Skip to the text

Acts · Nestle Greek New Testament (1904)

Acts 21 Nestle Greek New Testament (1904)

Leer en español
About Nestle 1904
  • Scholarly edition
  • NT: Critical text
  • New Testament only
  • Original language
  • 1904
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)

1 Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ’ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον κἀκεῖθεν εἰς Πάταρα· 2 καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην, ἐπιβάντες ἀνήχθημεν. 3 ἀναφάναντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν, καὶ κατήλθομεν εἰς Τύρον· ἐκεῖσε γὰρ τὸ πλοῖον ἦν ἀποφορτιζόμενον τὸν γόμον. 4 ἀνευρόντες δὲ τοὺς μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά· οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ Πνεύματος μὴ ἐπιβαίνειν εἰς Ἱεροσόλυμα. 5 ὅτε δὲ ἐγένετο ἐξαρτίσαι ἡμᾶς τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσευξάμενοι 6 ἀπησπασάμεθα ἀλλήλους, καὶ ἐνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια. 7 Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ’ αὐτοῖς. 8 τῇ δὲ ἐπαύριον ἐξελθόντες ἤλθομεν εἰς Καισαρίαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρ’ αὐτῷ. 9 τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες παρθένοι προφητεύουσαι. 10 Ἐπιμενόντων δὲ ἡμέρας πλείους κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος, 11 καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν Τάδε λέγει τὸ Πνεῦμα τὸ Ἅγιον Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη οὕτως δήσουσιν ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. 12 ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ. 13 τότε ἀπεκρίθη ὁ Παῦλος Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. 14 μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες Τοῦ Κυρίου τὸ θέλημα γινέσθω. 15 Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς Ἱεροσόλυμα· 16 συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρίας σὺν ἡμῖν, ἄγοντες παρ’ ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ. 17 Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα ἀσμένως ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοί. 18 τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. 19 καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθ’ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ. 20 οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Θεόν, εἶπάν τε αὐτῷ Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν· 21 κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσιν περιπατεῖν. 22 τί οὖν ἐστιν; πάντως ἀκούσονται ὅτι ἐλήλυθας. 23 τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ’ ἑαυτῶν· 24 τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ δαπάνησον ἐπ’ αὐτοῖς ἵνα ξυρήσονται τὴν κεφαλήν, καὶ γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς φυλάσσων τὸν νόμον. 25 περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν κρίναντες φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν. 26 τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά. 27 Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλαν ἐπ’ αὐτὸν τὰς χεῖρας, 28 κράζοντες Ἄνδρες Ἰσραηλεῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχῇ διδάσκων, ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον. 29 ἦσαν γὰρ προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. 30 ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. 31 Ζητούντων τε αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συνχύννεται Ἱερουσαλήμ· 32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπ’ αὐτούς· οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. 33 τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσεν δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο τίς εἴη καὶ τί ἐστιν πεποιηκώς. 34 ἄλλοι δὲ ἄλλο τι ἐπεφώνουν ἐν τῷ ὄχλῳ· μὴ δυναμένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. 35 ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου· 36 ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζοντες Αἶρε αὐτόν. 37 Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ Εἰ ἔξεστίν μοι εἰπεῖν τι πρὸς σέ; ὁ δὲ ἔφη Ἑλληνιστὶ γινώσκεις; 38 οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων; 39 εἶπεν δὲ ὁ Παῦλος Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς, τῆς Κιλικίας οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. 40 ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισεν τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης προσεφώνησεν τῇ Ἑβραΐδι διαλέκτῳ λέγων

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Agabus

    Prophet from Judea

    A prophet who foretold a great famine in the days of Claudius and later bound his feet and hands with Paul's belt to predict Paul's arrest at Jerusalem.

    Cited in the guide: Acts 11:28; Acts 21:10

  • Mnason

    Early disciple from Cyprus

    A Cypriot and early disciple with whom Paul and his companions lodged on the way to Jerusalem.

    Cited in the guide: Acts 21:16

  • Trophimus

    Ephesian companion of Paul

    An Ephesian who accompanied Paul; Jews at Jerusalem falsely claimed Paul had brought him into the temple, and Paul later left him sick at Miletus.

    Cited in the guide: Acts 20:4; Acts 21:29; 2 Timothy 4:20

Places

  • Antioch (Syrian)

    Today: Antakya, southern Turkey · On First Journey · On Second Journey · On Third Journey

    The empire's third-largest city and the first major Gentile church — the launching base for Paul's journeys. (Distinct from Pisidian Antioch.)

    Cited in the guide: Acts 11:26; Acts 13:1-3; Galatians 2:11

  • Caesarea Maritima

    Today: Israel's Mediterranean coast · On Third Journey · On The Journey to Rome

    The Roman administrative capital of Judea. Peter brought the gospel to the Gentile Cornelius here, and Paul was imprisoned before appealing his case to Caesar.

    Cited in the guide: Acts 10:1; Acts 23:23; Acts 25:11

  • Corinth

    Today: Southern Greece (the isthmus) · On Second Journey · On Third Journey

    Corinth straddled the isthmus linking mainland Greece to the Peloponnese — a hub of commerce and immorality. Paul founded the church here; a Roman bema traditionally linked to his hearing before…

    Cited in the guide: Acts 18:1; 1 Corinthians 1:2; 2 Corinthians 1:1

  • Ephesus

    Today: Western Turkey (Aegean coast) · On Second Journey · On Third Journey

    The chief city of Roman Asia, famed for the temple of Artemis. Paul's long ministry sparked the silversmiths' riot; the city is also the first addressed in Revelation.

    Cited in the guide: Acts 19:1; Acts 19:28; Revelation 2:1

  • Jerusalem

    Today: Israel / Palestinian territories · On Third Journey

    Set high in the Judean hills (~2,500 ft), Jerusalem was David's royal city, the site of the First and Second Temples, and the stage for Jesus' passion and the church's birth at Pentecost.

    Cited in the guide: 2 Samuel 5:6-9; Luke 19:41; Acts 1:8

  • Philippi

    Today: Northern Greece (Macedonia) · On Second Journey · On Third Journey

    A Roman colony on the Via Egnatia and the site of Paul's first European converts — a beloved church to which he later wrote from prison.

    Cited in the guide: Acts 16:12; Acts 16:25; Philippians 1:1

  • Tarsus

    Today: Southern Turkey (Cilicia)

    A wealthy university city in Cilicia and Paul's hometown. He was also a Roman citizen by birth (Acts 22:28), which shaped his missionary strategy and legal appeals.

    Cited in the guide: Acts 9:11; Acts 21:39; Acts 22:3

  • Miletus
Cross references (40)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 1 Thessalonians 2:17; Luke 5:4; 1 Samuel 20:41–42; Acts 27:2; Acts 16:10–11
  2. 2 Acts 27:6; Acts 15:3; Acts 11:19; Jonah 1:3
  3. 3 Acts 12:20; Acts 4:36; Acts 27:4; Acts 21:16; Matthew 4:24
  4. 4 Acts 21:10–12; Acts 20:22–23; Acts 20:6–7; Matthew 10:11; Acts 11:26
  5. 5 Acts 20:36; Acts 9:40; Acts 20:38; Acts 15:3; Psalm 95:6
  6. 6 John 19:27; 2 Corinthians 2:13; John 1:11; John 7:53; John 16:32
  7. 7 Hebrews 13:24; Acts 28:12; Acts 18:22; Acts 21:10; Acts 21:19
  8. 8 Acts 6:5; Acts 8:26–40; Ephesians 4:11; Acts 8:5–13; 2 Timothy 4:5
  9. 9 Acts 2:17; Revelation 2:20; Exodus 15:20; Luke 2:36; Joel 2:28
  10. 10 Acts 11:28; Acts 21:4; Acts 20:16
  11. 11 Acts 21:33; Jeremiah 13:1–11; 1 Samuel 15:27–28; Ezekiel 24:19–25; 1 Kings 11:29–31
  12. 12 Acts 20:22; Matthew 16:21–23; Acts 21:4
  13. 13 Acts 20:24; Philippians 1:20–21; Philippians 2:17; Romans 8:35–37; Colossians 1:24
  14. 14 Luke 22:42; Matthew 26:42; Matthew 26:39; Matthew 6:10; 2 Kings 20:19
  15. 15 Acts 25:9; Acts 25:1; Acts 25:6; Acts 18:22
  16. 16 Proverbs 16:31; Acts 21:8; Acts 21:3–4; Psalm 92:14; Philemon 9
  17. 17 Acts 15:4; Hebrews 13:1–2; Romans 15:7; 3 John 7–8; Acts 21:7
  18. 18 Galatians 1:19; Acts 15:13; Acts 11:30; Galatians 2:9; Acts 15:23
  19. 19 Acts 14:27; Acts 1:17; Romans 15:18–19; 1 Corinthians 15:10; Acts 20:24
  20. 20 Romans 10:2; Galatians 1:14; Acts 22:3; Acts 11:18; Acts 15:1
  21. 21 Galatians 6:12–15; 1 Corinthians 9:19–21; Galatians 5:1–6; Acts 21:28; Acts 15:19–21
  22. 22 Acts 15:22; Acts 15:12; Acts 19:32
  23. 23 Acts 18:18; Numbers 6:2–7
  24. 24 Acts 21:26; Acts 18:18; Acts 24:18; 1 Corinthians 9:20; Exodus 19:14
  25. 25 Acts 15:29; Acts 15:19–20
  26. 26 Acts 24:18; Numbers 6:13–20; Acts 21:24; 1 Corinthians 9:20
  27. 27 Acts 26:21; Acts 24:18; Acts 13:50; Acts 14:19; Acts 5:18
  28. 28 Acts 24:5–6; Acts 21:21; Acts 26:20–21; Acts 6:13–14; Acts 19:26–28
  29. 29 Acts 20:4; 2 Timothy 4:20; Acts 18:19
  30. 30 Acts 26:21; 2 Corinthians 11:26; Acts 16:19–22; Acts 7:57–58; Acts 19:29
  31. 31 2 Corinthians 11:23–33; Acts 26:9–10; Acts 17:5; Acts 25:23; Acts 23:17
  32. 32 Acts 23:27; Acts 5:40; Isaiah 3:15; Acts 22:19; Acts 24:6
  33. 33 Ephesians 6:20; Acts 21:11; Acts 20:23; Acts 12:6; Acts 28:20
  34. 34 Acts 23:10; Acts 19:32; Acts 23:16; Acts 22:24; Acts 21:37
  35. 35 Genesis 6:11–12; Psalm 55:9; Habakkuk 1:2–3; Psalm 58:2; Jeremiah 23:10
  36. 36 John 19:15; Acts 22:22; Luke 23:18; 1 Corinthians 4:13; Acts 7:54
  37. 37 Acts 21:34; Luke 21:15; Matthew 10:18–20; Acts 19:30; Acts 21:19
  38. 38 Matthew 24:26; Acts 5:36–37; 1 Corinthians 4:13; Matthew 5:11
  39. 39 Acts 22:3; Acts 9:11; Acts 6:9; Acts 23:27; Acts 15:41
  40. 40 Acts 12:17; Acts 26:14; John 5:2; Acts 22:2; Acts 21:35

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 21:18 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XLVI)

    This was the Bishop of Jerusalem; and to him (Paul) is sent on an earlier occasion. This (James) was brother of the Lord; a great and admirable man. (To him, it says,) "Paul entered in with us." Mark the (Bishop's) unassuming behavior: "and the elders" (were present).

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 21:39 Augustine of Hippo, Expositions on the Psalms (Psalm XLVIII)

    Of which city was the Apostle Paul, being born in Tarsus of Cilicia. But some have understood by it Carthage, being haply sometimes so named, or in some language so signified.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)

  3. Quotes verse 21:20 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily V)

    This man gives directions to Paul himself, when he was after this come up again to Jerusalem, saying, "Thou seest, brother, how many thousands there are of them that are come together." So great was his understanding and his zeal, or rather so great the power of Christ.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 21:11 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily X)

    Thus, for instance, both Peter appears to have been "girded," and Paul; for it saith, "the man that owneth this girdle." And Elijah too was thus arrayed, and every one of the saints, because they were at work continually, laboring, and busying themselves either in journeyings, or about some other necessary matter; and not for this cause only, but also …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 21:20 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXXVI)

    For indeed even Paul was of them, and the thousands that believed in Jerusalem; for, "thou seest it is said, brother, how many thousands of Jews there are which believe." And if some continued in their sin, to themselves let them impute their punishment.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)