Skip to the text

1 Timothy · Patriarchal Text (Antoniades 1904/1912)

1 Timothy 5 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 πρεσβυτερω μη επιπληξης, αλλα παρακαλει ως πατερα, νεωτερους ως αδελφους,
1 Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς,
2 πρεσβυτερας ως μητερας, νεωτερας ως αδελφας εν παση αγνεια.
2 πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ.
3 χηρας τιμα τας οντως χηρας.
3 Χήρας τίμα τὰς ὄντως χήρας.
4 ει δε τις χηρα τεκνα η εκγονα εχει, μανθανετωσαν πρωτον τον ιδιον οικον ευσεβειν και αμοιβας αποδιδοναι τοις προγονοις· τουτο γαρ εστιν καλον και αποδεκτον ενωπιον του θεου.
4 εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις· τοῦτο γάρ ἐστι καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ.
5 η δε οντως χηρα και μεμονωμενη ηλπικεν επι τον θεον και προσμενει ταις δεησεσιν και ταις προσευχαις νυκτος και ημερας·
5 ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας·
6 η δε σπαταλωσα ζωσα τεθνηκεν.
6 ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε.
7 και ταυτα παραγγελλε, ινα ανεπιληπτοι ωσιν.
7 καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσιν.
8 ει δε τις των ιδιων και μαλιστα των οικειων ου προνοει, την πιστιν ηρνηται και εστιν απιστου χειρων.
8 εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων.
9 χηρα καταλεγεσθω μη ελαττον ετων εξηκοντα γεγονυια, ενος ανδρος γυνη,
9 Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή,
10 εν εργοις καλοις μαρτυρουμενη, ει ετεκνοτροφησεν, ει εξενοδοχησεν, ει αγιων ποδας ενιψεν, ει θλιβομενοις επηρκεσεν, ει παντι εργω αγαθω επηκολουθησεν.
10 ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε.
11 νεωτερας δε χηρας παραιτου· οταν γαρ καταστρηνιασωσιν του χριστου, γαμειν θελουσιν,
11 νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν,
12 εχουσαι κριμα, οτι την πρωτην πιστιν ηθετησαν·
12 ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν·
13 αμα δε και αργαι μανθανουσιν περιερχομεναι τας οικιας, ου μονον δε αργαι, αλλα και φλυαροι και περιεργοι, λαλουσαι τα μη δεοντα.
13 ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαί, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.
14 βουλομαι ουν νεωτερας γαμειν, τεκνογονειν, οικοδεσποτειν, μηδεμιαν αφορμην διδοναι τω αντικειμενω λοιδοριας χαριν.
14 βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν.
15 ηδη γαρ τινες εξετραπησαν οπισω του σατανα.
15 ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ σατανᾶ.
16 ει τις πιστος η πιστη εχει χηρας, επαρκειτω αυταις, και μη βαρεισθω η εκκλησια, ινα ταις οντως χηραις επαρκεση.
16 εἴ τις πιστὸς ἢ πιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.
17 οι καλως προεστωτες πρεσβυτεροι διπλης τιμης αξιουσθωσαν, μαλιστα οι κοπιωντες εν λογω και διδασκαλια·
17 Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ·
18 λεγει γαρ η γραφη· βουν αλοωντα ου φιμωσεις· και· αξιος ο εργατης του μισθου αυτου.
18 λέγει γὰρ ἡ γραφή· βοῦν ἀλοῶντα οὐ φιμώσεις· καί· ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.
19 κατα πρεσβυτερου κατηγοριαν μη παραδεχου, εκτος ει μη επι δυο η τριων μαρτυρων.
19 κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων.
20 τους αμαρτανοντας ενωπιον παντων ελεγχε, ινα και οι λοιποι φοβον εχωσιν.
20 τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι.
21 διαμαρτυρομαι ενωπιον του θεου και κυριου ιησου χριστου και των εκλεκτων αγγελων, ινα ταυτα φυλαξης, χωρις προκριματος μηδεν ποιων κατα προσκλησιν.
21 διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς, χωρὶς προκρίματος μηδὲν ποιῶν κατὰ πρόσκλησιν.
22 χειρας ταχεως μηδενι επιτιθει, μηδε κοινωνει αμαρτιαις αλλοτριαις· σεαυτον αγνον τηρει.
22 χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἁγνὸν τήρει.
23 μηκετι υδροποτει, αλλ οινω ολιγω χρω δια τον στομαχον σου και τας πυκνας σου ασθενειας.
23 Μηκέτι ὑδροπότει, ἀλλ᾽ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.
24 τινων ανθρωπων αι αμαρτιαι προδηλοι εισιν, προαγουσαι εις κρισιν, τισιν δε και επακολουθουσιν·
24 Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, προάγουσαι εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσιν·
25 ωσαυτως και τα καλα εργα προδηλα εστιν, και τα αλλως εχοντα κρυβηναι ου δυνανται.
25 ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά ἐστι, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται.
Cross references (25)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Leviticus 19:32; 1 Peter 5:5–6; Titus 2:2; Galatians 6:1; 1 Peter 5:1
  2. 2 1 Timothy 4:12; Philippians 4:8; Matthew 12:50; 1 Timothy 5:3; John 19:26–27
  3. 3 Deuteronomy 27:19; Acts 6:1; Deuteronomy 14:29; Deuteronomy 10:18; 1 Thessalonians 2:6
  4. 4 Ephesians 6:1–3; John 19:26–27; Matthew 15:4–6; Genesis 47:12; Mark 7:11–13
  5. 5 1 Timothy 5:3; Luke 2:37; 1 Corinthians 7:32; Luke 18:1; 1 Timothy 5:16
  6. 6 James 5:5; Revelation 3:1; Revelation 18:7; Luke 15:24; Luke 15:32
  7. 7 1 Timothy 4:11; Titus 2:15; 2 Timothy 4:1; Titus 1:13; 1 Timothy 1:3
  8. 8 Galatians 6:10; 2 Corinthians 12:14; Luke 11:11–13; Isaiah 58:7; Titus 1:16
  9. 9 1 Timothy 3:2; 1 Timothy 5:11; Luke 2:36–37; 1 Timothy 5:3–4; 1 Corinthians 7:39–40
  10. 10 1 Timothy 6:18; Titus 3:8; Acts 9:36; Titus 2:7; Titus 3:1
  11. 11 1 Timothy 5:14; Hosea 13:6; James 5:5; Isaiah 3:16; 1 Corinthians 7:39–40
  12. 12 Galatians 1:6; James 3:1; 1 Peter 4:17; 1 Corinthians 11:34; Revelation 2:4–5
  13. 13 Proverbs 20:19; 2 Thessalonians 3:6–11; Proverbs 31:27; Luke 10:7; Acts 20:30
  14. 14 Titus 2:5; 1 Timothy 6:1; Proverbs 31:27–29; Titus 2:8; 1 Corinthians 7:8–9
  15. 15 2 Peter 2:2; Jude 4–5; 2 Peter 2:20–22; 1 Timothy 1:20; 1 John 2:19
  16. 16 1 Timothy 5:3–5; 1 Timothy 5:8
  17. 17 Hebrews 13:17; Galatians 6:6; 1 Thessalonians 5:12–13; Luke 10:7; Hebrews 13:7
  18. 18 Deuteronomy 25:4; 1 Corinthians 9:14; 1 Corinthians 9:7–10; Luke 10:7; Matthew 10:10
  19. 19 Matthew 18:16; Deuteronomy 19:15; 2 Corinthians 13:1; Titus 1:6; Deuteronomy 17:6
  20. 20 2 Timothy 4:2; 1 Timothy 1:20; Deuteronomy 13:11; Titus 1:13; Acts 5:11
  21. 21 2 Timothy 4:1; 1 Timothy 6:13; 2 Peter 2:4; 2 Corinthians 5:16; 2 Timothy 2:14
  22. 22 Ephesians 5:11; 1 Timothy 3:10; 1 Timothy 3:6; 1 Timothy 4:14; Acts 6:6
  23. 23 Psalm 104:15; Proverbs 31:4–7; 1 Timothy 4:4; 1 Timothy 3:8; 1 Timothy 3:3
  24. 24 2 Timothy 4:10; Acts 8:18; 2 Peter 2:20–21; Acts 5:1–11; Galatians 5:19–21
  25. 25 Proverbs 10:9; Luke 11:33; Psalm 37:5–6; Matthew 6:3–6; Matthew 5:16

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 5:8 John Chrysostom, Homilies on First Timothy (Homily XIV)

    Many consider that their own virtue is sufficient for their salvation, and if they duly regulate their own life, that nothing further is wanting to save them.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 13 (1889)

  2. Quotes verse 5:4 Augustine of Hippo, Confessions (Book IX, Chapters IX–X)

    For she had "been the wife of one man," had requited her parents, had guided her house piously, was "well-reported of for good works," had "brought up children," as often travailing in birth of them as she saw them swerving from Thee.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  3. Quotes verse 5:5 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXXI)

    Hear even Paul pronouncing this widowhood blessed, and saying, "Now she that is a widow indeed and desolate, trusteth in the Lord." Because such an one will appear more approved, evincing as she doth greater patience.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 5:23 Cyril of Jerusalem, Catechetical Lectures (Lecture IV)

    Despise not therefore them that eat, and because of the weakness of their bodies partake of food: nor yet blame these who use a little wine for their stomach's sake and their often infirmities: and neither condemn the men as sinners, nor abhor the flesh as strange food; for the Apostle knows some of this sort, when he says: …

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Quotes verse 5:21 Basil of Caesarea, On the Holy Spirit (Chapters XI–XIII)

    The apostle, for instance, in his charge to Timothy, associates the angels with them in the words, "I charge thee before God and the Lord Jesus Christ and the elect angels." We are not for alienating the angels from the rest of creation, and yet, it is argued, we do not allow of their being reckoned with the Father and …

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)