PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 ην δε τις ασθενων λαζαρος απο βηθανιας, εκ της κωμης μαριας και μαρθας της αδελφης αυτης. 1 Now a certain man was sick, Lazarus from Bethany, of the village of Mary and her sister, Martha.
1 Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.
2 ην δε μαρια η αλειψασα τον κυριον μυρω και εκμαξασα τους ποδας αυτου ταις θριξιν αυτης, ης ο αδελφος λαζαρος ησθενει. 2 It was that Mary who had anointed the Lord with ointment and wiped his feet with her hair, whose brother Lazarus was sick.
2 ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.
3 απεστειλαν ουν αι αδελφαι προς αυτον λεγουσαι· κυριε, ιδε ον φιλεις ασθενει. 3 The sisters therefore sent to him, saying, “Lord, behold, he for whom you have great affection is sick.”
3 ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.
4 ακουσας δε ο ιησους ειπεν· αυτη η ασθενεια ουκ εστιν προς θανατον, αλλ υπερ της δοξης του θεου, ινα δοξασθη ο υιος του θεου δι αυτης. 4 But when Jesus heard it, he said, “This sickness is not to death, but for the glory of God, that God’s Son may be glorified by it.”
4 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι᾽ αὐτῆς.
5 ηγαπα δε ο ιησους την μαρθαν και την αδελφην αυτης και τον λαζαρον. 5 Now Jesus loved Martha, and her sister, and Lazarus.
5 ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.
6 ως ουν ηκουσεν οτι ασθενει, τοτε μεν εμεινεν εν ω ην τοπω δυο ημερας· 6 When therefore he heard that he was sick, he stayed two days in the place where he was.
6 ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας·
7 επειτα μετα τουτο λεγει τοις μαθηταις· αγωμεν εις την ιουδαιαν παλιν. 7 Then after this he said to the disciples, “Let’s go into Judea again.”
7 ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.
8 λεγουσιν αυτω οι μαθηται· ραββι, νυν εζητουν σε λιθασαι οι ιουδαιοι, και παλιν υπαγεις εκει; 8 The disciples asked him, “Rabbi, the Jews were just trying to stone you. Are you going there again?”
8 λέγουσιν αὐτῷ οἱ μαθηταί· ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;
9 απεκριθη ιησους· ουχι δωδεκα εισιν ωραι της ημερας; εαν τις περιπατη εν τη ημερα, ου προσκοπτει, οτι το φως του κοσμου τουτου βλεπει· 9 Jesus answered, “Aren’t there twelve hours of daylight? If a man walks in the day, he doesn’t stumble, because he sees the light of this world.
9 ἀπεκρίθη Ἰησοῦς· οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει·
10 εαν δε τις περιπατη εν τη νυκτι, προσκοπτει, οτι το φως ουκ εστιν εν αυτω. 10 But if a man walks in the night, he stumbles, because the light isn’t in him.”
10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.
11 ταυτα ειπεν, και μετα τουτο λεγει αυτοις· λαζαρος ο φιλος ημων κεκοιμηται· αλλα πορευομαι ινα εξυπνισω αυτον. 11 He said these things, and after that, he said to them, “Our friend Lazarus has fallen asleep, but I am going so that I may awake him out of sleep.”
11 ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.
12 ειπον ουν οι μαθηται αυτου· κυριε, ει κεκοιμηται, σωθησεται. 12 The disciples therefore said, “Lord, if he has fallen asleep, he will recover.”
12 εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ· Κύριε, εἰ κεκοίμηται, σωθήσεται.
13 ειρηκει δε ο ιησους περι του θανατου αυτου· εκεινοι δε εδοξαν οτι περι της κοιμησεως του υπνου λεγει. 13 Now Jesus had spoken of his death, but they thought that he spoke of taking rest in sleep.
13 εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.
14 τοτε ουν ειπεν αυτοις ο ιησους παρρησια· λαζαρος απεθανεν, 14 So Jesus said to them plainly then, “Lazarus is dead.
14 τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανε,
15 και χαιρω δι υμας, ινα πιστευσητε, οτι ουκ ημην εκει· αλλ αγωμεν προς αυτον. 15 I am glad for your sakes that I was not there, so that you may believe. Nevertheless, let’s go to him.”
15 καὶ χαίρω δι᾽ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλ᾽ ἄγωμεν πρὸς αὐτόν.
16 ειπεν ουν θωμας ο λεγομενος διδυμος τοις συμμαθηταις· αγωμεν και ημεις ινα αποθανωμεν μετ αυτου. 16 Thomas therefore, who is called Didymus, said to his fellow disciples, “Let’s also go, that we may die with him.”
16 εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ.
17 ελθων ουν ο ιησους ευρεν αυτον τεσσαρας ημερας ηδη εχοντα εν τω μνημειω. 17 So when Jesus came, he found that he had been in the tomb four days already.
17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ.
18 ην δε η βηθανια εγγυς των ιεροσολυμων ως απο σταδιων δεκαπεντε, 18 Now Bethany was near Jerusalem, about fifteen stadia away.
18 ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε,
19 και πολλοι εκ των ιουδαιων εληλυθεισαν προς τας περι μαρθαν και μαριαν ινα παραμυθησωνται αυτας περι του αδελφου αυτων. 19 Many of the Jews had joined the women around Martha and Mary, to console them concerning their brother.
19 καὶ πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ Μάρθαν καὶ Μαρίαν ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν.
20 η ουν μαρθα ως ηκουσεν οτι ο ιησους ερχεται, υπηντησεν αυτω· μαρια δε εν τω οικω εκαθεζετο. 20 Then when Martha heard that Jesus was coming, she went and met him, but Mary stayed in the house.
20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι ὁ Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
21 ειπεν ουν [η] μαρθα προς τον ιησουν· κυριε, ει ης ωδε, ο αδελφος μου ουκ αν ετεθνηκει. 21 Therefore Martha said to Jesus, “Lord, if you would have been here, my brother wouldn’t have died.
21 εἶπεν οὖν [ἡ] Μάρθα πρὸς τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε, ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει.
22 αλλα και νυν οιδα οτι οσα αν αιτηση τον θεον, δωσει σοι ο θεος. 22 Even now I know that whatever you ask of God, God will give you.”
22 ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁ Θεός.
23 λεγει αυτη ο ιησους· αναστησεται ο αδελφος σου. 23 Jesus said to her, “Your brother will rise again.”
23 λέγει αὐτῇ ὁ Ἰησοῦς· ἀναστήσεται ὁ ἀδελφός σου.
24 λεγει αυτω μαρθα· οιδα οτι αναστησεται εν τη αναστασει εν τη εσχατη ημερα. 24 Martha said to him, “I know that he will rise again in the resurrection at the last day.”
24 λέγει αὐτῷ Μάρθα· οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
25 ειπεν αυτη ο ιησους· εγω ειμι η αναστασις και η ζωη. ο πιστευων εις εμε, καν αποθανη, ζησεται· 25 Jesus said to her, “I am the resurrection and the life. He who believes in me will still live, even if he dies.
25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή.
26 και πας ο ζων και πιστευων εις εμε ου μη αποθανη εις τον αιωνα. πιστευεις τουτο; 26 Whoever lives and believes in me will never die. Do you believe this?”
26 ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. πιστεύεις τοῦτο;
27 λεγει αυτω· ναι, κυριε, εγω πεπιστευκα οτι συ ο χριστος ο υιος του θεου ο εις τον κοσμον ερχομενος. 27 She said to him, “Yes, Lord. I have come to believe that you are the Christ, God’s Son, he who comes into the world.”
27 λέγει αὐτῷ· ναί, Κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
28 και ταυτα ειπουσα απηλθεν και εφωνησεν μαριαν την αδελφην αυτης λαθρα ειπουσα· ο διδασκαλος παρεστιν και φωνει σε. 28 When she had said this, she went away and called Mary, her sister, secretly, saying, “The Teacher is here and is calling you.”
28 καὶ ταῦτα εἰποῦσα ἀπῆλθε καὶ ἐφώνησε Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε.
29 εκεινη ως ηκουσεν, εγειρεται ταχυ και ερχεται προς αυτον. 29 When she heard this, she arose quickly and went to him.
29 ἐκείνη ὡς ἤκουσεν, ἐγείρεται ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν.
30 ουπω δε εληλυθει ο ιησους εις την κωμην, αλλ ην εν τω τοπω οπου υπηντησεν αυτω η μαρθα. 30 Now Jesus had not yet come into the village, but was in the place where Martha met him.
30 οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾽ ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.
31 οι ουν ιουδαιοι οι οντες μετ αυτης εν τη οικια και παραμυθουμενοι αυτην, ιδοντες την μαριαν οτι ταχεως ανεστη και εξηλθεν, ηκολουθησαν αυτη, λεγοντες οτι υπαγει εις το μνημειον ινα κλαυση εκει. 31 Then the Jews who were with her in the house and were consoling her, when they saw Mary, that she rose up quickly and went out, followed her, saying, “She is going to the tomb to weep there.”
31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγοντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.
32 η ουν μαρια ως ηλθεν οπου ην ο ιησους, ιδουσα αυτον επεσεν αυτου εις τους ποδας λεγουσα αυτω· κυριε, ει ης ωδε, ουκ αν απεθανεν μου ο αδελφος. 32 Therefore when Mary came to where Jesus was and saw him, she fell down at his feet, saying to him, “Lord, if you would have been here, my brother wouldn’t have died.”
32 ἡ οὖν Μαρία ὡς ἦλθεν ὅπου ἦν ὁ Ἰησοῦς, ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ εἰς τοὺς πόδας λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός.
33 ιησους ουν ως ειδεν αυτην κλαιουσαν και τους συνελθοντας αυτη ιουδαιους κλαιοντας, ενεβριμησατο τω πνευματι και εταραξεν εαυτον, 33 When Jesus therefore saw her weeping, and the Jews weeping who came with her, he groaned in the spirit and was troubled,
33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν,
34 και ειπεν· που τεθεικατε αυτον; λεγουσιν αυτω· κυριε, ερχου και ιδε. 34 and said, “Where have you laid him?” They told him, “Lord, come and see.”
34 καὶ εἶπε· ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε.
35 Jesus wept.
35 ἐδάκρυσεν ὁ Ἰησοῦς.
36 ελεγον ουν οι ιουδαιοι· ιδε πως εφιλει αυτον· 36 The Jews therefore said, “See how much affection he had for him!”
36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· ἴδε πῶς ἐφίλει αὐτόν·
37 τινες δε εξ αυτων ειπον· ουκ ηδυνατο ουτος, ο ανοιξας τους οφθαλμους του τυφλου, ποιησαι ινα και ουτος μη αποθανη; 37 Some of them said, “Couldn’t this man, who opened the eyes of him who was blind, have also kept this man from dying?”
37 τινὲς δὲ ἐξ αὐτῶν εἶπον· οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;
38 ιησους ουν, παλιν εμβριμωμενος εν εαυτω, ερχεται εις το μνημειον· ην δε σπηλαιον, και λιθος επεκειτο επ αυτω. 38 Jesus therefore, again groaning in himself, came to the tomb. Now it was a cave, and a stone lay against it.
38 Ἰησοῦς οὖν, πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῷ.
39 λεγει ο ιησους· αρατε τον λιθον. λεγει αυτω η αδελφη του τεθνηκοτος μαρθα· κυριε, ηδη οζει· τεταρταιος γαρ εστιν. 39 Jesus said, “Take away the stone.” Martha, the sister of him who was dead, said to him, “Lord, by this time there is a stench, for he has been dead four days.”
39 λέγει ὁ Ἰησοῦς· ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα· Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι.
40 λεγει αυτη ο ιησους· ουκ ειπον σοι οτι εαν πιστευσης, οψει την δοξαν του θεου; 40 Jesus said to her, “Didn’t I tell you that if you believed, you would see God’s glory?”
40 λέγει αὐτῇ ὁ Ἰησοῦς· οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ;
41 ηραν ουν τον λιθον ου ην ο τεθνηκως κειμενος. ο δε ιησους ηρεν τους οφθαλμους ανω και ειπεν· πατερ, ευχαριστω σοι οτι ηκουσας μου. 41 So they took away the stone from the place where the dead man was lying. Jesus lifted up his eyes and said, “Father, I thank you that you listened to me.
41 ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κείμενος. ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπε· πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου.
42 εγω δε ηδειν οτι παντοτε μου ακουεις· αλλα δια τον οχλον τον περιεστωτα ειπον, ινα πιστευσωσιν οτι συ με απεστειλας. 42 I know that you always listen to me, but because of the multitude standing around I said this, that they may believe that you sent me.”
42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.
43 και ταυτα ειπων φωνη μεγαλη εκραυγασεν· λαζαρε, δευρο εξω. 43 When he had said this, he cried with a loud voice, “Lazarus, come out!”
43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασε· Λάζαρε, δεῦρο ἔξω.
44 και εξηλθεν ο τεθνηκως δεδεμενος τους ποδας και τας χειρας κειριαις, και η οψις αυτου σουδαριω περιεδεδετο. λεγει αυτοις ο ιησους· λυσατε αυτον και αφετε υπαγειν. 44 He who was dead came out, bound hand and foot with wrappings, and his face was wrapped around with a cloth. Jesus said to them, “Free him, and let him go.”
44 καὶ ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ Ἰησοῦς· λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν.
45 πολλοι ουν εκ των ιουδαιων, οι ελθοντες προς την μαριαν και θεασαμενοι α εποιησεν ο ιησους, επιστευσαν εις αυτον. 45 Therefore many of the Jews who came to Mary and saw what Jesus did believed in him.
45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν.
46 τινες δε εξ αυτων απηλθον προς τους φαρισαιους και ειπον αυτοις α εποιησεν ο ιησους. 46 But some of them went away to the Pharisees and told them the things which Jesus had done.
46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπον αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς.
47 συνηγαγον ουν οι αρχιερεις και οι φαρισαιοι συνεδριον και ελεγον· τι ποιουμεν, οτι ουτος ο ανθρωπος πολλα σημεια ποιει; 47 The chief priests therefore and the Pharisees gathered a council, and said, “What are we doing? For this man does many signs.
47 συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον καὶ ἔλεγον· τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ;
48 εαν αφωμεν αυτον ουτως, παντες πιστευσουσιν εις αυτον, και ελευσονται οι ρωμαιοι και αρουσιν ημων και τον τοπον και το εθνος. 48 If we leave him alone like this, everyone will believe in him, and the Romans will come and take away both our place and our nation.”
48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτω, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
49 εις δε τις εξ αυτων καιαφας, αρχιερευς ων του ενιαυτου εκεινου, ειπεν αυτοις· υμεις ουκ οιδατε ουδεν, 49 But a certain one of them, Caiaphas, being high priest that year, said to them, “You know nothing at all,
49 εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· ὑμεῖς οὐκ οἴδατε οὐδέν,
50 ουδε διαλογιζεσθε οτι συμφερει ημιν ινα εις ανθρωπος αποθανη υπερ του λαου και μη ολον το εθνος αποληται. 50 nor do you consider that it is advantageous for us that one man should die for the people, and that the whole nation not perish.”
50 οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
51 τουτο δε αφ εαυτου ουκ ειπεν, αλλα αρχιερευς ων του ενιαυτου εκεινου προεφητευσεν οτι εμελλεν ο ιησους αποθνησκειν υπερ του εθνους, 51 Now he didn’t say this of himself, but being high priest that year, he prophesied that Jesus would die for the nation,
51 τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους,
52 και ουχ υπερ του εθνους μονον, αλλ ινα και τα τεκνα του θεου τα διεσκορπισμενα συναγαγη εις εν. 52 and not for the nation only, but that he might also gather together into one the children of God who are scattered abroad.
52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.
53 απ εκεινης ουν της ημερας συνεβουλευσαντο ινα αποκτεινωσιν αυτον. 53 So from that day forward they took counsel that they might put him to death.
53 ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.
54 ιησους ουν ουκετι παρρησια περιεπατει εν τοις ιουδαιοις, αλλα απηλθεν εκειθεν εις την χωραν εγγυς της ερημου, εις εφραιμ λεγομενην πολιν, κακει διετριβεν μετα των μαθητων αυτου. 54 Jesus therefore walked no more openly among the Jews, but departed from there into the country near the wilderness, to a city called Ephraim. He stayed there with his disciples.
54 Ἰησοῦς οὖν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν αὐτοῦ.
55 ην δε εγγυς το πασχα των ιουδαιων, και ανεβησαν πολλοι εις ιεροσολυμα εκ της χωρας προ του πασχα ινα αγνισωσιν εαυτους. 55 Now the Passover of the Jews was at hand. Many went up from the country to Jerusalem before the Passover, to purify themselves.
55 ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.
56 εζητουν ουν τον ιησουν και ελεγον μετ αλληλων εν τω ιερω εστηκοτες· τι δοκει υμιν, οτι ου μη ελθη εις την εορτην; 56 Then they sought for Jesus and spoke with one another as they stood in the temple, “What do you think—that he isn’t coming to the feast at all?”
56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ᾽ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· τί δοκεῖ ὑμῖν, ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;
57 δεδωκεισαν δε και οι αρχιερεις και οι φαρισαιοι εντολην ινα εαν τις γνω που εστιν, μηνυση, οπως πιασωσιν αυτον. 57 Now the chief priests and the Pharisees had commanded that if anyone knew where he was, he should report it, that they might seize him.
57 δεδώκεισαν δὲ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὴν ἵνα ἐάν τις γνῷ ποῦ ἐστι, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.