Skip to the text

Mark · Patriarchal Text (Antoniades 1904/1912)

Mark 11 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και οτε εγγιζουσιν εις ιερουσαλημ εις βηθσφαγη και βηθανιαν προς το ορος των ελαιων, αποστελλει δυο των μαθητων αυτου
1 Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱερουσαλὴμ εἰς Βηθσφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
2 και λεγει αυτοις· υπαγετε εις την κωμην την κατεναντι υμων, και ευθεως εισπορευομενοι εις αυτην ευρησετε πωλον δεδεμενον, εφ ον ουδεις ανθρωπων κεκαθικεν· λυσαντες αυτον αγαγετε.
2 καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικε· λύσαντες αὐτὸν ἀγάγετε.
3 και εαν τις υμιν ειπη· τι ποιειτε τουτο; ειπατε οτι ο κυριος αυτου χρειαν εχει, και ευθεως αυτον αποστελλει παλιν ωδε.
3 καὶ ἐάν τις ὑμῖν εἴπῃ· τί ποιεῖτε τοῦτο; εἴπατε ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει, καὶ εὐθέως αὐτὸν ἀποστέλλει πάλιν ὧδε.
4 απηλθον δε και ευρον τον πωλον δεδεμενον προς την θυραν εξω επι του αμφοδου, και λυουσιν αυτον.
4 ἀπῆλθον δὲ καὶ εὗρον τὸν πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.
5 και τινες των εκει εστηκοτων ελεγον αυτοις· τι ποιειτε λυοντες τον πωλον;
5 καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· τί ποιεῖτε λύοντες τὸν πῶλον;
6 οι δε ειπον αυτοις καθως ενετειλατο ο ιησους, και αφηκαν αυτους.
6 οἱ δὲ εἶπον αὐτοῖς καθὼς ἐνετείλατο ὁ Ἰησοῦς, καὶ ἀφῆκαν αὐτούς.
7 και ηγαγον τον πωλον προς τον ιησουν και επεβαλον αυτω τα ιματια αυτων, και εκαθισεν επ αυτω.
7 καὶ ἤγαγον τὸν πῶλον πρὸς τὸν Ἰησοῦν καὶ ἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾽ αὐτῷ.
8 πολλοι δε τα ιματια αυτων εστρωσαν εις την οδον, αλλοι δε στοιβαδας εκοπτον εκ των δενδρων και εστρωννυον εις την οδον.
8 πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στοιβάδας ἔκοπτον ἐκ τῶν δένδρων καὶ ἐστρώννυον εἰς τὴν ὁδόν.
9 και οι προαγοντες και οι ακολουθουντες εκραζον λεγοντες· ωσαννα, ευλογημενος ο ερχομενος εν ονοματι κυριου.
9 καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
10 ευλογημενη η ερχομενη βασιλεια εν ονοματι κυριου του πατρος ημων δαυιδ· ωσαννα εν τοις υψιστοις.
10 εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου τοῦ πατρός ἡμῶν Δαυΐδ· ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
11 και εισηλθεν εις ιεροσολυμα ο ιησους και εις το ιερον· και περιβλεψαμενος παντα, οψιας ηδη ουσης της ωρας, εξηλθεν εις βηθανιαν μετα των δωδεκα.
11 Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς καὶ εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
12 και τη επαυριον εξελθοντων αυτων απο βηθανιας επεινασεν·
12 Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασε·
13 και ιδων συκην απο μακροθεν εχουσαν φυλλα, ηλθεν ει αρα τι ευρησει εν αυτη· και ελθων επ αυτην ουδεν ευρεν ει μη φυλλα· ου γαρ ην καιρος συκων.
13 καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ· καὶ ἐλθὼν ἐπ᾽ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· οὐ γὰρ ἦν καιρὸς σύκων.
14 και αποκριθεις ειπεν αυτη· μηκετι εκ σου εις τον αιωνα μηδεις καρπον φαγοι. και ηκουον οι μαθηται αυτου.
14 καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ· μηκέτι ἐκ σοῦ εἰς τὸν αἰῶνα μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
15 και ερχονται παλιν εις ιεροσολυμα· και εισελθων ο ιησους εις το ιερον ηρξατο εκβαλλειν τους πωλουντας και τους αγοραζοντας εν τω ιερω, και τας τραπεζας των κολλυβιστων και τας καθεδρας των πωλουντων τας περιστερας κατεστρεψεν,
15 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψε,
16 και ουκ ηφιεν ινα τις διενεγκη σκευος δια του ιερου,
16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ,
17 και εδιδασκεν λεγων αυτοις· ου γεγραπται οτι ο οικος μου οικος προσευχης κληθησεται πασιν τοις εθνεσιν; υμεις δε αυτον εποιησατε σπηλαιον ληστων.
17 καὶ ἐδίδασκε λέγων αὐτοῖς· οὐ γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν; ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
18 και ηκουσαν οι γραμματεις και οι φαρισαιοι και οι αρχιερεις, και εζητουν πως αυτον απολεσωσιν· εφοβουντο γαρ αυτον, οτι πας ο οχλος εξεπλησσετο επι τη διδαχη αυτου.
18 καὶ ἤκουσαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
19 και οτε οψε εγενετο, εξεπορευετο εξω της πολεως.
19 καὶ ὅτε ὀψὲ ἐγένετο, ἐξεπορεύετο ἔξω τῆς πόλεως.
20 και παραπορευομενοι πρωι ειδον την συκην εξηραμμενην εκ ριζων.
20 Καὶ παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.
21 και αναμνησθεις ο πετρος λεγει αυτω· ραββι, ιδε η συκη ην κατηρασω εξηρανται.
21 καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.
22 και αποκριθεις ο ιησους λεγει αυτοις· εχετε πιστιν θεου.
22 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· ἔχετε πίστιν Θεοῦ.
23 αμην γαρ λεγω υμιν οτι ος αν ειπη τω ορει τουτω, αρθητι και βληθητι εις την θαλασσαν, και μη διακριθη εν τη καρδια αυτου, αλλα πιστευσει οτι α λεγει γινεται, εσται αυτω ο εαν ειπη.
23 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύσει ὅτι ἃ λέγει γίνεται, ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ.
24 δια τουτο λεγω υμιν, παντα οσα αν προσευχομενοι αιτεισθε, πιστευετε οτι λαμβανετε, και εσται υμιν.
24 διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ἂν προσευχόμενοι αἰτεῖσθε, πιστεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν.
25 και οταν στηκητε προσευχομενοι, αφιετε ει τι εχετε κατα τινος, ινα και ο πατηρ υμων ο εν τοις ουρανοις αφη υμιν τα παραπτωματα υμων.
25 καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.
26 ει δε υμεις ουκ αφιετε, ουδε ο πατηρ υμων αφησει τα παραπτωματα υμων.
26 εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.
27 και ερχονται παλιν εις ιεροσολυμα· και εν τω ιερω περιπατουντος αυτου ερχονται προς αυτον οι αρχιερεις και οι γραμματεις και οι πρεσβυτεροι
27 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι
28 και λεγουσιν αυτω· εν ποια εξουσια ταυτα ποιεις; η τις σοι εδωκεν την εξουσιαν ταυτην ινα ταυτα ποιης;
28 καὶ λέγουσιν αὐτῷ· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἢ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς;
29 ο δε ιησους αποκριθεις ειπεν αυτοις· επερωτησω υμας καγω ενα λογον, και αποκριθητε μοι, και ερω υμιν εν ποια εξουσια ταυτα ποιω.
29 ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς· ἐπερωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
30 το βαπτισμα ιωαννου εξ ουρανου ην η εξ ανθρωπων; αποκριθητε μοι.
30 τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι.
31 και ελογιζοντο προς εαυτους λεγοντες· εαν ειπωμεν, εξ ουρανου, ερει· διατι ουν ουκ επιστευσατε αυτω;
31 καὶ ἐλογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ· διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
32 αλλα ειπωμεν, εξ ανθρωπων;— εφοβουντο τον λαον· απαντες γαρ ειχον τον ιωαννην οτι προφητης ην.
32 ἀλλὰ εἴπωμεν, ἐξ ἀνθρώπων; — ἐφοβοῦντο τὸν λαόν· ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὅτι προφήτης ἦν.
33 και αποκριθεντες λεγουσιν τω ιησου· ουκ οιδαμεν. και ο ιησους αποκριθεις λεγει αυτοις· ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω.
33 καὶ ἀποκριθέντες λέγουσι τῷ Ἰησοῦ· οὐκ οἴδαμεν. καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Cross references (29)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Matthew 21:1–11; Luke 19:29–40; John 12:14–19; Acts 1:12; Matthew 24:3
  2. 2 Matthew 21:2–3; Luke 19:30–31
  3. 3 2 Corinthians 8:9; Hebrews 2:7–9; Acts 17:25; Mark 14:15; Acts 10:36
  4. 4 Hebrews 11:8; Luke 19:32–34; John 2:5; Matthew 21:6–7; Matthew 26:19
  5. 7 Zechariah 9:9; Luke 19:35–36; Matthew 21:4–5; Matthew 21:7–8; John 12:12–16
  6. 8 Leviticus 23:40
  7. 9 Psalm 118:25–26; Matthew 21:9; Matthew 23:39; Luke 19:37–38; John 19:15
  8. 10 Ezekiel 37:24–25; Luke 2:14; Luke 19:38–40; Amos 9:11–12; Luke 1:31–33
  9. 11 John 8:1–2; Zephaniah 1:12; Ezekiel 8:9; Luke 21:37–38; Malachi 3:1
  10. 12 Matthew 21:18–22; Matthew 4:2; John 19:28; John 4:6–7; Luke 4:2
  11. 13 Matthew 21:19; Luke 13:6–9; Isaiah 5:7; Luke 12:6–7
  12. 14 Matthew 21:19; Matthew 3:10; Matthew 7:19; John 15:6; Mark 11:20–21
  13. 15 John 2:13–17; Matthew 21:12–16; Luke 19:45–47; Deuteronomy 14:25–26
  14. 17 Isaiah 56:7; Jeremiah 7:11; Luke 19:46; John 2:16; 1 Kings 8:41–48
  15. 18 Matthew 7:28; Mark 12:12; John 11:53–57; Acts 24:25; Mark 6:20
  16. 19 Luke 21:37; Mark 11:11; John 12:36
  17. 20 Matthew 15:13; Matthew 21:19–22; Mark 11:14; Matthew 13:6; John 15:6
  18. 21 Zechariah 5:3–4; Matthew 23:7; Proverbs 3:33; Matthew 25:41; 1 Corinthians 16:22
  19. 22 Psalm 62:8; John 14:1; Mark 9:23; 2 Chronicles 20:20; Isaiah 7:9
  20. 23 Matthew 17:20; John 15:7; Matthew 21:21; Psalm 37:4; John 14:13
  21. 24 Matthew 21:22; 1 John 5:14–15; 1 John 3:22; James 1:5–6; John 15:7
  22. 25 Matthew 6:14–15; Colossians 3:13; Ephesians 4:32; Luke 6:37; Matthew 6:12
  23. 27 Luke 20:1–8; Matthew 21:23–27; Acts 4:27–28; Psalm 2:1–5; John 10:23
  24. 28 Exodus 2:14; Numbers 16:13; Acts 7:27–28; Acts 7:38–39; Acts 7:51
  25. 29 Matthew 21:24; Isaiah 52:13; Luke 20:3–8
  26. 30 John 1:15–36; John 3:25–36; Luke 3:1–20; Matthew 3:1–17; John 1:6–8
  27. 31 John 1:29; John 1:15; John 3:29–36; John 1:34; John 1:36
  28. 32 Matthew 14:5; Matthew 21:46; Mark 12:12; John 10:41; Matthew 21:31–32
  29. 33 Isaiah 6:9–10; 2 Thessalonians 2:10–12; 2 Corinthians 4:3–4; John 3:10; John 9:27

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 11:13 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXXIX)

    But to this is added, that as we read it in the narrative of the other Evangelist who expressly mentions this, "it was not the time for that fruit." For that was the time when the fig-tree shoots forth its tender leaves, which come, we know, before the fruit; and this we prove, because the day of the Lord's Passion …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Quotes verse 11:13 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXVII)

    "And when He saw a fig tree in the way, He came to it, and found nothing thereon, but leaves only." Another evangelist saith, "The time of figs was not yet;" but if it was not time, how doth the other evangelist say, "He came, if haply He might find fruit thereon." Whence it is manifest that this belongs to …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Quotes verse 11:13 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XLVIII)

    For he who says that Christ only worked miracles, for the miracles' sake, may say too that He was ignorant that it was not the time for fruit, when He sought figs upon the fig-tree. For it was not the time for that fruit, as the Evangelist testifies; and yet being hungry He sought for fruit upon the tree.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)