1 Καὶ προεφήτευσεν Ἀγγαῖος ὁ προφήτης καὶ Ζαχαρίας ὁ τοῦ Ἀδδὼ προφητείαν ἐπὶ τοὺς Ἰουδαίους τοὺς ἐν Ἰούδα καὶ Ἱερουσαλὴμ ἐν ὀνόματι Θεοῦ Ἰσραὴλ ἐπʼ αὐτούς. 2 Τότε ἀνέστησαν Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς υἱὸς Ἰωσεδὲκ, καὶ ἤρξαντο οἰκοδομῆσαι τὸν οἶκον τοῦ Θεοῦ τὸν ἐν Ἱερουσαλήμ· καὶ μετʼ αὐτῶν οἱ προφῆται τοῦ Θεοῦ βοηθοῦντες αὐτοῖς. 3 Ἐν αὐτῷ τῷ καιρῷ ἦλθεν ἐπʼ αὐτοὺς Θανθαναῒ ἔπαρχος πέραν τοῦ ποταμοῦ, καὶ Σαθαρβουζαναῒ, καὶ οἱ σύνδουλοι αὐτῶν, καὶ τοιάδε εἶπαν αὐτοῖς, τίς ἔθηκεν ὑμῖν γνώμην τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦτον, καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι; 4 Τότε ταῦτα εἴποσαν αὐτοῖς, τίνα ἐστὶ τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν οἰκοδομούντων τὴν πόλιν ταύτην; 5 Καὶ οἱ ὀφθαλμοὶ τοῦ Θεοῦ ἐπὶ τὴν αἰχμαλωσίαν Ἰούδα, καὶ οὐ κατήργησαν αὐτοὺς ἕως γνώμη τῷ Δαρείῳ ἀπηνέχθη· καὶ τότε ἀπεστάλη τῷ φορολόγῳ ὑπὲρ τούτου 6 διασάφησις ἐπιστολῆς, ἧς ἀπέστειλε Θανθαναῒ, ὁ ἔπαρχος τοῦ πέραν τοῦ ποταμοῦ, καὶ Σαθαρβουζαναῒ καὶ οἱ σύνδουλοι αὐτῶν Ἀφαρσαχαῖοι οἱ ἐν τῷ πέραν τοῦ ποταμοῦ, Δαρείῳ τῷ βασιλεῖ· 7 Ῥήμασιν ἀπέστειλαν πρὸς αὐτόν· καὶ τάδε γέγραπται ἐν αὐτῷ· 8 Δαρείῳ τῷ βασιλεῖ εἰρήνη πᾶσα. Γνωστὸν ἔστω τῷ βασιλεῖ, ὅτι ἐπορεύθημεν εἰς τὴν Ἰουδαίαν χώραν εἰς οἶκον τοῦ Θεοῦ τοῦ μεγάλου, καὶ αὐτὸς οἰκοδομεῖται λίθοις ἐκλεκτοῖς, καὶ ξύλα ἐντίθεται ἐν τοῖς τοίχοις, καὶ τὸ ἔργον ἐκεῖνο ἐπιδέξιον γίνεται, καὶ εὐοδοῦται ἐν ταῖς χερσὶν αὐτῶν. 9 Τότε ἠρωτήσαμεν τοὺς πρεσβυτέρους ἐκείνους, καὶ οὕτως εἴπαμεν αὐτοῖς, τίς ἔθηκεν ὑμῖν γνώμην τὸν οἶκον τοῦτον οἰκοδομῆσαι, καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι; 10 Καὶ τὰ ὀνόματα αὐτῶν ἠρωτήσαμεν αὐτοὺς γνωρίσαι σοι, ὥστε γράψαι σοι τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀρχόντων αὐτῶν. 11 Καὶ τοιοῦτο τὸ ῥῆμα ἀπεκρίθησαν ἡμῖν, λέγοντες, ἡμεῖς ἐσμὲν δοῦλοι τοῦ Θεοῦ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ οἰκοδομοῦμεν τὸν οἶκον ὃς ἦν ᾠκοδομημένος πρὸ τούτου ἔτη πολλὰ, καὶ βασιλεὺς τοῦ Ἰσραὴλ μέγας ᾠκοδόμησεν αὐτὸν, καὶ κατηρτίσατο αὐτὸν αὐτοῖς. 12 Ἀφότε δὲ παρώργισαν οἱ πατέρες ἡμῶν τὸν Θεὸν τοῦ οὐρανοῦ, ἔδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος τοῦ Χαλδαίου, καὶ τὸν οἴκον τοῦτον κατέλυσε, καὶ τὸν λαὸν ἀπῴκισεν εἰς Βαβυλῶνα. 13 Αλλʼ ἐν ἔτει πρώτῳ Κύρου τοῦ βασιλέως, Κύρος ὁ βασιλεὺς ἔθετο γνώμην τὸν οἶκον τοῦ Θεοῦ τοῦτον οἰκοδομηθῆναι· 14 Καὶ τὰ σκεύη τοῦ οἴκου τοῦ Θεοῦ τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ Ναβουχοδονόσορ ἐξήνεγκεν ἀπὸ τοῦ οἴκου τοῦ ἐν Ἱερουσαλὴμ, καὶ ἀπήνεγκεν αὐτὰ εἰς τὸν ναὸν του βασιλέως, ἐξήνεγκεν αὐτὰ Κύρος ὁ βασιλεὺς ἀπὸ τοῦ ναοῦ τοῦ βασιλέως, καὶ ἔδωκε τῷ Σαβανασὰρ τῷ θησαυροφύλακι, τῷ ἐπὶ τοῦ θησαυροῦ, 15 καὶ εἶπεν αὐτῷ, πάντα τὰ σκεύη λάβε καὶ πορεύου, θὲς αὐτὰ ἐν τῷ οἴκῳ τῷ ἐν Ἱερουσαλὴμ εἰς τὸν τόπον αὐτῶν. 16 Τότε Σαβανασὰρ ἐκεῖνος ἦλθε καὶ ἔδωκε θεμελίους τοῦ οἴκου τοῦ Θεοῦ ἐν Ἱερουσαλὴμ, καὶ ἀπὸ τότε ἕως τοῦ νῦν ᾠκοδομήθη, καὶ οὐκ ἐτελέσθη. 17 Καὶ νῦν εἰ ἐπὶ τὸν βασιλέα ἀγαθὸν ἐπισκεπήτω ἐν τῷ οἴκῳ τῆς γάζης τοῦ βασιλέως Βαβυλῶνος, ὅπως γνῷς ὅτι ἀπὸ βασιλέως Κύρου ἐτέθη γνώμη οἰκοδομῆσαι τὸν οἶκον τοῦ Θεοῦ ἐκεῖνον τὸν ἐν Ἱερουσαλήμ· καὶ γνοὺς ὁ βασιλεὺς περὶ τούτου, πεμψάτω πρὸς ἡμᾶς.
Ezra · Brenton's Greek Septuagint
Ezra 5 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Darius
King of Persia who searched the archives, found Cyrus’s decree, ordered Tattenai to leave the work alone and funded it; the temple was finished in his sixth year.
Cited in the guide: Ezra 4:5; Ezra 5:6; Ezra 6:1
Haggai
Prophet who, with Zechariah, prophesied to the Jews in Judah and Jerusalem and helped Zerubbabel and Jeshua as the temple was rebuilt. The word of the LORD came through him in the…
Cited in the guide: Ezra 5:1; Ezra 6:14; Haggai 1:1
Iddo
Named as the father of Berechiah and grandfather of the prophet Zechariah.
Cited in the guide: Ezra 5:1; Ezra 6:14; Zechariah 1:1
Sheshbazzar
Prince of Judah to whom Cyrus gave the temple articles; he carried them to Jerusalem, was appointed governor, and is said to have laid the foundation of the house of God.
Cited in the guide: Ezra 1:8; Ezra 1:11; Ezra 5:14
Shethar-bozenai
Associate of Tattenai who joined in questioning the Jews and writing to Darius.
Cited in the guide: Ezra 5:3; Ezra 5:6; Ezra 6:13
Tattenai
Persian governor who questioned the Jews about the rebuilding and wrote to Darius; Darius ordered him to leave the work alone, and he diligently complied.
Cited in the guide: Ezra 5:3; Ezra 5:6; Ezra 6:6
Zechariah
The prophet, son of Berechiah, the son of Iddo, to whom the word of the LORD came in the eighth month of Darius's second year. Ezra 5:1 and 6:14 call him 'son of Iddo'; Zechariah…
Cited in the guide: Ezra 5:1; Ezra 6:14; Zechariah 1:1
Zerubbabel
He led the return from Babylon and rebuilt the temple in Jerusalem.
Cited in the guide: Ezra 3-6; Hag. 2:23; Zech. 4; Matt. 1:12-13
Cross references (15)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Zechariah 4:6–10; Haggai 1:1–2:1; Zechariah 1:1–21; Micah 5:4
- 2 Ezra 3:2; Ezra 6:14; Zechariah 3:1–4; Haggai 1:12–15; 2 Corinthians 1:24
- 3 Ezra 6:6; Ezra 1:3; Ezra 5:9; Ezra 6:13; Ezra 5:6
- 5 Psalm 33:18; Ezra 7:6; Ezra 7:28; Psalm 34:15; Psalm 32:8
- 6 Ezra 4:9; Ezra 4:23; Ezra 6:6; Ezra 4:11; Ezra 5:3
- 7 Daniel 3:9; Daniel 4:1; Daniel 6:21; John 14:27; 2 Thessalonians 3:16
- 8 Daniel 2:47; Nehemiah 7:6; Ezra 7:23; Ezra 1:2–3; Mark 13:1–2
- 9 Ezra 5:3–4
- 11 Matthew 10:32; Acts 27:23; Jonah 1:9; Galatians 6:14; Luke 12:8
- 12 2 Chronicles 36:16–17; Daniel 9:5; 2 Kings 24:2; Nehemiah 9:26–27; Jeremiah 39:1–14
- 13 Isaiah 44:28–45:1; Ezra 6:3–5; Ezra 1:1–8
- 14 Ezra 6:5; Jeremiah 52:19; Daniel 5:2–3; Ezra 5:16; Haggai 2:21
- 15 Ezra 6:3; Ezra 3:3; Ezra 1:2
- 16 Ezra 3:10; Ezra 6:15; Ezra 3:8; Haggai 1:12–14; Ezra 5:2
- 17 Ezra 4:15; Ezra 4:19; Proverbs 25:2; Ezra 6:1–5
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences