Skip to the text

Colossians · Patriarchal Text (Antoniades 1904/1912)

Colossians 2 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 θελω γαρ υμας ειδεναι ηλικον αγωνα εχω περι υμων και των εν λαοδικεια και οσοι ουχ εωρακασιν το προσωπον μου εν σαρκι,
1 Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί,
2 ινα παρακληθωσιν αι καρδιαι αυτων, συμβιβασθεντων εν αγαπη και εις παντα πλουτον της πληροφοριας της συνεσεως, εις επιγνωσιν του μυστηριου του θεου και πατρος και του χριστου,
2 ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντων ἐν ἀγάπῃ καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ καὶ πατρὸς καὶ τοῦ Χριστοῦ,
3 εν ω εισιν παντες οι θησαυροι της σοφιας και της γνωσεως αποκρυφοι.
3 ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι.
4 τουτο δε λεγω ινα μη τις υμας παραλογιζηται εν πιθανολογια·
4 Τοῦτο δὲ λέγω ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ·
5 ει γαρ και τη σαρκι απειμι, αλλα τω πνευματι συν υμιν ειμι, χαιρων και βλεπων υμων την ταξιν και το στερεωμα της εις χριστον πιστεως υμων.
5 εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.
6 ως ουν παρελαβετε τον χριστον ιησουν τον κυριον, εν αυτω περιπατειτε,
6 Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε,
7 ερριζωμενοι και εποικοδομουμενοι εν αυτω και βεβαιουμενοι εν τη πιστει καθως εδιδαχθητε, περισσευοντες εν αυτη εν ευχαριστια.
7 ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι ἐν τῇ πίστει καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ.
8 βλεπετε μη τις υμας εσται ο συλαγωγων δια της φιλοσοφιας και κενης απατης, κατα την παραδοσιν των ανθρωπων, κατα τα στοιχεια του κοσμου και ου κατα χριστον·
8 Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν·
9 οτι εν αυτω κατοικει παν το πληρωμα της θεοτητος σωματικως,
9 ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,
10 και εστε εν αυτω πεπληρωμενοι, ος εστιν η κεφαλη πασης αρχης και εξουσιας,
10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας,
11 εν ω και περιετμηθητε περιτομη αχειροποιητω εν τη απεκδυσει του σωματος των αμαρτιων της σαρκος, εν τη περιτομη του χριστου,
11 ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ,
12 συνταφεντες αυτω εν τω βαπτισματι, εν ω και συνηγερθητε δια της πιστεως της ενεργειας του θεου του εγειραντος αυτον εκ των νεκρων.
12 συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν.
13 και υμας, νεκρους οντας [εν] τοις παραπτωμασιν και τη ακροβυστια της σαρκος υμων, συνεζωοποιησεν υμας συν αυτω, χαρισαμενος ημιν παντα τα παραπτωματα,
13 καὶ ὑμᾶς, νεκροὺς ὄντας [ἐν] τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα,
14 εξαλειψας το καθ ημων χειρογραφον τοις δογμασιν ο ην υπεναντιον ημιν, και αυτο ηρεν εκ του μεσου προσηλωσας αυτο τω σταυρω·
14 ἐξαλείψας τὸ καθ᾽ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ·
15 απεκδυσαμενος τας αρχας και τας εξουσιας εδειγματισεν εν παρρησια, θριαμβευσας αυτους εν αυτω.
15 ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.
16 μη ουν τις υμας κρινετω εν βρωσει η εν ποσει η εν μερει εορτης η νουμηνιας η σαββατων,
16 Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων,
17 α εστιν σκια των μελλοντων, το δε σωμα χριστου.
17 ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα Χριστοῦ.
18 μηδεις υμας καταβραβευετω θελων εν ταπεινοφροσυνη και θρησκεια των αγγελων, α μη εωρακεν εμβατευων, εικη φυσιουμενος υπο του νοος της σαρκος αυτου,
18 μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ,
19 και ου κρατων την κεφαλην, εξ ου παν το σωμα δια των αφων και συνδεσμων επιχορηγουμενον και συμβιβαζομενον αυξει την αυξησιν του θεου.
19 καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.
20 ει ουν απεθανετε συν τω χριστω απο των στοιχειων του κοσμου, τι ως ζωντες εν κοσμω δογματιζεσθε,
20 Εἰ οὖν ἀπεθάνετε σὺν τῷ Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε,
21 μη αψη μηδε γευση μηδε θιγης—
21 μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς —
22 α εστιν παντα εις φθοραν τη αποχρησει— κατα τα ενταλματα και διδασκαλιας των ανθρωπων;
22 ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει — κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων;
23 ατινα εστιν λογον μεν εχοντα σοφιας εν εθελοθρησκια και ταπεινοφροσυνη και αφειδια σωματος, ουκ εν τιμη τινι προς πλησμονην της σαρκος.
23 ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.
Cross references (23)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Colossians 1:29; Philippians 1:30; Revelation 3:14–22; Colossians 4:12–13; Revelation 1:11
  2. 2 Colossians 1:27; Colossians 4:8; Romans 16:25; Colossians 3:14; Ephesians 6:22
  3. 3 1 Corinthians 1:24; 1 Corinthians 1:30; Romans 11:33; 1 Corinthians 2:6–8; 2 Timothy 3:15–17
  4. 4 1 John 4:1; Ephesians 4:14; Romans 16:18–19; Matthew 24:4; 2 John 7
  5. 5 1 Corinthians 5:3–4; 1 Thessalonians 2:17; 1 Corinthians 16:13; 2 Peter 3:17–18; 1 Peter 5:9
  6. 6 Colossians 1:10; 1 John 2:6; 1 Thessalonians 4:1; Ephesians 5:1–2; Galatians 2:20
  7. 7 Ephesians 3:17; Jeremiah 17:8; Ephesians 2:20–22; John 15:4–5; Colossians 1:23
  8. 8 1 Timothy 6:20; Ephesians 5:6; Matthew 7:15; Galatians 4:9; 1 Corinthians 3:18–19
  9. 9 Colossians 1:19; John 1:14; John 10:30; 1 Timothy 3:16; John 14:9–10
  10. 10 Ephesians 3:19; Colossians 1:16–18; 1 Corinthians 1:30–31; 1 Peter 3:22; Ephesians 1:20–23
  11. 11 Romans 2:29; Philippians 3:3; Romans 6:6; Deuteronomy 30:6; Galatians 5:24
  12. 12 Romans 6:3–5; Galatians 3:27; 1 Peter 3:21; Ephesians 2:4–6; Colossians 3:1–2
  13. 13 Ephesians 2:5–6; Romans 8:11; Ephesians 2:1; 2 Corinthians 5:19; Hebrews 9:14
  14. 14 Ephesians 2:14–16; Isaiah 44:22; Isaiah 43:25; Hebrews 8:13; 1 Peter 2:24
  15. 15 Hebrews 2:14; Ephesians 4:8; Matthew 12:29; John 12:31–32; Isaiah 53:12
  16. 16 Romans 14:5–6; Romans 14:10; Galatians 4:10; Romans 14:13–17; Romans 14:2–3
  17. 17 Hebrews 10:1; Hebrews 8:5; John 1:17; Hebrews 9:9; Hebrews 4:1–11
  18. 18 Colossians 2:8; 1 John 4:1–2; Colossians 2:23; 1 Timothy 4:1; 1 Timothy 1:7
  19. 19 Ephesians 4:15–16; John 15:4–6; 1 Timothy 2:4–6; Romans 12:4–5; 1 Peter 3:8
  20. 20 Colossians 2:8; Colossians 2:14; Colossians 2:16; Galatians 4:3; Romans 7:4–6
  21. 21 1 Timothy 4:3; Isaiah 52:11; Genesis 3:3; 2 Corinthians 6:17
  22. 22 Isaiah 29:13; Titus 1:14; 1 Corinthians 6:13; Mark 7:18–19; Mark 7:7–13
  23. 23 1 Timothy 4:8; Colossians 2:8; Colossians 2:22; Colossians 2:18; Matthew 23:27–28

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 2:6 John Chrysostom, Homilies on Colossians (Homily VI)

    Again, he takes hold on them beforehand with their own testimony, saying, "As therefore ye received." We introduce no strange addition, he saith, neither do ye. "Walk ye in Him," for He is the Way that leadeth to the Father: not in the Angels; this way leadeth not thither.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 13 (1889)

  2. Quotes verse 2:9 Irenaeus of Lyons, Against Heresies (Book I, Chapters III–IV)

    And they state that it was clearly on this account that Paul said, "And He Himself is all things;" and again, "All things are to Him, and of Him are all things;" and further, "In Him dwelleth all the fulness of the Godhead;" and yet again, "All things are gathered together by God in Christ." Thus do they interpret these …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 2:8 Augustine of Hippo, Confessions (Book III)

    … Thy Spirit, by Thy good and pious servant: "Beware lest any man spoil you through philosophy and vain deceit, after the tradition of men, after the rudiments of the world, and not after Christ: for in Him dwelleth all the fulness of the Godhead bodily." And since at that time (as Thou, O Light of my heart, knowest) the words …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Quotes verse 2:14 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXXVI)

    For not otherwise than by the cross did He effect this; as Paul likewise said: "And the handwriting which was contrary to us, even it He took out of the way, nailing it to His cross." And his saying too, "He shall baptize you with the Spirit," is that of one who was foretelling the events after the resurrection.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 2:8 Cyril of Jerusalem, Catechetical Lectures (Lecture IV)

    A most precious possession therefore is the knowledge of doctrines: also there is need of a wakeful soul, since there are many that make spoil through philosophy and vain deceit.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)