PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 αναβλεψας δε ειδεν τους βαλλοντας τα δωρα αυτων εις το γαζοφυλακιον πλουσιους· 1 He looked up and saw the rich people who were putting their gifts into the treasury.
1 Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους·
2 ειδεν δε τινα χηραν πενιχραν βαλλουσαν εκει δυο λεπτα, 2 He saw a certain poor widow casting in two small brass coins.
2 εἶδε δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ δύο λεπτά,
3 και ειπεν· αληθως λεγω υμιν οτι η χηρα η πτωχη αυτη πλειον παντων εβαλεν· 3 He said, “Truly I tell you, this poor widow put in more than all of them,
3 καὶ εἶπεν· ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν·
4 απαντες γαρ ουτοι εκ του περισσευοντος αυτοις εβαλον εις τα δωρα του θεου, αυτη δε εκ του υστερηματος αυτης απαντα τον βιον ον ειχεν εβαλεν. 4 for all these put in gifts for God from their abundance, but she, out of her poverty, put in all that she had to live on.”
4 ἅπαντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ Θεοῦ, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλε.
5 και τινων λεγοντων περι του ιερου οτι λιθοις καλοις και αναθημασιν κεκοσμηται, ειπεν· 5 As some were talking about the temple and how it was decorated with beautiful stones and gifts, he said,
5 Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασι κεκόσμηται, εἶπε·
6 ταυτα α θεωρειτε, ελευσονται ημεραι εν αις ουκ αφεθησεται λιθος επι λιθω ος ου καταλυθησεται. 6 “As for these things which you see, the days will come in which there will not be left here one stone on another that will not be thrown down.”
6 ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ ὃς οὐ καταλυθήσεται.
7 επηρωτησαν δε αυτον λεγοντες· διδασκαλε, ποτε ουν ταυτα εσται, και τι το σημειον οταν μελλη ταυτα γινεσθαι; 7 They asked him, “Teacher, so when will these things be? What is the sign that these things are about to happen?”
7 ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;
8 ο δε ειπεν· βλεπετε μη πλανηθητε· πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντες οτι εγω ειμι και ο καιρος ηγγικεν. μη ουν πορευθητε οπισω αυτων. 8 He said, “Watch out that you don’t get led astray, for many will come in my name, saying, ‘I am he,’ and, ‘The time is at hand.’ Therefore don’t follow them.
8 ὁ δὲ εἶπε· βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι καὶ ὁ καιρὸς ἤγγικε. μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν.
9 οταν δε ακουσητε πολεμους και ακαταστασιας, μη πτοηθητε· δει γαρ ταυτα γενεσθαι πρωτον, αλλ ουκ ευθεως το τελος. 9 When you hear of wars and disturbances, don’t be terrified, for these things must happen first, but the end won’t come immediately.”
9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾽ οὐκ εὐθέως τὸ τέλος.
10 τοτε ελεγεν αυτοις· εγερθησεται εθνος επι εθνος και βασιλεια επι βασιλειαν, 10 Then he said to them, “Nation will rise against nation, and kingdom against kingdom.
10 τότε ἔλεγεν αὐτοῖς· ἐγερθήσεται ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν,
11 σεισμοι τε μεγαλοι κατα τοπους και λιμοι και λοιμοι εσονται, φοβητρα τε και σημεια απ ουρανου μεγαλα εσται. 11 There will be great earthquakes, famines, and plagues in various places. There will be terrors and great signs from heaven.
11 σεισμοί τε μεγάλοι κατὰ τόπους καὶ λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ σημεῖα ἀπ᾽ οὐρανοῦ μεγάλα ἔσται.
12 προ δε τουτων παντων επιβαλουσιν εφ υμας τας χειρας αυτων και διωξουσιν, παραδιδοντες εις συναγωγας και φυλακας, αγομενους επι βασιλεις και ηγεμονας ενεκεν του ονοματος μου· 12 But before all these things, they will lay their hands on you and will persecute you, delivering you up to synagogues and prisons, bringing you before kings and governors for my name’s sake.
12 πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·
13 αποβησεται δε υμιν εις μαρτυριον. 13 It will turn out as a testimony for you.
13 ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον.
14 θεσθε ουν εις τας καρδιας υμων μη προμελεταν απολογηθηναι· 14 Settle it therefore in your hearts not to meditate beforehand how to answer,
14 θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι·
15 εγω γαρ δωσω υμιν στομα και σοφιαν, η ου δυνησονται αντειπειν ουδε αντιστηναι παντες οι αντικειμενοι υμιν. 15 for I will give you a mouth and wisdom which all your adversaries will not be able to withstand or to contradict.
15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν.
16 παραδοθησεσθε δε και υπο γονεων και συγγενων και φιλων και αδελφων, και θανατωσουσιν εξ υμων, 16 You will be handed over even by parents, brothers, relatives, and friends. They will cause some of you to be put to death.
16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν,
17 και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου· 17 You will be hated by all men for my name’s sake.
17 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου·
18 και θριξ εκ της κεφαλης υμων ου μη αποληται· 18 And not a hair of your head will perish.
18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται·
19 εν τη υπομονη υμων κτησασθε τας ψυχας υμων. 19 “By your endurance you will win your lives.
19 ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
20 οταν δε ιδητε κυκλουμενην υπο στρατοπεδων την ιερουσαλημ, τοτε γνωτε οτι ηγγικεν η ερημωσις αυτης. 20 “But when you see Jerusalem surrounded by armies, then know that its desolation is at hand.
20 ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.
21 τοτε οι εν τη ιουδαια φευγετωσαν εις τα ορη, και οι εν μεσω αυτης εκχωρειτωσαν, και οι εν ταις χωραις μη εισερχεσθωσαν εις αυτην, 21 Then let those who are in Judea flee to the mountains. Let those who are in the middle of her depart. Let those who are in the country not enter therein.
21 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν,
22 οτι ημεραι εκδικησεως αυται εισιν του πληρωθηναι παντα τα γεγραμμενα. 22 For these are days of vengeance, that all things which are written may be fulfilled.
22 ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσι τοῦ πληρωθῆναι πάντα τὰ γεγραμμένα.
23 ουαι δε ταις εν γαστρι εχουσαις και ταις θηλαζουσαις εν εκειναις ταις ημεραις· εσται γαρ τοτε αναγκη μεγαλη επι της γης και οργη τω λαω τουτω, 23 Woe to those who are pregnant and to those who nurse infants in those days! For there will be great distress in the land and wrath to this people.
23 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ τότε ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ,
24 και πεσουνται στοματι μαχαιρας, και αιχμαλωτισθησονται εις παντα τα εθνη, και ιερουσαλημ εσται πατουμενη υπο εθνων αχρι πληρωθωσιν καιροι εθνων. 24 They will fall by the edge of the sword, and will be led captive into all the nations. Jerusalem will be trampled down by the Gentiles until the times of the Gentiles are fulfilled.
24 καὶ πεσοῦνται στόματι μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη, καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν ἄχρι πληρωθῶσι καιροὶ ἐθνῶν.
25 και εσται σημεια εν ηλιω και σεληνη και αστροις, και επι της γης συνοχη εθνων εν απορια ηχουσης θαλασσης και σαλου, 25 “There will be signs in the sun, moon, and stars; and on the earth anxiety of nations, in perplexity for the roaring of the sea and the waves;
25 Καὶ ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου,
26 αποψυχοντων ανθρωπων απο φοβου και προσδοκιας των επερχομενων τη οικουμενη· αι γαρ δυναμεις των ουρανων σαλευθησονται. 26 men fainting for fear and for expectation of the things which are coming on the world, for the powers of the heavens will be shaken.
26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
27 και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον εν νεφελη μετα δυναμεως και δοξης πολλης. 27 Then they will see the Son of Man coming in a cloud with power and great glory.
27 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
28 αρχομενων δε τουτων γινεσθαι ανακυψατε και επαρατε τας κεφαλας υμων, διοτι εγγιζει η απολυτρωσις υμων. 28 But when these things begin to happen, look up and lift up your heads, because your redemption is near.”
28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.
29 και ειπεν παραβολην αυτοις· ιδετε την συκην και παντα τα δενδρα. 29 He told them a parable. “See the fig tree and all the trees.
29 Καὶ εἶπε παραβολὴν αὐτοῖς· ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα.
30 οταν προβαλωσιν ηδη, βλεποντες αφ εαυτων γινωσκετε οτι ηδη εγγυς το θερος εστιν. 30 When they are already budding, you see it and know by your own selves that the summer is already near.
30 ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ᾽ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν.
31 ουτως και υμεις, οταν ιδητε ταυτα γινομενα, γινωσκετε οτι εγγυς εστιν η βασιλεια του θεου. 31 Even so you also, when you see these things happening, know that God’s Kingdom is near.
31 οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ.
32 αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη εως αν παντα γενηται. 32 Most certainly I tell you, this generation will not pass away until all things are accomplished.
32 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται.
33 ο ουρανος και η γη παρελευσονται, οι δε λογοι μου ου μη παρελθωσιν. 33 Heaven and earth will pass away, but my words will by no means pass away.
33 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.
34 προσεχετε δε εαυτοις μηποτε βαρηθωσιν υμων αι καρδιαι εν κραιπαλη και μεθη και μεριμναις βιωτικαις, και αιφνιδιος εφ υμας επιστη η ημερα εκεινη· 34 “So be careful, or your hearts will be loaded down with carousing, drunkenness, and cares of this life, and that day will come on you suddenly.
34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνίδιος ἐφ᾽ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη·
35 ως παγις γαρ επελευσεται επι παντας τους καθημενους επι προσωπον πασης της γης. 35 For it will come like a snare on all those who dwell on the surface of all the earth.
35 ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
36 αγρυπνειτε ουν εν παντι καιρω δεομενοι ινα καταξιωθητε εκφυγειν παντα τα μελλοντα γινεσθαι και σταθηναι εμπροσθεν του υιου του ανθρωπου. 36 Therefore be watchful all the time, praying that you may be counted worthy to escape all these things that will happen, and to stand before the Son of Man.”
36 ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι ἵνα καταξιωθῆτε ἐκφυγεῖν πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
37 ην δε τας ημερας εν τω ιερω διδασκων, τας δε νυκτας εξερχομενος ηυλιζετο εις το ορος το καλουμενον ελαιων· 37 Every day Jesus was teaching in the temple, and every night he would go out and spend the night on the mountain that is called Olivet.
37 Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν·
38 και πας ο λαος ωρθριζεν προς αυτον εν τω ορει ακουειν αυτου. 38 All the people came early in the morning to him in the temple to hear him.
38 καὶ πᾶς ὁ λαὸς ὤρθριζε πρὸς αὐτὸν ἐν τῷ ὄρει ἀκούειν αὐτοῦ.