Skip to the text

Mark · Patriarchal Text (Antoniades 1904/1912)

Mark 10 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και εκειθεν αναστας ερχεται εις τα ορια της ιουδαιας δια του περαν του ιορδανου, και συμπορευονται παλιν οχλοι προς αυτον, και ως ειωθει, παλιν εδιδασκεν αυτους.
1 Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας διὰ τοῦ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς.
2 και προσελθοντες οι φαρισαιοι επηρωτων αυτον ει εξεστιν ανδρι γυναικα απολυσαι, πειραζοντες αυτον.
2 καὶ προσελθόντες οἱ Φαρισαῖοι ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν.
3 ο δε αποκριθεις ειπεν αυτοις· τι υμιν ενετειλατο μωυσης;
3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· τί ὑμῖν ἐνετείλατο Μωϋσῆς;
4 οι δε ειπον· επετρεψεν μωυσης βιβλιον αποστασιου γραψαι και απολυσαι.
4 οἱ δὲ εἶπον· ἐπέτρεψε Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι.
5 και αποκριθεις ο ιησους ειπεν αυτοις· προς την σκληροκαρδιαν υμων εγραψεν υμιν την εντολην ταυτην·
5 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην·
6 απο δε αρχης κτισεως αρσεν και θηλυ εποιησεν αυτους ο θεος·
6 ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός·
7 ενεκεν τουτου καταλειψει ανθρωπος τον πατερα αυτου και την μητερα, και προσκολληθησεται προς την γυναικα αυτου,
7 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
8 και εσονται οι δυο εις σαρκα μιαν. ωστε ουκετι εισιν δυο, αλλα μια σαρξ·
8 ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ μία σάρξ·
9 ο ουν ο θεος συνεζευξεν, ανθρωπος μη χωριζετω.
9 ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
10 και εις την οικιαν παλιν οι μαθηται περι τουτου επηρωτων αυτον,
10 καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν,
11 και λεγει αυτοις· ος αν απολυση την γυναικα αυτου και γαμηση αλλην, μοιχαται επ αυτην·
11 καὶ λέγει αὐτοῖς· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾽ αὐτήν·
12 και εαν γυνη απολυσασα τον ανδρα γαμηθη αλλω, μοιχαται.
12 καὶ ἐὰν γυνὴ ἀπολύσασα τὸν ἄνδρα γαμηθῇ ἄλλῳ, μοιχᾶται.
13 και προσεφερον αυτω παιδια, ινα αυτων αψηται· οι δε μαθηται επετιμων τοις προσφερουσιν.
13 Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν.
14 ιδων δε ο ιησους ηγανακτησεν και ειπεν αυτοις· αφετε τα παιδια ερχεσθαι προς με, και μη κωλυετε αυτα· των γαρ τοιουτων εστιν η βασιλεια του θεου.
14 ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησε καὶ εἶπεν αὐτοῖς· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
15 αμην λεγω υμιν, ος εαν μη δεξηται την βασιλειαν του θεου ως παιδιον, ου μη εισελθη εις αυτην.
15 ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
16 και εναγκαλισαμενος αυτα κατηυλογει τιθεις τας χειρας επ αυτα.
16 καὶ ἐναγκαλισάμενος αὐτὰ κατηυλόγει τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά.
17 και εκπορευομενου αυτου εις οδον προσδραμων εις και γονυπετησας αυτον επηρωτα αυτον· διδασκαλε αγαθε, τι ποιησω ινα ζωην αιωνιον κληρονομησω;
17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω;
18 ο δε ιησους ειπεν αυτω· τι με λεγεις αγαθον; ουδεις αγαθος ει μη εις ο θεος.
18 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰμὴ εἷς ὁ Θεός.
19 τας εντολας οιδας· μη μοιχευσης, μη φονευσης, μη κλεψης, μη ψευδομαρτυρησης, μη αποστερησης, τιμα τον πατερα σου και την μητερα.
19 τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.
20 ο δε αποκριθεις ειπεν αυτω· διδασκαλε, ταυτα παντα εφυλαξαμην εκ νεοτητος μου.
20 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.
21 ο δε ιησους εμβλεψας αυτω ηγαπησεν αυτον και ειπεν αυτω· εν σε υστερει· ει θελεις τελειος ειναι, υπαγε, οσα εχεις πωλησον και δος πτωχοις, και εξεις θησαυρον εν ουρανω, και δευρο ακολουθει μοι, αρας τον σταυρον σου.
21 ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· ἕν σε ὑστερεῖ· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι, ἄρας τὸν σταυρόν σου.
22 ο δε στυγνασας επι τω λογω απηλθεν λυπουμενος· ην γαρ εχων κτηματα πολλα.
22 ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
23 και περιβλεψαμενος ο ιησους λεγει τοις μαθηταις αυτου· πως δυσκολως οι τα χρηματα εχοντες εις την βασιλειαν του θεου εισελευσονται!
23 Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται!
24 οι δε μαθηται εθαμβουντο επι τοις λογοις αυτου. ο δε ιησους παλιν αποκριθεις λεγει αυτοις· τεκνα, πως δυσκολον εστιν τους πεποιθοτας επι χρημασιν εις την βασιλειαν του θεου εισελθειν·
24 οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· τέκνα, πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν·
25 ευκοπωτερον εστιν καμηλον δια τρυμαλιας ραφιδος εισελθειν η πλουσιον εις την βασιλειαν του θεου εισελθειν.
25 εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
26 οι δε περισσως εξεπλησσοντο λεγοντες προς εαυτους· και τις δυναται σωθηναι;
26 οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς· καὶ τίς δύναται σωθῆναι;
27 εμβλεψας αυτοις ο ιησους λεγει· παρα ανθρωποις αδυνατον, αλλ ου παρα θεω· παντα γαρ δυνατα εστιν παρα τω θεω.
27 ἐμβλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει· παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾽ οὐ παρὰ Θεῷ· πάντα γὰρ δυνατά ἐστι παρὰ τῷ Θεῷ.
28 ηρξατο ο πετρος λεγειν αυτω· ιδου ημεις αφηκαμεν παντα και ηκολουθησαμεν σοι.
28 Ἤρξατο ὁ Πέτρος λέγειν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.
29 αποκριθεις δε ο ιησους ειπεν· αμην λεγω υμιν, ουδεις εστιν ος αφηκεν οικιαν η αδελφους η αδελφας η πατερα η μητερα η γυναικα η τεκνα η αγρους ενεκεν εμου και ενεκεν του ευαγγελιου,
29 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου,
30 εαν μη λαβη εκατονταπλασιονα νυν εν τω καιρω τουτω οικιας και αδελφους και αδελφας και πατερα και μητερα και τεκνα και αγρους μετα διωγμων, και εν τω αιωνι τω ερχομενω ζωην αιωνιον.
30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ πατέρα καὶ μητέρα καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
31 πολλοι δε εσονται πρωτοι εσχατοι και εσχατοι πρωτοι.
31 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
32 ησαν δε εν τη οδω αναβαινοντες εις ιεροσολυμα· και ην προαγων αυτους ο ιησους, και εθαμβουντο, και ακολουθουντες εφοβουντο. και παραλαβων παλιν τους δωδεκα ηρξατο αυτοις λεγειν τα μελλοντα αυτω συμβαινειν,
32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν,
33 οτι ιδου αναβαινομεν εις ιεροσολυμα και ο υιος του ανθρωπου παραδοθησεται τοις αρχιερευσιν και γραμματευσιν, και κατακρινουσιν αυτον θανατω και παραδωσουσιν αυτον τοις εθνεσιν,
33 ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι,
34 και εμπαιξουσιν αυτω και μαστιγωσουσιν αυτον και εμπτυσουσιν αυτω και αποκτενουσιν αυτον, και τη τριτη ημερα αναστησεται.
34 καὶ ἐμπαίξουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
35 και προσπορευονται αυτω ιακωβος και ιωαννης υιοι ζεβεδαιου λεγοντες· διδασκαλε, θελομεν ινα ο εαν αιτησωμεν ποιησης ημιν.
35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης υἱοὶ Ζεβεδαίου λέγοντες· διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν ποιήσῃς ἡμῖν.
36 ο δε ειπεν αυτοις· τι θελετε ποιησαι με υμιν;
36 ὁ δὲ εἶπεν αὐτοῖς· τί θέλετε ποιῆσαί με ὑμῖν;
37 οι δε ειπον αυτω· δος ημιν ινα εις εκ δεξιων σου και εις εξ ευωνυμων σου καθισωμεν εν τη δοξη σου.
37 οἱ δὲ εἶπον αὐτῷ· δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου.
38 ο δε ιησους ειπεν αυτοις· ουκ οιδατε τι αιτεισθε. δυνασθε πιειν το ποτηριον ο εγω πινω, και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι;
38 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;
39 οι δε ειπον αυτω· δυναμεθα. ο δε ιησους ειπεν αυτοις· το μεν ποτηριον ο εγω πινω πιεσθε, και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθησεσθε·
39 οἱ δὲ εἶπον αὐτῷ· δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε·
40 το δε καθισαι εκ δεξιων μου και εξ ευωνυμων ουκ εστιν εμον δουναι, αλλ οις ητοιμασται.
40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται.
41 και ακουσαντες οι δεκα ηρξαντο αγανακτειν περι ιακωβου και ιωαννου.
41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου.
42 ο δε ιησους προσκαλεσαμενος αυτους λεγει αυτοις· οιδατε οτι οι δοκουντες αρχειν των εθνων κατακυριευουσιν αυτων και οι μεγαλοι αυτων κατεξουσιαζουσιν αυτων·
42 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς· οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν·
43 ουχ ουτως δε εσται εν υμιν, αλλ ος εαν θελη γενεσθαι μεγας εν υμιν, εσται υμων διακονος,
43 οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν, ἀλλ᾽ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος,
44 και ος εαν θελη υμων γενεσθαι πρωτος, εσται παντων δουλος·
44 καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος·
45 και γαρ ο υιος του ανθρωπου ουκ ηλθεν διακονηθηναι, αλλα διακονησαι, και δουναι την ψυχην αυτου λυτρον αντι πολλων.
45 καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
46 και ερχονται εις ιεριχω. και εκπορευομενου αυτου απο ιεριχω και των μαθητων αυτου και οχλου ικανου, ο υιος τιμαιου βαρτιμαιος τυφλος εκαθητο παρα την οδον προσαιτων.
46 Καὶ ἔρχονται εἰς Ἱεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἱεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.
47 και ακουσας οτι ιησους ο ναζωραιος εστιν, ηρξατο κραζειν και λεγειν· υιε δαυιδ ιησου, ελεησον με.
47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν· υἱὲ Δαυῒδ Ἰησοῦ, ἐλέησόν με.
48 και επετιμων αυτω πολλοι ινα σιωπηση· ο δε πολλω μαλλον εκραζεν· υιε δαυιδ, ελεησον με.
48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυΐδ, ἐλέησόν με.
49 και στας ο ιησους ειπεν· φωνησατε αυτον· και φωνουσιν τον τυφλον λεγοντες αυτω· θαρσει, εγειρε· φωνει σε.
49 καὶ στὰς ὁ Ἰησοῦς εἶπε· φωνήσατε αὐτόν· καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· θάρσει, ἔγειρε· φωνεῖ σε.
50 ο δε αποβαλων το ιματιον αυτου αναστας ηλθεν προς τον ιησουν.
50 ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν.
51 και αποκριθεις λεγει αυτω ο ιησους· τι σοι θελεις ποιησω; ο δε τυφλος ειπεν αυτω· ραββουνι, ινα αναβλεψω.
51 καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς· τί σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· ῥαββουνί, ἵνα ἀναβλέψω.
52 και ο ιησους ειπεν αυτω· υπαγε, η πιστις σου σεσωκεν σε. και ευθεως ανεβλεψεν, και ηκολουθει τω ιησου εν τη οδω.
52 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ὕπαγε, ἡ πίστις σου σέσωκέ σε. καὶ εὐθέως ἀνέβλεψε, καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Bartimaeus

    Blind beggar of Jericho

    A blind beggar, son of Timaeus, who sat beside the road at Jericho and cried to Jesus as Son of David and received his sight.

    Cited in the guide: Mark 10:46

  • Timaeus

    Father of Bartimaeus

    Named in Mark 10:46 as the father of the blind beggar Bartimaeus.

    Cited in the guide: Mark 10:46

Cross references (51)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 John 10:40; Mark 6:34; Matthew 4:23; Mark 4:2; Jeremiah 32:33
  2. 2 1 Corinthians 7:10–11; John 8:6; Matthew 23:13; Luke 11:53–54; Luke 7:30
  3. 3 Galatians 4:21; Isaiah 8:20; John 5:39; Luke 10:25
  4. 4 Deuteronomy 24:1–4; Matthew 5:31–32; Matthew 19:7; Matthew 1:19; Isaiah 50:1
  5. 5 Matthew 19:8; Acts 7:51; Nehemiah 9:16–17; Nehemiah 9:26; Hebrews 3:7–10
  6. 6 Genesis 1:27; Genesis 5:2; Genesis 1:1; Genesis 2:20–23; Malachi 2:14–16
  7. 7 Genesis 2:24; Matthew 19:5–6; Ephesians 5:31
  8. 8 Ephesians 5:28; Genesis 2:24; 1 Corinthians 6:16
  9. 9 Romans 7:1–3
  10. 10 Mark 9:33; Mark 9:28; Mark 4:10
  11. 11 Matthew 5:31–32; Romans 7:3; Matthew 19:9; 1 Corinthians 7:10–11; Luke 16:18
  12. 12 1 Corinthians 7:11; 1 Corinthians 7:13
  13. 13 Matthew 19:13–15; Luke 18:15–17; Deuteronomy 31:12–13
  14. 14 Matthew 19:14; Matthew 18:4; Matthew 18:10; Psalm 131:1–2; Luke 18:15–16
  15. 15 Matthew 18:3; Luke 18:17; John 3:3–6
  16. 16 Isaiah 40:11; Mark 9:36; Genesis 48:14–16; Luke 24:50–51; Deuteronomy 28:3
  17. 17 Matthew 19:16–30; Luke 18:18–30; Romans 2:7; John 6:27–28; Luke 10:25
  18. 18 Luke 18:19; Matthew 19:17; 1 John 4:16; Romans 3:12; 1 Samuel 2:2
  19. 19 Exodus 20:12–17; Romans 13:9; James 2:11; Luke 18:20; Matthew 19:17–19
  20. 20 Ezekiel 33:31–32; 2 Timothy 3:5; Philippians 3:6; Romans 7:9; Matthew 19:20
  21. 21 Matthew 6:19–21; Revelation 2:4; 1 Timothy 6:17–19; Luke 18:22; Luke 10:42
  22. 22 1 John 2:15–16; 1 Timothy 6:9–10; Luke 12:15; Ephesians 5:5; 2 Timothy 4:10
  23. 23 1 Corinthians 1:26; James 2:5; Luke 18:24; Mark 3:5; 2 Peter 1:11
  24. 24 Proverbs 11:28; James 5:1–3; Psalm 52:7; 1 Timothy 6:17; Revelation 3:17
  25. 25 Matthew 19:24–25; Luke 18:25; Matthew 23:24; Jeremiah 13:23; Matthew 7:3–5
  26. 26 Acts 16:31; Romans 10:9–13; 2 Corinthians 11:23; Mark 6:51; Mark 7:37
  27. 27 Jeremiah 32:27; Matthew 19:26; Job 42:2; Jeremiah 32:17; Genesis 18:13–14
  28. 28 Matthew 19:27–30; Mark 1:16–20; Luke 14:33; Luke 18:28–30; Philippians 3:7–9
  29. 29 1 Corinthians 9:23; Matthew 5:10–11; Revelation 2:3; Hebrews 11:24–26; Mark 8:35
  30. 30 Philippians 3:8; Luke 18:30; 2 Corinthians 6:10; James 1:12; Proverbs 3:9–10
  31. 31 Matthew 19:30; Luke 13:30; Matthew 20:16; Romans 9:30–33; Luke 18:11–14
  32. 32 Matthew 20:17–19; Luke 18:31–34; Luke 9:51; Mark 4:34; John 11:8
  33. 33 Matthew 20:17–19; Matthew 27:2; Acts 13:27; Matthew 16:21; Acts 3:13–14
  34. 34 Matthew 26:67; Matthew 16:21; Mark 14:65; Luke 22:63–65; Mark 15:17–20
  35. 35 Matthew 20:20–28; 2 Samuel 14:4–11; 1 Kings 2:16; Mark 14:33; Mark 1:19–20
  36. 36 John 15:7; 1 Kings 3:5–15; Mark 10:51
  37. 37 Matthew 19:28; Mark 16:19; Luke 24:26; Psalm 110:1; 1 Kings 22:19
  38. 38 Luke 12:50; Matthew 20:21–22; John 18:11; James 4:3; Psalm 75:8
  39. 39 Acts 12:2; Revelation 1:9; John 17:14; Colossians 1:24; John 13:37
  40. 40 Matthew 20:23; Matthew 25:34; John 17:24; Hebrews 11:16; John 17:2
  41. 41 Matthew 20:24; Proverbs 13:10; Romans 12:10; Philippians 2:3; Mark 9:33–36
  42. 42 1 Peter 5:3; Luke 22:25; Matthew 20:25
  43. 43 Matthew 23:8–12; Luke 14:11; Mark 9:35; Matthew 20:26–27; Luke 9:48
  44. 45 Matthew 20:28; Philippians 2:5–8; 2 Corinthians 8:9; Titus 2:14; John 13:14
  45. 46 Luke 18:35–19:1; Matthew 20:29–34; John 9:8; Luke 16:22; Acts 3:2–3
  46. 47 Mark 1:24; Matthew 9:27; Matthew 15:22; Revelation 22:16; Acts 13:22–23
  47. 48 Mark 7:26–29; Jeremiah 29:13; Matthew 19:13; Psalm 62:12; Matthew 20:31
  48. 49 Luke 18:40; Matthew 20:32–34; Psalm 145:8; Psalm 86:15; John 11:28
  49. 50 Philippians 3:7–9; Hebrews 12:1
  50. 51 Luke 18:41–43; Mark 10:36; Matthew 7:7; 2 Chronicles 1:7; Philippians 4:6
  51. 52 Matthew 9:22; Mark 8:25; Luke 7:50; Acts 26:18; Mark 5:34

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 10:38 Irenaeus of Lyons, Against Heresies (Book I, Chapters XX–XXI)

    … added this redemption to the sons of Zebedee, when their mother asked that they might sit, the one on His right hand, and the other on His left, in His kingdom, saying, "Can ye be baptized with the baptism which I shall be baptized with?" Paul, too, they declare, has often set forth, in express terms, the redemption which is …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 10:19 Augustine of Hippo, The City of God (Book XVIII, Chapters 40–41)

    If it is said, "Thou shall not commit adultery, Thou shall not kill, Thou shall not steal," and other similar commandments, not human lips but the divine oracles have enounced them.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Quotes verse 10:30 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XI)

    For instance, to them that strip themselves of all that they have for His sake He promised to give an hundred fold in the present world, and life eternal in that which is to come; by the things already given making the future also credible.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 10:38 Cyril of Jerusalem, Catechetical Lectures (Lecture III)

    For martyrdom also the Saviour is wont to call a baptism, saying, Can ye drink the cup which I drink, and be baptized with the baptism that I am baptized with?

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Quotes verse 10:37 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XLVI)

    This step of humility those two disciples were loth to have an eye to, who said, "Lord, bid that one of us may sit at Thy right hand, and the other at the left in Thy kingdom." They sought for exaltation, they did not see the step.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)