1 Καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος, καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν, καὶ συνήχθη ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς Ἱερουσαλήμ. 2 Καὶ ἀνέστη Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἱερεῖς, καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ᾠκοδόμησαν τὸ θυσιαστήριον Θεοῦ Ἰσραὴλ, τοῦ ἀνενέγκαι ἐπʼ αὐτὸ ὁλοκαυτώσεις, κατὰ τὰ γεγραμμένα ἐν νόμῳ Μωυσῆ ἀνθρώπου τοῦ Θεοῦ. 3 Καὶ ἡτοίμασαν τὸ θυσιαστήριον ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ, ὅτι ἐν καταπλήξει ἐπʼ αὐτοὺς ἀπὸ τῶν λαῶν τῶν γαιῶν· καὶ ἀνέβη ἐπʼ αὐτὸ ὁλοκαύτωσις τῷ Κυρίῳ τοπρωῒ καὶ εἰς ἑσπέραν. 4 Καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν σκηνῶν κατὰ τὸ γεγραμμένον, καὶ ὁλοκαυτώσεις ἡμέραν ἐν ἡμέρᾳ ἐν ἀριθμῷ ὡς ἡ κρίσις, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ· 5 Καὶ μετὰ τοῦτο ὁλοκαυτώσεις ἐνδελεχισμοῦ, καὶ εἰς τὰς νουμηνίας καὶ εἰς πάσας ἑορτὰς τῷ Κυρίῳ τὰς ἡγιασμένας, καὶ παντὶ ἑκουσιαζομένῳ ἑκούσιον τῷ Κυρίῳ. 6 Ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ἑβδόμου ἤρξαντο ἀναφέρειν ὁλοκαυτώσεις τῷ Κυρίῳ, καὶ ὁ οἶκος τοῦ Κυρίου οὐκ ἐθεμελιώθη. 7 Καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τοῖς τέκτοσι, καὶ βρώματα καὶ ποτὰ, καὶ ἔλαιον τοῖς Σιδωνίοις καὶ τοῖς Τυρίοις, ἐνέγκαι ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου πρὸς θάλασσαν Ἰόππης, κατʼ ἐπιχώρησιν Κύρου βασιλέως Περσῶν ἐπʼ αὐτούς. 8 Καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τοῦ ἐλθεῖν αὐτοὺς εἰς οἶκον τοῦ Θεοῦ ἐν Ἱερουσαλὴμ, ἐν μηνὶ τῷ δευτέρῳ ἤρξατο Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, καὶ οἱ κατάλοιποι τῶν ἀδελφῶν αὐτῶν οἱ ἱερεῖς καὶ οἱ Λευῖται, καὶ πάντες οἱ ἐρχόμενοι ἀπὸ τῆς αἰχμαλωσίας εἰς Ἱερουσαλὴμ, καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ Κυρίου. 9 Καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Καδμιὴλ καὶ οἱ υἱοὶ αὐτοῦ υἱοὶ Ἰούδα ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ τοῦ Θεοῦ· υἱοὶ Ἠναδὰδ, υἱοὶ αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται. 10 Καὶ ἐθεμελίωσαν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου· καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι ἐν σάλπιγξι, καὶ οἱ Λευῖται υἱοὶ Ἀσὰφ ἐν κυμβάλοις τοῦ αἰνεῖν τὸν Κύριον ἐπὶ χεῖρας Δαυὶδ βασιλέως Ἰσραήλ. 11 Καὶ ἀπεκρίθησαν ἐν αἴνῳ καὶ ἀνθομολογήσει τῷ Κυρίῳ, ὅτι ἀγαθὸν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐπὶ Ἰσραήλ· καὶ πᾶς ὁ λαὸς ἐσήμαινε φωνῇ μεγάλῃ αἰνεῖν τῷ Κυρίῳ ἐπὶ τῇ θεμελιώσει τοῦ οἴκου Κυρίου. 12 Καὶ πολλοὶ ἀπὸ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ ἄρχοντες τῶν πατριῶν οἱ πρεσβύτεροι οἳ εἴδοσαν τὸν οἴκον τὸν πρῶτον ἐν θεμελιώσει αὐτοῦ, καὶ τοῦτον τὸν οἶκον ἐν ὀφθαλμοῖς αὐτῶν, ἔκλαιον φωνῇ μεγάλῃ· καὶ ὁ ὄχλος ἐν σημασίᾳ μετʼ εὐφροσύνης τοῦ ὑψῶσαι ᾠδήν. 13 Καὶ οὐκ ἦν ὁ λαὸς ἐπιγινώσκων φωνὴν σημασίας τῆς εὐφροσύνης ἀπὸ τῆς φωνῆς τοῦ κλαυθμοῦ τοῦ λαοῦ, ὅτι ὁ λαὸς ἐκραύγασε φωνῇ μεγάλῃ, καὶ ἡ φωνὴ ἠκούετο ἕως ἀπὸ μακρόθεν.
Ezra · Brenton's Greek Septuagint
Ezra 3 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Henadad
Named as the father of the Levites ("sons of Henadad") who supervised the temple work; Binnui son of Henadad helped rebuild the wall.
Cited in the guide: Ezra 3:9; Nehemiah 3:18; Nehemiah 10:9
Jehozadak
Son of Seraiah, who went into captivity when the LORD sent Judah and Jerusalem into exile; his son Jeshua (Joshua) was high priest after the return.
Cited in the guide: 1 Chronicles 6:14; 1 Chronicles 6:15; Ezra 3:2
Jeshua
Levite who returned with Zerubbabel, supervised the temple work with Kadmiel, taught the people the Law, and led the confession and blessing. The list in Neh 10:9 names a Jeshua…
Cited in the guide: Ezra 2:40; Ezra 3:9; Nehemiah 8:7
Joshua
The high priest, son of Jehozadak (called Jeshua son of Jozadak in Ezra and Nehemiah), who returned with Zerubbabel, rebuilt the altar, and was addressed by Haggai and Zechariah;…
Cited in the guide: Ezra 2:2; Ezra 3:2; Ezra 3:8
Judah
Levite (called Yehudah in Ezra 3:9, a family with Kadmiel) who supervised the workers; a Levite Judah also appears in Neh 12:8.
Cited in the guide: Ezra 3:9; Nehemiah 12:8
Kadmiel
Levite whose family returned and who, with Jeshua and the sons of Henadad, oversaw the temple builders; he later joined in the Levites’ prayer and the covenant.
Cited in the guide: Ezra 2:40; Ezra 3:9; Nehemiah 9:4
Shealtiel
A son of the exiled king, a link between fallen throne and hoped-for return.
Cited in the guide: 1 Chron. 3:17; Ezra 3:2; Hag. 1:1; Matt. 1:12; Luke 3:27
Zerubbabel
He led the return from Babylon and rebuilt the temple in Jerusalem.
Cited in the guide: Ezra 3-6; Hag. 2:23; Zech. 4; Matt. 1:12-13
Cross references (12)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Acts 4:32; Leviticus 23:24; 1 Corinthians 1:10; Nehemiah 7:73–8:2; Acts 2:46
- 2 Luke 3:27; Haggai 1:1; Ezra 2:2; 1 Chronicles 3:17; Exodus 20:24–25
- 3 Numbers 28:2–8; Ezra 4:4; Exodus 29:38–42; 2 Chronicles 4:1; Ezra 8:21–22
- 4 Exodus 23:16; Numbers 29:12–38; Nehemiah 8:14–17; Zechariah 14:16–19; John 7:37
- 5 Numbers 29:39; Numbers 28:19; Numbers 29:8; Deuteronomy 12:17; Numbers 29:2
- 7 1 Kings 5:6; Acts 12:20; Acts 9:36; Jonah 1:3; 1 Kings 5:9–11
- 8 Ezra 4:3; 1 Chronicles 23:4; 1 Chronicles 23:24–32; Numbers 4:3
- 9 Ezra 2:40; Nehemiah 7:43; Ezra 3:8
- 10 1 Chronicles 25:1–7; Zechariah 4:10; 1 Chronicles 16:4–7; 1 Chronicles 6:31–48; 1 Chronicles 15:27
- 11 Psalm 106:1; 1 Chronicles 16:34; Psalm 107:1; Psalm 103:17; Psalm 118:1
- 12 Haggai 2:3; Jeremiah 31:8–9; Matthew 13:31–32; Isaiah 60:22; Daniel 2:34–35
- 13 Luke 19:37–40; 1 Samuel 4:5; 1 Kings 1:45; Jeremiah 33:11; Psalm 100:1–2
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences