1 Καὶ Ἐζεκίας ἐβασίλευσεν ὢν εἴκοσι καὶ πέντε ἐτῶν, καὶ εἴκοσι ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀβιὰ, θυγάτηρ Ζαχαρίου. 2 Καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα ὅσα ἐποίησε Δαυὶδ ὁ πατὴρ αὐτοῦ. 3 Καὶ ἐγένετο ὡς ἔστη ἐπὶ τῆς βασιλείας αὐτοῦ, ἐν τῷ μηνὶ τῷ πρώτῳ ἀνέῳξε τὰς θύρας οἴκου Κυρίου καὶ ἐπεσκεύασεν αὐτάς. 4 Καὶ εἰσήγαγε τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας, καὶ κατέστησεν αὐτοὺς εἰς τὸ κλίτος τὸ πρὸς ἀνατολὰς, 5 καὶ εἶπεν αὐτοῖς, ἀκούσατε οἱ Λευῖται· νῦν ἁγνίσθητε, καὶ ἁγνίσατε τὸν οἶκον Κυρίου Θεοῦ τῶν πατέρων ὑμῶν, καὶ ἐκβάλετε τὴν ἀκαθαρσίαν ἐκ τῶν ἁγίων· 6 Ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον Κυρίου Θεοῦ ἡμῶν, καὶ ἐγκατέλιπαν αὐτὸν, καὶ ἀπέστρεψαν τὸ πρόσωπον αὐτῶν ἀπὸ τῆς σκηνῆς Κυρίου, καὶ ἔδωκαν αὐχένα, 7 καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ ναοῦ, καὶ ἔσβεσαν τοὺς λύχνους, καὶ θυμίαμα οὐκ ἐθυμίασαν, καὶ ὁλοκαυτώματα οὐ προσήνεγκαν ἐν τῷ ἁγίῳ Θεῷ Ἰσραήλ. 8 Καὶ ὠργίσθη ὀργῇ Κύριος ἐπὶ τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ, καὶ ἔδωκεν αὐτοὺς εἰς ἔκστασιν καὶ εἰς ἀφανισμὸν καὶ εἰς συρισμὸν ὡς ὑμεῖς ὁρᾶτε τοῖς ὀφθαλμοῖς ὑμῶν. 9 Καὶ ἰδοὺ πεπλήγασιν οἱ πατέρες ὑμῶν ἐν μαχαίρᾳ, καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ αἱ γυναῖκες ὑμῶν ἐν αἰχμαλωσίᾳ ἐν γῇ οὐκ αὐτῶν, ὃ καὶ νῦν ἐστιν. 10 Ἐπὶ τούτοις νῦν ἐστιν ἐπὶ καρδίας διαθέσθαι διαθήκην μου, διαθήκην Κυρίου Θεοῦ Ἰσραὴλ, καὶ ἀποστρέψει τὴν ὀργὴν τοῦ θυμοῦ αὐτοῦ ἀφʼ ἡμῶν. 11 Καὶ νῦν μὴ διαλίπητε, ὅτι ἐν ὑμῖν ᾑρέτικε Κύριος στῆναι ἐναντίον αὐτοῦ λειτουργεῖν, καὶ εἶναι αὐτῷ λειτουργοῦντας καὶ θυμιῶντας. 12 Καὶ ἀνέστησαν οἱ Λευῖται, Μαὰθ ὁ τοῦ Ἀμασὶ, καὶ Ἰωὴλ ὁ τοῦ Ἀζαρίου ἐκ τῶν υἱῶν Καάθ· καὶ ἐκ τῶν υἱῶν Μεραρὶ, Κὶς ὁ τοῦ Ἀβδὶ, καὶ Ἀζαρίας ὁ τοῦ Ἰλαελήλ· καὶ ἀπὸ τῶν υἱῶν Γεδσωνὶ, Ἰωδαὰδ ὁ τοῦ Ζεμμὰθ, καὶ Ἰωαδάμ· οὗτοι υἱοὶ Ἰωαχά. 13 Καὶ τῶν υἱῶν Ἐλισαφὰν, Ζαμβρὶ, καὶ Ἰεϊήλ· καὶ τῶν υἱῶν Ἀσὰφ, Ζαχαρίας καὶ Ματθανίας· 14 Καὶ τῶν υἱῶν Αἰμὰν, Ἰεϊὴλ καὶ Σεμεΐ· καὶ τῶν υἱῶν Ἰδιθοὺν, Σαμαίας, καὶ Ὀζιήλ. 15 Καὶ συνήγαγον τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἡγνίσθησαν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως διὰ προστάγματος Κυρίου, καθαρίσαι τὸν οἶκον Κυρίου. 16 Καὶ εἰσῆλθον οἱ ἱερεῖς ἔσω εἰς τὸν οἶκον Κυρίου ἁγνίσαι, καὶ ἐξέβαλον πᾶσαν τὴν ἀκαθαρσίαν τὴν εὑρεθεῖσαν ἐν τῷ οἴκῳ Κυρίου, καὶ εἰς τὴν αὐλὴν οἴκου Κυρίου· καὶ ἐδέξαντο οἱ Λευῖται ἐκβαλεῖν εἰς τὸν χειμάῤῥουν Κέδρων ἔξω. 17 Καὶ ἤρξατο τῇ ἡμέρᾳ τῇ πρώτῃ νουμηνίᾳ τοῦ πρώτου μηνὸς ἁγνίσαι, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ τοῦ μηνὸς εἰσῆλθαν εἰς τὸν ναὸν Κυρίου, καὶ ἥγνισαν τὸν οἶκον Κυρίου ἐν ἡμέραις ὀκτὼ, καὶ τῇ ἡμέρᾳ τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου συνετέλεσαν. 18 Καὶ εἰσῆλθαν ἔσω πρὸς Ἐξεκίαν τὸν βασιλέα, καὶ εἶπαν, ἡγνίσαμεν πάντα τὰ ἐν οἴκῳ Κυρίου, τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ τὰ σκεύη αὐτοῦ, καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σκεύη αὐτῆς, 19 καὶ πάντα τὰ σκεύη ἃ ἐμίανεν ὁ βασιλεὺς Ἄχαζ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐν τῇ ἀποστασίᾳ αὐτοῦ, ἡτοιμάκαμεν καὶ ἡγνίσαμεν· ἰδού ἐστιν ἐναντίον τοῦ θυσιαστήριου Κυρίου. 20 Καὶ ὤρθρισεν Ἐζεκίας ὁ βασιλεὺς, καὶ συνήγαγε τοὺς ἄρχοντας τῆς πόλεως, καὶ ἀνέβη εἰς οἶκον Κυρίου. 21 Καὶ ἀνήνεγκε μόσχους ἑπτὰ, κριοὺς ἑπτὰ, ἀμνοὺς ἑπτὰ, χιμάρους αἰγῶν ἑπτὰ περὶ ἁμαρτίας, περὶ τῆς βασιλείας, καὶ περὶ τῶν ἁγίων, καὶ περὶ Ἰσραήλ· καὶ εἶπε τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερεῦσιν ἀναβαίνειν ἐπὶ τὸ θυσιαστήριον Κυρίου. 22 Καὶ ἔθυσαν τοὺς μόσχους, καὶ ἐδέξαντο οἱ ἱερεῖς τὸ αἷμα, καὶ προσέχεαν ἐπὶ τὸ θυσιαστήριον· καὶ ἔθυσαν τοὺς κριοὺς, καὶ προσέχεαν τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον· καὶ ἔθυσαν τοὺς ἀμνοὺς, καὶ περιέχεον τὸ αἷμα τῷ θυσιαστηρίῳ. 23 Καὶ προσήγαγον τοὺς χιμάρους τοὺς περὶ ἁμαρτίας ἐναντίον τοῦ βασιλέως καὶ τῆς ἐκκλησίας, καὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπʼ αὐτούς. 24 Καὶ ἔθυσαν αὐτοὺς οἱ ἱερεῖς, καὶ ἐξιλάσαντο τὸ αἷμα αὐτῶν πρὸς τὸ θυσιαστήριον, καὶ ἐξιλάσαντο περὶ παντὸς Ἰσραὴλ, ὅτι εἶπεν ὁ βασιλεὺς, περὶ παντὸς Ἰσραὴλ ἡ ὁλοκαύτωσις, καὶ τὰ περὶ ἁμαρτίας. 25 Καὶ ἔστησε τοὺς Λευίτας ἐν οἴκῳ Κυρίου ἐν κυμβάλοις, καὶ ἐν νάβλαις, καὶ ἐν κινύραις κατὰ τὴν ἐντολὴν Δαυὶδ τοῦ βασιλέως, καὶ Γὰδ τοῦ ὁρῶντος τῷ βασιλεῖ, καὶ Νάθαν τοῦ προφήτου, ὅτι διὰ ἐντολῆς Κυρίου τὸ πρόσταγμα ἐν χειρὶ τῶν προφητῶν. 26 Καὶ ἔστησαν οἱ Λευῖται ἐν ὀργάνοις Δαυὶδ, καὶ οἱ ἱερεῖς ταῖς σάλπιγξι. 27 Καὶ εἶπεν Ἐζεκίας ἀνένεγκαι τὴν ὁλοκαύτωσιν ἐπὶ τὸ θυσιαστήριον· καὶ ἐν τῷ ἄρξασθαι ἀναφέρειν τὴν ὁλοκαύτωσιν, ἤρξαντο ᾄδειν Κυρίῳ, καὶ σάλπιγγες πρὸς τὰ ὄργανα Δαυὶδ βασιλέως Ἰσραήλ. 28 Καὶ πᾶσα ἡ ἐκκλησία προσεκύνει, καὶ οἱ ψαλτῳδοὶ ᾄδοντες, καὶ σάλπιγγες σαλπίζουσαι ἕως οὗ συνετελέσθη ἡ ὁλοκαύτωσις. 29 Καὶ ὡς συνετέλεσαν ἀναφέροντες, ἔκαμψεν ὁ βασιλεὺς καὶ πάντες οἱ εὑρεθέντες, καὶ προσεκύνησαν. 30 Καὶ εἶπεν Ἐζεκίας ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τοῖς Λευίταις, ὑμνεῖν τὸν Κύριον ἐν λόγοις Δαυὶδ καὶ Ἀσὰφ τοῦ προφήτου· καὶ ὕμνουν ἐν εὐφροσύνῃ, καὶ ἔπεσον καὶ προσεκύνησαν. 31 Καὶ ἀπεκρίθη Ἐζεκίας, καὶ εἶπε, νῦν ἐπληρώσατε τὰς χεῖρας ὑμῶν Κυρίῳ, προσαγάγετε καὶ φέρετε θυσίας αἰνέσεως εἰς οἶκον Κυρίου· καὶ ἀνήνεγκεν ἡ ἐκκλησία θυσίας καὶ αἰνέσεις εἰς οἶκον Κυρίου, καὶ πᾶς πρόθυμος τῇ καρδίᾳ ὁλοκαυτώσεις. 32 Καὶ ἐγένετο ὁ ἀριθμὸς τῆς ὁλοκαυτώσεως ἧς ἀνήνεγκεν ἡ ἐκκλησία, μόσχοι ἑβδομήκοντα, κριοὶ ἑκατὸν, ἀμνοὶ διακόσιοι· εἰς ὁλοκαύτωσιν Κυρίῳ πάντα ταῦτα. 33 Καὶ οἱ ἠγιασμένοι μόσχοι ἑξακόσιοι, πρόβατα τρισχίλια. 34 Ἀλλʼ ἢ οἱ ἱερεῖς ἦσαν ὀλίγοι, καὶ οὐκ ἠδύναντο ἐκδεῖραι τὴν ὁλοκαύτωσιν, καὶ ἀντελάβοντο αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἕως οὗ συνετελέσθη τὸ ἔργον, καὶ ἕως οὗ ἡγνίσθησαν οἱ ἱερεῖς· ὅτι οἱ Λευῖται προθύμως ἥγνισαν παρὰ τοὺς ἱερεῖς. 35 Καὶ ἡ ὁλοκαύτωσις πολλὴ ἐν τοῖς στέασι τῆς τελειώσεως τοῦ σωτηρίου καὶ τῶν σπονδῶν τῆς ὁλοκαυτώσεως· καὶ κατωρθώθη τὸ ἔργον ἐν οἴκῳ Κυρίου. 36 Καὶ ηὐφράνθη Ἐζεκίας καὶ πᾶς ὁ λαὸς, διὰ τὸ ἡτοιμακέναι τὸν Θεὸν τῷ λαῷ, ὅτι ἐξάπινα ἐγένετο ὁ λόγος.
2 Chronicles · Brenton's Greek Septuagint
2 Chronicles 29 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Abdi
Named as the father of Kish the Merarite.
Cited in the guide: 2 Chronicles 29:12
Abi
Daughter of Zechariah and mother of King Hezekiah of Judah.
Cited in the guide: 2 Kings 18:2; 2 Chronicles 29:1
Amasai
Named as the father of Mahath the Kohathite.
Cited in the guide: 2 Chronicles 29:12
Azariah
Named as the father of Joel the Kohathite.
Cited in the guide: 2 Chronicles 29:12
Azariah
Son of Jehallelel, a Merarite Levite who set to work cleansing the house of the LORD under Hezekiah.
Cited in the guide: 2 Chronicles 29:12
Eden
Son of Joah, a Gershonite Levite who set to work cleansing the house of the LORD under Hezekiah.
Cited in the guide: 2 Chronicles 29:12
Hezekiah
A great reformer who trusted God and saw Jerusalem delivered from Assyria.
Cited in the guide: 2 Kings 18-20; 2 Chron. 29-32; Isa. 36-39; Matt. 1:9-10
Jehallelel
Named as the father of Azariah the Merarite.
Cited in the guide: 2 Chronicles 29:12
Jehiel
One of two Hemanite Levites who set to work cleansing the house of the LORD.
Cited in the guide: 2 Chronicles 29:14
Jeuel
One of two Elizaphanite Levites who set to work cleansing the house of the LORD.
Cited in the guide: 2 Chronicles 29:13
Joah
Son of Zimmah, a Gershonite Levite who set to work cleansing the house of the LORD under Hezekiah.
Cited in the guide: 2 Chronicles 29:12
Joel
Son of Azariah, a Kohathite Levite who set to work cleansing the house of the LORD under Hezekiah.
Cited in the guide: 2 Chronicles 29:12
Kish
Son of Abdi, a Merarite Levite who set to work cleansing the house of the LORD under Hezekiah.
Cited in the guide: 2 Chronicles 29:12
Mahath
Son of Amasai, a Kohathite Levite who set to work cleansing the house of the LORD under Hezekiah.
Cited in the guide: 2 Chronicles 29:12
Mattaniah
One of two Asaphite Levites who set to work cleansing the house of the LORD.
Cited in the guide: 2 Chronicles 29:13
Shemaiah
One of two Jeduthunite Levites who set to work cleansing the house of the LORD.
Cited in the guide: 2 Chronicles 29:14
Shimei
One of two Hemanite Levites who set to work cleansing the house of the LORD.
Cited in the guide: 2 Chronicles 29:14
Shimri
One of two Elizaphanite Levites who set to work cleansing the house of the LORD.
Cited in the guide: 2 Chronicles 29:13
Uzziel
One of two Jeduthunite Levites who set to work cleansing the house of the LORD.
Cited in the guide: 2 Chronicles 29:14
Zechariah
One of two Asaphite Levites who set to work cleansing the house of the LORD.
Cited in the guide: 2 Chronicles 29:13
Zechariah
Named as the father of Abi, the mother of King Hezekiah.
Cited in the guide: 2 Kings 18:2; 2 Chronicles 29:1
Zimmah
Named as the father of Joah the Gershonite.
Cited in the guide: 2 Chronicles 29:12
Cross references (35)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 2 Kings 18:1–3; 1 Chronicles 3:13; 2 Chronicles 26:5; Isaiah 1:1; Isaiah 8:2
- 2 2 Chronicles 28:1; 2 Chronicles 34:2
- 3 2 Chronicles 28:24; 2 Chronicles 29:7; Matthew 6:33; 2 Kings 16:14–18; 2 Chronicles 34:3
- 4 Nehemiah 3:29; 2 Chronicles 32:6; Jeremiah 19:2
- 5 2 Chronicles 35:6; 1 Corinthians 3:16–17; Ezekiel 8:9–18; 2 Chronicles 34:3–8; 1 Chronicles 15:12
- 6 Ezekiel 8:16; Jeremiah 2:27; Nehemiah 9:32; Lamentations 5:7; 2 Chronicles 28:2–4
- 7 2 Chronicles 28:24; Leviticus 24:2–8; 2 Chronicles 29:3; 2 Kings 16:17–18; Malachi 1:10
- 8 Jeremiah 25:9; Jeremiah 25:18; 2 Chronicles 24:18; Jeremiah 19:8; Jeremiah 29:18
- 9 2 Chronicles 28:17; 2 Chronicles 28:5–8; Lamentations 5:7; Leviticus 26:17
- 10 Jeremiah 50:5; 2 Chronicles 23:16; Ezra 10:3; Nehemiah 9:38–10:39; 2 Chronicles 15:12–13
- 11 Deuteronomy 10:8; Numbers 8:6–14; Numbers 3:6–9; Numbers 18:2–7; Numbers 16:35–40
- 12 1 Chronicles 6:44; Numbers 3:19–20; Numbers 3:17; 1 Chronicles 6:16–21; Numbers 4:2–20
- 13 1 Chronicles 6:39; 1 Chronicles 15:8; 1 Chronicles 25:2; 1 Chronicles 15:17; Leviticus 10:4
- 14 1 Chronicles 6:33; 1 Chronicles 15:19; 1 Chronicles 25:1; 1 Chronicles 25:6; 1 Chronicles 25:3
- 15 1 Chronicles 23:28; 2 Chronicles 30:12; 2 Chronicles 29:5
- 16 2 Chronicles 15:16; 1 Kings 6:19–20; Exodus 26:33–34; Hebrews 9:23–24; 2 Chronicles 5:7
- 17 2 Chronicles 29:7; 1 Chronicles 28:11; 1 Kings 6:3; Exodus 12:2–8; 2 Chronicles 3:4
- 18 2 Chronicles 13:11; 2 Chronicles 4:7–8; 2 Chronicles 4:1
- 19 2 Chronicles 28:24
- 20 Exodus 24:4; Joshua 6:12; Genesis 22:3; Jeremiah 25:4
- 21 Leviticus 4:3–14; Ezekiel 45:23; Job 42:8; Numbers 23:14; Numbers 23:1
- 22 Leviticus 4:18; Leviticus 8:19; Leviticus 8:24; Leviticus 1:5; Leviticus 4:7
- 23 Leviticus 4:15; Leviticus 4:24; Leviticus 1:4
- 24 Leviticus 14:20; Daniel 9:24; Leviticus 6:30; Ezekiel 45:15; Ezekiel 45:17
- 25 2 Chronicles 8:14; 1 Chronicles 23:5; 1 Chronicles 16:4–5; 1 Chronicles 9:33; 2 Chronicles 35:15
- 26 1 Chronicles 23:5; 1 Chronicles 15:24; Amos 6:5; Psalm 98:5–6; Psalm 81:3
- 27 2 Chronicles 23:18; 2 Chronicles 20:21; Psalm 137:3–4; 2 Chronicles 7:3; Psalm 136:1
- 28 Revelation 5:8–14; Psalm 89:15; Psalm 68:24–26
- 29 2 Chronicles 20:18; 1 Chronicles 29:20; Romans 14:11; Philippians 2:10–11; Psalm 72:11
- 30 Philippians 4:4; Psalm 95:1–2; Psalms 32:11–33:1; 1 Chronicles 16:7–36; Psalm 149:2
- 31 2 Chronicles 13:9; Exodus 35:22; Leviticus 1:1–3; Leviticus 23:38; Leviticus 7:12
- 32 1 Kings 3:4; 1 Chronicles 29:21; Ezra 6:17; 1 Kings 8:63
- 34 2 Chronicles 35:11; 2 Chronicles 30:3; 2 Chronicles 29:5; Numbers 18:6–7; Psalm 26:6
- 35 Exodus 29:13; Numbers 15:5–10; 1 Chronicles 16:37–42; Leviticus 23:13; Genesis 35:14
- 36 1 Thessalonians 3:8–9; Psalm 10:17; 1 Chronicles 29:9; Ezra 6:22; Acts 2:41
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences