; Deuteronomy 28:40; Deuteronomy 28:47–48
  15. 15 Judges 3:9; Psalm 78:34; Judges 20:16; Isaiah 36:16; Jeremiah 33:3
  16. 16 Revelation 2:12; Hebrews 4:12; Psalm 45:3; Judges 3:21; Revelation 1:16
  17. 17 Ezekiel 34:20; Job 15:27; Jeremiah 5:28; Judges 3:29; Psalm 73:19
  18. 19 Joshua 4:20; Acts 23:18–19; 2 Kings 9:5–6; Judges 3:20; Genesis 45:1
  19. 20 Jeremiah 10:7; Amos 3:15; Judges 3:19; Micah 6:9; 2 Samuel 24:12
  20. 21 1 Samuel 15:33; 2 Corinthians 5:16; Zechariah 13:3; Job 20:25; Numbers 25:7–8
  21. 24 1 Samuel 24:3
  22. 27 1 Samuel 13:3; Judges 6:34; Judges 17:1; 2 Kings 9:13; Judges 7:24
  23. 28 Judges 12:5; Judges 7:15; Judges 7:9; Joshua 2:7; 1 Samuel 17:47
  24. 29 Deuteronomy 32:15; Judges 3:17; Psalm 17:10; Job 15:27
  25. 30 Judges 3:11; Judges 5:31
  26. 31 Judges 5:6; 1 Samuel 17:47; 1 Corinthians 1:17; 1 Samuel 17:50; Judges 2:16

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences