Skip to the text

Colossians · Patriarchal Text (Antoniades 1904/1912)

Colossians 3 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ει ουν συνηγερθητε τω χριστω, τα ανω ζητειτε, ου ο χριστος εστιν εν δεξια του θεου καθημενος,
1 Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος,
2 τα ανω φρονειτε, μη τα επι της γης.
2 τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.
3 απεθανετε γαρ, και η ζωη υμων κεκρυπται συν τω χριστω εν τω θεω·
3 ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ·
4 οταν ο χριστος φανερωθη, η ζωη ημων, τοτε και υμεις συν αυτω φανερωθησεσθε εν δοξη.
4 ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
5 νεκρωσατε ουν τα μελη υμων τα επι της γης, πορνειαν, ακαθαρσιαν, παθος, επιθυμιαν κακην, και την πλεονεξιαν, ητις εστιν ειδωλολατρια,
5 Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία,
6 δι α ερχεται η οργη του θεου επι τους υιους της απειθειας,
6 δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας,
7 εν οις και υμεις περιεπατησατε ποτε, οτε εζητε εν αυτοις·
7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς·
8 νυνι δε αποθεσθε και υμεις τα παντα, οργην, θυμον, κακιαν, βλασφημιαν, αισχρολογιαν εκ του στοματος υμων·
8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν·
9 μη ψευδεσθε εις αλληλους, απεκδυσαμενοι τον παλαιον ανθρωπον συν ταις πραξεσιν αυτου
9 μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ
10 και ενδυσαμενοι τον νεον τον ανακαινουμενον εις επιγνωσιν κατ εικονα του κτισαντος αυτον,
10 καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν,
11 οπου ουκ ενι ελλην και ιουδαιος, περιτομη και ακροβυστια, βαρβαρος, σκυθης, δουλος, ελευθερος, αλλα τα παντα και εν πασιν χριστος.
11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
12 ενδυσασθε ουν, ως εκλεκτοι του θεου αγιοι και ηγαπημενοι, σπλαγχνα οικτιρμου, χρηστοτητα, ταπεινοφροσυνην, πραοτητα, μακροθυμιαν,
12 Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν,
13 ανεχομενοι αλληλων και χαριζομενοι εαυτοις εαν τις προς τινα εχη μομφην· καθως και ο χριστος εχαρισατο υμιν, ουτως και υμεις·
13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς·
14 επι πασιν δε τουτοις την αγαπην, ητις εστιν συνδεσμος της τελειοτητος.
14 ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος.
15 και η ειρηνη του θεου βραβευετω εν ταις καρδιαις υμων, εις ην και εκληθητε εν ενι σωματι· και ευχαριστοι γινεσθε·
15 καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε·
16 ο λογος του χριστου ενοικειτω εν υμιν πλουσιως, εν παση σοφια διδασκοντες και νουθετουντες εαυτους ψαλμοις και υμνοις και ωδαις πνευματικαις, εν χαριτι αδοντες εν τη καρδια υμων τω κυριω.
16 ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.
17 και παν ο τι αν ποιητε εν λογω η εν εργω, παντα εν ονοματι κυριου ιησου, ευχαριστουντες τω θεω και πατρι δι αυτου.
17 καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ πατρὶ δι᾽ αὐτοῦ.
18 αι γυναικες υποτασσεσθε τοις ανδρασιν, ως ανηκεν εν κυριω.
18 Αἱ γυναῖκες ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ.
19 οι ανδρες αγαπατε τας γυναικας και μη πικραινεσθε προς αυτας.
19 Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.
20 τα τεκνα υπακουετε τοις γονευσιν κατα παντα· τουτο γαρ εστιν ευαρεστον τω κυριω.
20 Τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον τῷ Κυρίῳ.
21 οι πατερες μη ερεθιζετε τα τεκνα υμων, ινα μη αθυμωσιν.
21 Οἱ πατέρες μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν.
22 οι δουλοι υπακουετε κατα παντα τοις κατα σαρκα κυριοις, μη εν οφθαλμοδουλιαις, ως ανθρωπαρεσκοι, αλλ εν απλοτητι καρδιας, φοβουμενοι τον θεον.
22 Οἱ δοῦλοι ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλίαις, ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Θεόν.
23 και παν ο τι εαν ποιητε, εκ ψυχης εργαζεσθε, ως τω κυριω και ουκ ανθρωποις,
23 καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις,
24 ειδοτες οτι απο κυριου αποληψεσθε την ανταποδοσιν της κληρονομιας· τω γαρ κυριω χριστω δουλευετε·
24 εἰδότες ὅτι ἀπὸ Κυρίου ἀπολήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ γὰρ Κυρίῳ Χριστῷ δουλεύετε·
25 ο δε αδικων κομιειται ο ηδικησεν, και ουκ εστιν προσωποληψια.
25 ὁ δὲ ἀδικῶν κομιεῖται ὃ ἠδίκησε, καὶ οὐκ ἔστι προσωποληψία.
Cross references (25)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Romans 8:6; Matthew 6:33; 2 Corinthians 4:18; Colossians 3:2; Matthew 6:20
  2. 2 1 John 2:15–17; 1 Chronicles 22:19; Colossians 3:1; Matthew 16:23; Romans 8:4–6
  3. 3 Galatians 2:20; Romans 6:2; Colossians 2:20; John 5:24; Romans 8:2
  4. 4 John 11:25; 1 John 3:2; Galatians 2:20; 1 Peter 1:13; Philippians 3:21
  5. 5 Romans 8:13; Galatians 5:19–21; Galatians 5:24; 1 Peter 2:11; Romans 6:13
  6. 6 Ephesians 5:6; Romans 1:18; 1 Peter 1:14; Ezekiel 16:45–46; Revelation 22:15
  7. 7 Ephesians 2:2; 1 Peter 4:3–4; Romans 6:19–20; Titus 3:3; 1 Corinthians 6:11
  8. 8 Ephesians 4:29; Ephesians 4:22; James 1:20–21; Ephesians 5:4; Colossians 3:5
  9. 9 Ephesians 4:22; Ephesians 4:25; Leviticus 19:11; Romans 6:6; John 8:44
  10. 10 Ephesians 4:23–24; Romans 12:2; Colossians 3:12; Ephesians 2:10; 2 Corinthians 5:17
  11. 11 Galatians 3:28–29; 1 Corinthians 12:13; Romans 10:12; Ephesians 3:6; Ephesians 1:23
  12. 12 Ephesians 4:32; Ephesians 4:2; 1 John 4:19; 2 Peter 1:5–8; Galatians 5:22–23
  13. 13 Ephesians 4:32; Mark 11:25; James 2:13; Ephesians 4:2; Matthew 6:14–15
  14. 14 1 Peter 4:8; Ephesians 5:2; 1 Corinthians 13:1–13; Colossians 2:2; John 13:34
  15. 15 John 14:27; Philippians 4:6–7; Isaiah 26:3; Romans 15:13; Psalm 29:11
  16. 16 Psalm 119:11; Ephesians 5:19; John 15:7; Romans 10:17; Jeremiah 15:16
  17. 17 1 Corinthians 10:31; Colossians 3:23; Proverbs 3:6; Ephesians 5:20; 1 Thessalonians 5:18
  18. 18 Ephesians 5:22–6:9; Titus 2:4–5; 1 Corinthians 11:3; 1 Peter 3:1–6; Genesis 3:16
  19. 19 1 Peter 3:7; Genesis 2:23–24; Ephesians 5:25; Colossians 3:21; Ephesians 5:28–29
  20. 20 Exodus 20:12; Ephesians 6:1–3; Proverbs 6:20; Matthew 19:19; Matthew 15:4–6
  21. 21 Proverbs 4:1–4; Ephesians 6:4; Psalm 103:13; Proverbs 3:12; 1 Thessalonians 2:11
  22. 22 Ephesians 6:5–7; Galatians 1:10; 1 Timothy 6:1–2; 1 Peter 2:18–19; Titus 2:9–10
  23. 23 Colossians 3:17; Ephesians 6:6–7; Romans 14:8; 2 Chronicles 31:21; Ecclesiastes 9:10
  24. 24 Ephesians 6:8; Acts 20:32; Galatians 1:10; Luke 14:14; 1 Corinthians 7:22
  25. 25 Acts 10:34; Romans 2:11; 2 Corinthians 5:10; Deuteronomy 10:17; Ephesians 6:9

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 3:5 John Chrysostom, Homilies on Colossians (Homily VIII)

    I know that many are offended by the foregoing discourse, but what can I do? ye heard what the Master enjoined. Am I to blame? what shall I do? See ye not the creditors, when debtors are obstinate, how they wear collars? Heard ye what Paul proclaimed today?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 13 (1889)

  2. Quotes verse 3:5 Irenaeus of Lyons, Against Heresies (Book V, Preface)

    … of the flesh, and receiving the Holy Spirit; as the apostle says in the Epistle to the Colossians: "Mortify, therefore, your members which are upon the earth." And what these are he himself explains: "Fornication, uncleanness, inordinate affection, evil concupiscence; and covetousness, which is idolatry." The laying aside of these is what the apostle preaches; and he declares that those …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 3:10 Augustine of Hippo, Confessions (Book VI)

    But so soon as I understood, withal, that man made "after the image of Him that created him" was not so understood by Thy spiritual sons (whom of the Catholic mother Thou hadst begotten again through grace), as though they believed and imagined Thee to be bounded by human form,--although what was the nature of a spiritual substance I had …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Quotes verse 3:3 John Chrysostom, Homilies on Romans (Homily XIV)

    As also in another place he said in clearer words, "Our life is hid with Christ in God." Be then of a good heart about it.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  5. Quotes verse 3:10 Cyril of Jerusalem, Catechetical Lectures (First Catechetical Lecture)

    Put off, by confession, the old man, which waxeth corrupt after the lusts of deceit, that ye may put on the new man, which is renewed according to knowledge of Him that created him.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)