PT Patriarchal Text (Antoniades 1904/1912) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 και ελεγεν αυτοις· αμην λεγω υμιν οτι εισιν τινες των ωδε εστηκοτων, οιτινες ου μη γευσωνται θανατου εως αν ιδωσιν την βασιλειαν του θεου εληλυθυιαν εν δυναμει. 1 He said to them, “Most certainly I tell you, there are some standing here who will in no way taste death until they see God’s Kingdom come with power.”
1 Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
2 και μεθ ημερας εξ παραλαμβανει ο ιησους τον πετρον και [τον] ιακωβον και [τον] ιωαννην και αναφερει αυτους εις ορος υψηλον κατ ιδιαν μονους· και μετεμορφωθη εμπροσθεν αυτων, 2 After six days Jesus took with him Peter, James, and John, and brought them up onto a high mountain privately by themselves, and he was changed into another form in front of them.
2 Καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ [τὸν] Ἰάκωβον καὶ [τὸν] Ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν μόνους· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν,
3 και τα ιματια αυτου εγενετο στιλβοντα, λευκα λιαν ως χιων, οια γναφευς επι της γης ου δυναται ουτως λευκαναι. 3 His clothing became glistening, exceedingly white, like snow, such as no launderer on earth can whiten them.
3 καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα, λευκὰ λίαν ὡς χιών, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτω λευκᾶναι.
4 και ωφθη αυτοις ηλιας συν μωυσει, και ησαν συλλαλουντες τω ιησου. 4 Elijah and Moses appeared to them, and they were talking with Jesus.
4 καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ·
5 και αποκριθεις ο πετρος λεγει τω ιησου· ραββι, καλον εστιν ημας ωδε ειναι· και ποιησωμεν σκηνας τρεις, σοι μιαν και μωυσει μιαν και ηλια μιαν. 5 Peter answered Jesus, “Rabbi, it is good for us to be here. Let’s make three tents: one for you, one for Moses, and one for Elijah.”
5 ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν.
6 ου γαρ ηδει τι λαληση· ησαν γαρ εκφοβοι. 6 For he didn’t know what to say, for they were very afraid.
6 οὐ γὰρ ᾔδει τί λαλήσῃ· ἦσαν γὰρ ἔκφοβοι.
7 και εγενετο νεφελη επισκιαζουσα αυτοις, και ηλθεν φωνη εκ της νεφελης λεγουσα· ουτος εστιν ο υιος μου ο αγαπητος· αυτου ακουετε. 7 A cloud came, overshadowing them, and a voice came out of the cloud, “This is my beloved Son. Listen to him.”
7 καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἦλθε φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε.
8 και εξαπινα περιβλεψαμενοι ουκετι ουδενα ειδον, αλλα τον ιησουν μονον μεθ εαυτων. 8 Suddenly looking around, they saw no one with them any more, except Jesus only.
8 καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον, ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ᾽ ἑαυτῶν.
9 καταβαινοντων δε αυτων απο του ορους διεστειλατο αυτοις ινα μηδενι διηγησωνται α ειδον, ει μη οταν ο υιος του ανθρωπου εκ νεκρων αναστη. 9 As they were coming down from the mountain, he commanded them that they should tell no one what things they had seen, until after the Son of Man had risen from the dead.
9 καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
10 και τον λογον εκρατησαν, προς εαυτους συζητουντες τι εστιν το εκ νεκρων αναστηναι. 10 They kept this saying to themselves, questioning what the “rising from the dead” meant.
10 καὶ τὸν λόγον ἐκράτησαν, πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστι τὸ ἐκ νεκρῶν ἀναστῆναι.
11 και επηρωτων αυτον λεγοντες, οτι λεγουσιν οι γραμματεις οτι ηλιαν δει ελθειν πρωτον. 11 They asked him, saying, “Why do the scribes say that Elijah must come first?”
11 καὶ ἐπηρώτων αὐτὸν λέγοντες, ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον.
12 ο δε αποκριθεις ειπεν αυτοις· ηλιας μεν ελθων πρωτον αποκαθιστα παντα· και πως γεγραπται επι τον υιον του ανθρωπου ινα πολλα παθη και εξουδενωθη; 12 He said to them, “Elijah indeed comes first, and restores all things. How is it written about the Son of Man, that he should suffer many things and be despised?
12 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστᾷ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ;
13 αλλα λεγω υμιν οτι και ηλιας εληλυθεν, και εποιησαν αυτω οσα ηθελησαν, καθως γεγραπται επ αυτον. 13 But I tell you that Elijah has come, and they have also done to him whatever they wanted to, even as it is written about him.”
13 ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθε, καὶ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν, καθὼς γέγραπται ἐπ᾽ αὐτόν.
14 και ελθων προς τους μαθητας ειδεν οχλον πολυν περι αυτους, και γραμματεις συζητουντας αυτοις. 14 Coming to the disciples, he saw a great multitude around them, and scribes questioning them.
14 Καὶ ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν ὄχλον πολὺν περὶ αὐτούς, καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς.
15 και ευθεως πας ο οχλος ιδοντες αυτον εξεθαμβηθησαν, και προστρεχοντες ησπαζοντο αυτον. 15 Immediately all the multitude, when they saw him, were greatly amazed, and running to him, greeted him.
15 καὶ εὐθέως πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.
16 και επηρωτησεν τους γραμματεις· τι συζητειτε προς εαυτους; 16 He asked the scribes, “What are you asking them?”
16 καὶ ἐπηρώτησε τοὺς γραμματεῖς· τί συζητεῖτε πρὸς ἑαυτούς;
17 και αποκριθεις εις εκ του οχλου ειπεν· διδασκαλε, ηνεγκα τον υιον μου προς σε, εχοντα πνευμα αλαλον. 17 One of the multitude answered, “Teacher, I brought to you my son, who has a mute spirit;
17 καὶ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπε· διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον.
18 και οπου αν αυτον καταλαβη, ρησσει αυτον, και αφριζει και τριζει τους οδοντας αυτου, και ξηραινεται· και ειπον τοις μαθηταις σου ινα αυτο εκβαλωσιν, και ουκ ισχυσαν. 18 and wherever it seizes him, it throws him down; and he foams at the mouth, grinds his teeth, and becomes rigid. I asked your disciples to cast it out, and they weren’t able.”
18 καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν.
19 ο δε αποκριθεις αυτω λεγει· ω γενεα απιστος, εως ποτε προς υμας εσομαι; εως ποτε ανεξομαι υμων; φερετε αυτον προς με. 19 He answered him, “Unbelieving generation, how long shall I be with you? How long shall I bear with you? Bring him to me.”
19 ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν.
20 και ηνεγκαν αυτον προς αυτον. και ιδων αυτον ευθεως το πνευμα εσπαραξεν αυτον, και πεσων επι της γης εκυλιετο αφριζων. 20 They brought him to him, and when he saw him, immediately the spirit convulsed him and he fell on the ground, wallowing and foaming at the mouth.
20 καὶ ἰδὼν αὐτὸν εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων.
21 και επηρωτησεν τον πατερα αυτου· ποσος χρονος εστιν ως τουτο γεγονεν αυτω; ο δε ειπεν· παιδιοθεν. 21 He asked his father, “How long has it been since this has been happening to him?” He said, “From childhood.
21 καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ· πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπε· παιδιόθεν.
22 και πολλακις αυτον και εις πυρ εβαλεν και εις υδατα, ινα απολεση αυτον· αλλ ει τι δυνασαι, βοηθησον υμιν σπλαγχνισθεις εφ ημας. 22 Often it has cast him both into the fire and into the water to destroy him. But if you can do anything, have compassion on us and help us.”
22 καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλε καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ᾽ εἴ τι δύνασαι, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ᾽ ἡμᾶς.
23 ο δε ιησους ειπεν αυτω το ει δυνασαι πιστευσαι, παντα δυνατα τω πιστευοντι. 23 Jesus said to him, “If you can believe, all things are possible to him who believes.”
23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι.
24 και ευθεως κραξας ο πατηρ του παιδιου μετα δακρυων ελεγεν· πιστευω, κυριε· βοηθει μου τη απιστια. 24 Immediately the father of the child cried out with tears, “I believe. Help my unbelief!”
24 καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου μετὰ δακρύων ἔλεγε· πιστεύω, κύριε· βοήθει μου τῇ ἀπιστίᾳ.
25 ιδων δε ο ιησους οτι επισυντρεχει οχλος, επετιμησεν τω πνευματι τω ακαθαρτω λεγων αυτω· το πνευμα το αλαλον και κωφον, εγω σοι επιτασσω, εξελθε εξ αυτου και μηκετι εισελθης εις αυτον. 25 When Jesus saw that a multitude came running together, he rebuked the unclean spirit, saying to him, “You mute and deaf spirit, I command you, come out of him, and never enter him again!”
25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος, ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.
26 και κραξαν και πολλα σπαραξαν αυτον εξηλθεν, και εγενετο ωσει νεκρος, ωστε πολλους λεγειν οτι απεθανεν. 26 After crying out and convulsing him greatly, it came out of him. The boy became like one dead, so much that most of them said, “He is dead.”
26 καὶ κράξαν καὶ πολλὰ σπαράξαν αὐτὸν ἐξῆλθε, καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν.
27 ο δε ιησους κρατησας αυτον της χειρος ηγειρεν αυτον, και ανεστη. 27 But Jesus took him by the hand and raised him up; and he arose.
27 ὁ δὲ Ἰησοῦς κρατήσας αὐτὸν τῆς χειρὸς ἤγειρεν αὐτόν, καὶ ἀνέστη.
28 και εισελθοντα αυτον εις οικον οι μαθηται αυτου επηρωτων αυτον κατ ιδιαν, οτι ημεις ουκ ηδυνηθημεν εκβαλειν αυτο. 28 When he had come into the house, his disciples asked him privately, “Why couldn’t we cast it out?”
28 Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ᾽ ἰδίαν, ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό.
29 και ειπεν αυτοις· τουτο το γενος εν ουδενι δυναται εξελθειν ει μη εν προσευχη και νηστεια. 29 He said to them, “This kind can come out by nothing but by prayer and fasting.”
29 καὶ εἶπεν αὐτοῖς· τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
30 και εκειθεν εξελθοντες παρεπορευοντο δια της γαλιλαιας, και ουκ ηθελεν ινα τις γνω· 30 They went out from there and passed through Galilee. He didn’t want anyone to know it,
30 Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ·
31 εδιδασκεν γαρ τους μαθητας αυτου και ελεγεν αυτοις οτι ο υιος του ανθρωπου παραδιδοται εις χειρας ανθρωπων, και αποκτενουσιν αυτον, και αποκτανθεις τη τριτη ημερα αναστησεται. 31 for he was teaching his disciples, and said to them, “The Son of Man is being handed over to the hands of men, and they will kill him; and when he is killed, on the third day he will rise again.”
31 ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
32 οι δε ηγνοουν το ρημα, και εφοβουντο αυτον επερωτησαι. 32 But they didn’t understand the saying, and were afraid to ask him.
32 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.
33 και ηλθεν εις καπερναουμ· και εν τη οικια γενομενος επηρωτα αυτους· τι εν τη οδω προς εαυτους διελογιζεσθε; 33 He came to Capernaum, and when he was in the house he asked them, “What were you arguing among yourselves on the way?”
33 Καὶ ἦλθεν εἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε;
34 οι δε εσιωπων· προς αλληλους γαρ διελεχθησαν εν τη οδω τις μειζων. 34 But they were silent, for they had disputed with one another on the way about who was the greatest.
34 οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων.
35 και καθισας εφωνησεν τους δωδεκα και λεγει αυτοις· ει τις θελει πρωτος ειναι, εσται παντων εσχατος και παντων διακονος. 35 He sat down and called the twelve; and he said to them, “If any man wants to be first, he shall be last of all, and servant of all.”
35 καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος.
36 και λαβων παιδιον εστησεν αυτο εν μεσω αυτων, και εναγκαλισαμενος αυτο ειπεν αυτοις· 36 He took a little child and set him in the middle of them. Taking him in his arms, he said to them,
36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς·
37 ος εαν εν των τοιουτων παιδιων δεξηται επι τω ονοματι μου, εμε δεχεται· και ος εαν εμε δεξηται, ουκ εμε δεχεται, αλλα τον αποστειλαντα με. 37 “Whoever receives one such little child in my name receives me; and whoever receives me, doesn’t receive me, but him who sent me.”
37 ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με.
38 απεκριθη αυτω ο ιωαννης λεγων· διδασκαλε, ειδομεν τινα εν τω ονοματι σου εκβαλλοντα δαιμονια, ος ουκ ακολουθει ημιν, και εκωλυσαμεν αυτον, οτι ουκ ακολουθει ημιν. 38 John said to him, “Teacher, we saw someone who doesn’t follow us casting out demons in your name; and we forbade him, because he doesn’t follow us.”
38 Ἀπεκρίθη αὐτῷ ὁ Ἰωάννης λέγων· διδάσκαλε, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν, καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν.
39 ο δε ιησους ειπεν· μη κωλυετε αυτον· ουδεις γαρ εστιν ος ποιησει δυναμιν επι τω ονοματι μου και δυνησεται ταχυ κακολογησαι με. 39 But Jesus said, “Don’t forbid him, for there is no one who will do a mighty work in my name and be able quickly to speak evil of me.
39 ὁ δὲ Ἰησοῦς εἶπε· μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με.
40 ος γαρ ουκ εστιν καθ υμων, υπερ υμων εστιν. 40 For whoever is not against us is on our side.
40 ὃς γὰρ οὐκ ἔστι καθ᾽ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν.
41 ος γαρ αν ποτιση υμας ποτηριον υδατος εν τω ονοματι μου, οτι χριστου εστε, αμην λεγω υμιν, ου μη απολεση τον μισθον αυτου. 41 For whoever will give you a cup of water to drink in my name because you are Christ’s, most certainly I tell you, he will in no way lose his reward.
41 ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματί μου, ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
42 και ος αν σκανδαλιση ενα των μικρων τουτων των πιστευοντων εις εμε, καλον εστιν αυτω μαλλον ει περικειται λιθος μυλικος περι τον τραχηλον αυτου και βεβληται εις την θαλασσαν. 42 “Whoever will cause one of these little ones who believe in me to stumble, it would be better for him if he were thrown into the sea with a millstone hung around his neck.
42 Καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται λίθος μυλικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν.
43 και εαν σκανδαλιζη σε η χειρ σου, αποκοψον αυτην· καλον σοι εστιν κυλλον εις την ζωην εισελθειν, η τας δυο χειρας εχοντα απελθειν εις [την] γεενναν, εις το πυρ το ασβεστον, 43 If your hand causes you to stumble, cut it off. It is better for you to enter into life maimed, rather than having your two hands to go into Gehenna, into the unquenchable fire,
43 καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλὸν σοί ἐστι κυλλὸν εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς [τὴν] γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον,
44 οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται. 44 ‘where their worm doesn’t die, and the fire is not quenched.’
44 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.
45 και εαν ο πους σου σκανδαλιζη σε, αποκοψον αυτον· καλον σοι εστιν εισελθειν εις την ζωην χωλον, η [τους] δυο ποδας εχοντα βληθηναι εις την γεενναν, εις το πυρ το ασβεστον, 45 If your foot causes you to stumble, cut it off. It is better for you to enter into life lame, rather than having your two feet to be cast into Gehenna, into the fire that will never be quenched—
45 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλὸν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν, ἢ [τοὺς] δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον,
46 οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται. 46 ‘where their worm doesn’t die, and the fire is not quenched.’
46 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.
47 και εαν ο οφθαλμος σου σκανδαλιζη σε, εκβαλε αυτον· καλον σοι εστιν μονοφθαλμον εισελθειν εις την βασιλειαν του θεου, η τους δυο οφθαλμους εχοντα απελθειν εις την γεενναν του πυρος, 47 If your eye causes you to stumble, throw it out. It is better for you to enter into God’s Kingdom with one eye, rather than having two eyes to be cast into the Gehenna of fire,
47 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλὸν σοί ἐστι μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ τοὺς δύο ὀφθαλμοὺς ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν τοῦ πυρός,
48 οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται. 48 ‘where their worm doesn’t die, and the fire is not quenched.’
48 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.
49 πας γαρ πυρι αλισθησεται, και πασα θυσια αλι αλισθησεται. 49 For everyone will be salted with fire, and every sacrifice will be seasoned with salt.
49 πᾶς γὰρ πυρὶ ἁλισθήσεται, καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται.
50 καλον το αλας· εαν δε το αλας αναλον γενηται, εν τινι αυτο αρτυσετε; εχετε εν εαυτοις αλας και ειρηνευετε εν αλληλοις. 50 Salt is good, but if the salt has lost its saltiness, with what will you season it? Have salt in yourselves, and be at peace with one another.”
50 καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλας καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.