Skip to the text

Matthew · Patriarchal Text (Antoniades 1904/1912)

Matthew 26 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και εγενετο οτε ετελεσεν ο ιησους παντας τους λογους τουτους ειπεν τοις μαθηταις αυτου·
1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους εἶπε τοῖς μαθηταῖς αὐτοῦ·
2 οιδατε οτι μετα δυο ημερας το πασχα γινεται, και ο υιος του ανθρωπου παραδιδοται εις το σταυρωθηναι.
2 οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
3 τοτε συνηχθησαν οι αρχιερεις και οι γραμματεις και οι πρεσβυτεροι του λαου εις την αυλην του αρχιερεως του λεγομενου καιαφα,
3 τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα,
4 και συνεβουλευσαντο ινα τον ιησουν δολω κρατησωσιν και αποκτεινωσιν.
4 καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν.
5 ελεγον δε· μη εν τη εορτη, ινα μη θορυβος γενηται εν τω λαω.
5 ἔλεγον δέ· μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
6 του δε ιησου γενομενου εν βηθανια εν οικια σιμωνος του λεπρου,
6 Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
7 προσηλθεν αυτω γυνη αλαβαστρον μυρου εχουσα βαρυτιμου, και κατεχεεν επι την κεφαλην αυτου ανακειμενου.
7 προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου.
8 ιδοντες δε οι μαθηται αυτου ηγανακτησαν λεγοντες· εις τι η απωλεια αυτη;
8 ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη;
9 ηδυνατο γαρ τουτο το μυρον πραθηναι πολλου και δοθηναι [τοις] πτωχοις.
9 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι [τοῖς] πτωχοῖς.
10 γνους δε ο ιησους ειπεν αυτοις· τι κοπους παρεχετε τη γυναικι; εργον γαρ καλον ειργασατο εις εμε.
10 γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ.
11 τους πτωχους γαρ παντοτε εχετε μεθ εαυτων, εμε δε ου παντοτε εχετε.
11 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
12 βαλουσα γαρ αυτη το μυρον τουτο επι του σωματος μου, προς το ενταφιασαι με εποιησεν.
12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.
13 αμην λεγω υμιν, οπου εαν κηρυχθη το ευαγγελιον τουτο εν ολω τω κοσμω, λαληθησεται και ο εποιησεν αυτη εις μνημοσυνον αυτης.
13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
14 τοτε πορευθεις εις των δωδεκα, ο λεγομενος ιουδας ισκαριωτης, προς τους αρχιερεις
14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε·
15 ειπεν· τι θελετε μοι δουναι, και εγω υμιν παραδωσω αυτον; οι δε εστησαν αυτω τριακοντα αργυρια.
15 τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
16 και απο τοτε εζητει ευκαιριαν ινα αυτον παραδω.
16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
17 τη δε πρωτη των αζυμων προσηλθον οι μαθηται τω ιησου λεγοντες αυτω· που θελεις ετοιμασωμεν σοι φαγειν το πασχα;
17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες αὐτῷ· ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα;
18 ο δε ειπεν· υπαγετε εις την πολιν προς τον δεινα και ειπατε αυτω· ο διδασκαλος λεγει, ο καιρος μου εγγυς εστιν· προς σε ποιω το πασχα μετα των μαθητων μου.
18 ὁ δὲ εἶπεν· ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· ὁ διδάσκαλος λέγει, ὁ καιρός μου ἐγγύς ἐστι· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.
19 και εποιησαν οι μαθηται ως συνεταξεν αυτοις ο ιησους, και ητοιμασαν το πασχα.
19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.
20 οψιας δε γενομενης ανεκειτο μετα των δωδεκα.
20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα.
21 και εσθιοντων αυτων ειπεν· αμην λεγω υμιν οτι εις εξ υμων παραδωσει με.
21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
22 και λυπουμενοι σφοδρα ηρξαντο λεγειν αυτω εκαστος αυτων· μητι εγω ειμι, κυριε;
22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν· μήτι ἐγώ εἰμι, Κύριε;
23 ο δε αποκριθεις ειπεν· ο εμβαψας μετ εμου εν τω τρυβλιω την χειρα, ουτος με παραδωσει.
23 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὁ ἐμβάψας μετ᾽ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει.
24 ο μεν υιος του ανθρωπου υπαγει καθως γεγραπται περι αυτου· ουαι δε τω ανθρωπω εκεινω δι ου ο υιος του ανθρωπου παραδιδοται· καλον ην αυτω ει ουκ εγεννηθη ο ανθρωπος εκεινος.
24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
25 αποκριθεις δε ιουδας ο παραδιδους αυτον ειπεν· μητι εγω ειμι, ραββι; λεγει αυτω· συ ειπας.
25 ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπε· μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ, σὺ εἶπας.
26 εσθιοντων δε αυτων λαβων ο ιησους τον αρτον και ευχαριστησας εκλασεν και εδιδου τοις μαθηταις και ειπεν· λαβετε φαγετε· τουτο εστιν το σωμα μου·
26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε· λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου·
27 και λαβων το ποτηριον και ευχαριστησας εδωκεν αυτοις λεγων· πιετε εξ αυτου παντες·
27 καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· πίετε ἐξ αὐτοῦ πάντες·
28 τουτο γαρ εστιν το αιμα μου το της καινης διαθηκης το περι πολλων εκχυνομενον εις αφεσιν αμαρτιων.
28 τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
29 λεγω δε υμιν οτι ου μη πιω απ αρτι εκ τουτου του γενηματος της αμπελου εως της ημερας εκεινης οταν αυτο πινω μεθ υμων καινον εν τη βασιλεια του πατρος μου.
29 λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.
30 και υμνησαντες εξηλθον εις το ορος των ελαιων.
30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς·
31 τοτε λεγει αυτοις ο ιησους· παντες υμεις σκανδαλισθησεσθε εν εμοι εν τη νυκτι ταυτη· γεγραπται γαρ, παταξω τον ποιμενα, και διασκορπισθησονται τα προβατα της ποιμνης·
31 πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης·
32 μετα δε το εγερθηναι με προαξω υμας εις την γαλιλαιαν.
32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
33 αποκριθεις δε ο πετρος ειπεν αυτω· ει παντες σκανδαλισθησονται εν σοι, εγω δε ουδεποτε σκανδαλισθησομαι.
33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι.
34 εφη αυτω ο ιησους· αμην λεγω σοι οτι εν ταυτη τη νυκτι πριν αλεκτορα φωνησαι τρις απαρνηση με.
34 ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
35 λεγει αυτω ο πετρος· καν δεη με συν σοι αποθανειν, ου μη σε απαρνησομαι. ομοιως δε και παντες οι μαθηται ειπον.
35 λέγει αὐτῷ ὁ Πέτρος· κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως δὲ καὶ πάντες οἱ μαθηταὶ εἶπον.
36 τοτε ερχεται μετ αυτων ο ιησους εις χωριον λεγομενον γεθσημανη, και λεγει τοις μαθηταις· καθισατε αυτου εως ου απελθων προσευξωμαι εκει.
36 Τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς· καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ.
37 και παραλαβων τον πετρον και τους δυο υιους ζεβεδαιου ηρξατο λυπεισθαι και αδημονειν.
37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
38 τοτε λεγει αυτοις ο ιησους· περιλυπος εστιν η ψυχη μου εως θανατου· μεινατε ωδε και γρηγορειτε μετ εμου.
38 τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ.
39 και προελθων μικρον επεσεν επι προσωπον αυτου προσευχομενος και λεγων· πατερ μου, ει δυνατον εστιν, παρελθετω απ εμου το ποτηριον τουτο· πλην ουχ ως εγω θελω, αλλ ως συ.
39 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ.
40 και ερχεται προς τους μαθητας και ευρισκει αυτους καθευδοντας, και λεγει τω πετρω· ουτως ουκ ισχυσατε μιαν ωραν γρηγορησαι μετ εμου!
40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ!
41 γρηγορειτε και προσευχεσθε, ινα μη εισελθητε εις πειρασμον. το μεν πνευμα προθυμον, η δε σαρξ ασθενης.
41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
42 παλιν εκ δευτερου απελθων προσηυξατο λεγων· πατερ μου, ει ου δυναται τουτο το ποτηριον παρελθειν απ εμου εαν μη αυτο πιω, γενηθητω το θελημα σου.
42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ᾽ ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
43 και ελθων ευρισκει αυτους παλιν καθευδοντας· ησαν γαρ αυτων οι οφθαλμοι βεβαρημενοι.
43 καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.
44 και αφεις αυτους απελθων παλιν προσηυξατο εκ τριτου τον αυτον λογον ειπων.
44 καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπών·
45 τοτε ερχεται προς τους μαθητας αυτου και λεγει αυτοις· καθευδετε το λοιπον και αναπαυεσθε! ιδου ηγγικεν η ωρα και ο υιος του ανθρωπου παραδιδοται εις χειρας αμαρτωλων.
45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς· καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε! ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
46 εγειρεσθε αγωμεν· ιδου ηγγικεν ο παραδιδους με.
46 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.
47 και ετι αυτου λαλουντος ιδου ιουδας εις των δωδεκα ηλθεν, και μετ αυτου οχλος πολυς μετα μαχαιρων και ξυλων απο των αρχιερεων και πρεσβυτερων του λαου.
47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
48 ο δε παραδιδους αυτον εδωκεν αυτοις σημειον λεγων· ον αν φιλησω, αυτος εστιν· κρατησατε αυτον.
48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν.
49 και ευθεως προσελθων τω ιησου ειπεν· χαιρε, ραββι, και κατεφιλησεν αυτον.
49 καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπε· χαῖρε, ῥαββί, καὶ κατεφίλησεν αὐτόν.
50 ο δε ιησους ειπεν αυτω· εταιρε, εφ ω παρει. τοτε προσελθοντες επεβαλον τας χειρας επι τον ιησουν και εκρατησαν αυτον.
50 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἑταῖρε, ἐφ᾽ ᾧ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν.
51 και ιδου εις των μετα ιησου εκτεινας την χειρα απεσπασεν την μαχαιραν αυτου, και παταξας τον δουλον του αρχιερεως αφειλεν αυτου το ωτιον.
51 καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
52 τοτε λεγει αυτω ο ιησους· αποστρεψον σου την μαχαιραν εις τον τοπον αυτης· παντες γαρ οι λαβοντες μαχαιραν εν μαχαιρα αποθανουνται.
52 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀποθανοῦνται.
53 η δοκεις οτι ου δυναμαι αρτι παρακαλεσαι τον πατερα μου, και παραστησει μοι πλειους η δωδεκα λεγεωνας αγγελων;
53 ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων;
54 πως ουν πληρωθωσιν αι γραφαι οτι ουτως δει γενεσθαι;
54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτω δεῖ γενέσθαι;
55 εν εκεινη τη ωρα ειπεν ο ιησους τοις οχλοις· ως επι ληστην εξηλθετε μετα μαχαιρων και ξυλων συλλαβειν με· καθ ημεραν προς υμας εκαθεζομην διδασκων εν τω ιερω, και ουκ εκρατησατε με.
55 Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ᾽ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με.
56 τουτο δε ολον γεγονεν ινα πληρωθωσιν αι γραφαι των προφητων. τοτε οι μαθηται παντες αφεντες αυτον εφυγον.
56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
57 οι δε κρατησαντες τον ιησουν απηγαγον προς καιαφαν τον αρχιερεα, οπου οι γραμματεις και οι πρεσβυτεροι συνηχθησαν.
57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
58 ο δε πετρος ηκολουθει αυτω απο μακροθεν εως της αυλης του αρχιερεως, και εισελθων εσω εκαθητο μετα των υπηρετων ιδειν το τελος.
58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.
59 οι δε αρχιερεις και οι πρεσβυτεροι και το συνεδριον ολον εζητουν ψευδομαρτυριαν κατα του ιησου οπως θανατωσωσιν αυτον,
59 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως θανατώσωσιν αὐτόν,
60 και ουχ ευρον· και πολλων ψευδομαρτυρων προσελθοντων, ουχ ευρον.
60 καὶ οὐχ εὗρον· καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες
61 υστερον δε προσελθοντες δυο ψευδομαρτυρες ειπον· ουτος εφη, δυναμαι καταλυσαι τον ναον του θεου και δια τριων ημερων οικοδομησαι αυτον.
61 εἶπον· οὗτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν.
62 και αναστας ο αρχιερευς ειπεν αυτω· ουδεν αποκρινη; τι ουτοι σου καταμαρτυρουσιν;
62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν;
63 ο δε ιησους εσιωπα. και αποκριθεις ο αρχιερευς ειπεν αυτω· εξορκιζω σε κατα του θεου του ζωντος ινα ημιν ειπης ει συ ει ο χριστος ο υιος του θεου.
63 ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ.
64 λεγει αυτω ο ιησους· συ ειπας· πλην λεγω υμιν, απ αρτι οψεσθε τον υιον του ανθρωπου καθημενον εκ δεξιων της δυναμεως και ερχομενον επι των νεφελων του ουρανου.
64 λέγει αὐτῷ ὁ Ἰησοῦς· σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
65 τοτε ο αρχιερευς διερρηξεν τα ιματια αυτου λεγων οτι εβλασφημησεν· τι ετι χρειαν εχομεν μαρτυρων; ιδε νυν ηκουσατε την βλασφημιαν αυτου·
65 τότε ὁ ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦ λέγων ὅτι ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ·
66 τι υμιν δοκει; οι δε αποκριθεντες ειπον· ενοχος θανατου εστιν.
66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπον· ἔνοχος θανάτου ἐστί.
67 τοτε ενεπτυσαν εις το προσωπον αυτου και εκολαφισαν αυτον, οι δε ερραπισαν
67 τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐρράπισαν
68 λεγοντες· προφητευσον ημιν, χριστε, τις εστιν ο παισας σε;
68 λέγοντες· προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε;
69 ο δε πετρος εξω εκαθητο εν τη αυλη· και προσηλθεν αυτω μια παιδισκη λεγουσα· και συ ησθα μετα ιησου του γαλιλαιου.
69 Ὁ δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.
70 ο δε ηρνησατο εμπροσθεν αυτων παντων λεγων· ουκ οιδα τι λεγεις.
70 ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων λέγων· οὐκ οἶδα τί λέγεις.
71 εξελθοντα δε αυτον εις τον πυλωνα ειδεν αυτον αλλη και λεγει αυτοις· εκει και ουτος ην μετα ιησου του ναζωραιου.
71 ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει αὐτοῖς· ἐκεῖ καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.
72 και παλιν ηρνησατο μεθ ορκου οτι ουκ οιδα τον ανθρωπον.
72 καὶ πάλιν ἠρνήσατο μεθ᾽ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον.
73 μετα μικρον δε προσελθοντες οι εστωτες ειπον τω πετρω· αληθως και συ εξ αυτων ει· και γαρ η λαλια σου δηλον σε ποιει.
73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.
74 τοτε ηρξατο καταθεματιζειν και ομνυειν οτι ουκ οιδα τον ανθρωπον. και ευθεως αλεκτωρ εφωνησεν.
74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε.
75 και εμνησθη ο πετρος του ρηματος ιησου ειρηκοτος αυτω οτι πριν αλεκτορα φωνησαι τρις απαρνηση με· και εξελθων εξω εκλαυσεν πικρως.
75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Caiaphas

    High priest

    The high priest that year, son-in-law of Annas, in whose court the council met to plot against Jesus and to whom Jesus was sent bound.

    Cited in the guide: Matthew 26:3; Matthew 26:57; Luke 3:2

  • Simon the Leper

    Host at Bethany

    The man in whose home in Bethany Jesus was anointed with perfume by a woman.

    Cited in the guide: Matthew 26:6; Mark 14:3

Places

  • Gethsemane

    Today: Slope of the Mount of Olives

    Gethsemane ('oil press') was a garden on the lower Mount of Olives. Jesus prayed here on the night of his arrest; ancient olive trees still grow on the traditional site.

    Cited in the guide: Matthew 26:36; Mark 14:32; Luke 22:44

Cross references (75)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Matthew 7:28; Matthew 19:1
  2. 2 Mark 14:1–2; Luke 22:1–2; Matthew 20:18–19; John 13:1–2; John 11:55
  3. 3 John 18:24; John 11:47–53; Mark 14:54; Psalm 2:1–2; John 18:28
  4. 4 Matthew 12:14; Acts 13:10; Psalm 2:2; Genesis 3:1; Matthew 23:33
  5. 5 Matthew 27:24; Matthew 21:26; Matthew 14:5; Isaiah 46:10; Mark 14:2
  6. 6 Mark 14:3–9; John 12:1–8; Luke 7:37–39; John 11:1–2; Matthew 21:17
  7. 7 John 12:2–3; Luke 7:46; Luke 7:37–38; Ecclesiastes 9:8; Psalm 133:2
  8. 8 John 12:4–6; Mark 14:4; Exodus 5:17; Ecclesiastes 4:4; Haggai 1:2–4
  9. 9 John 12:5–6; Mark 14:5; Joshua 7:20–21; 1 Samuel 15:21; 1 Samuel 15:9
  10. 10 Titus 3:8; Hebrews 13:21; Titus 1:16; 2 Timothy 2:21; Titus 3:1
  11. 11 Deuteronomy 15:11; Mark 14:7; John 12:8; John 16:28; John 16:5
  12. 12 John 12:7; Mark 14:8; Luke 23:56–24:1; Mark 16:1; 2 Chronicles 16:14
  13. 13 Mark 14:9; Matthew 24:14; Psalm 112:6; Isaiah 52:9; Psalm 98:2–3
  14. 14 Luke 22:3–6; Matthew 10:4; Mark 14:10–11; Matthew 26:47; John 6:70–71
  15. 15 Zechariah 11:12–13; Genesis 37:26–28; Exodus 21:32; 1 Timothy 6:9–10; 2 Peter 2:3
  16. 16 Mark 14:11; Luke 22:6
  17. 17 Luke 22:7–13; Exodus 12:18–20; Mark 14:12–16; Exodus 13:6–8; Exodus 12:6
  18. 18 Mark 14:13–16; John 7:6; John 17:1; John 13:1; John 7:30
  19. 19 Matthew 21:6; John 2:5; John 15:14; 2 Chronicles 35:10–11; Exodus 12:4–8
  20. 20 Mark 14:17–21; John 13:21; Song of Songs 1:12; Luke 22:14–16; Exodus 12:11
  21. 21 John 13:21; Hebrews 4:13; John 6:70–71; Psalm 55:12–14; Revelation 2:23
  22. 22 John 13:22–25; Luke 22:23; Mark 14:19–20; John 21:17
  23. 23 John 13:18; Psalm 41:9; John 13:26–28; Luke 22:21
  24. 24 Luke 24:46; Acts 26:22–23; Daniel 9:26; Matthew 18:7; 1 Corinthians 15:3
  25. 25 Matthew 26:64; Matthew 27:11; John 18:37; Luke 22:70; 2 Kings 5:25
  26. 26 1 Corinthians 11:23–29; Luke 22:18–20; 1 Corinthians 10:16–17; John 6:33–35; Mark 14:22–25
  27. 27 Isaiah 25:6; 1 Corinthians 10:16; Psalm 116:13; 1 Corinthians 11:28; Isaiah 55:1
  28. 28 Hebrews 10:4–14; Hebrews 9:14–22; Leviticus 17:11; Matthew 20:28; Revelation 7:14
  29. 29 Hebrews 12:2; Revelation 7:17; Mark 14:25; Psalm 40:3; Luke 22:15–18
  30. 30 Ephesians 5:19–20; Luke 22:39; Matthew 21:1; Mark 14:26–31; Luke 21:37
  31. 31 Zechariah 13:7; Mark 14:27–28; John 16:32; Ezekiel 34:5–6; Psalm 69:20
  32. 32 Matthew 28:10; Matthew 28:16; Luke 18:33–34; Matthew 20:19; Mark 14:28
  33. 33 Luke 22:33; Proverbs 16:18–19; Psalm 17:5; Proverbs 20:6; John 13:36–38
  34. 34 John 13:38; Luke 22:34; Matthew 26:75; Mark 14:30–31
  35. 35 John 13:37; Romans 11:20; Philippians 2:12; 1 Corinthians 10:12; Proverbs 28:14
  36. 36 Mark 14:32–42; Luke 22:39–46; Matthew 26:42; Matthew 26:39; Psalm 69:13–15
  37. 37 Matthew 4:21; Matthew 17:1; Mark 5:37; Mark 14:33–34; Luke 22:44
  38. 38 John 12:27; 1 Peter 3:18; 1 Peter 2:24; Galatians 3:13; Matthew 26:40–41
  39. 39 John 6:38; Philippians 2:8; Matthew 26:42; Luke 22:41–42; Hebrews 5:7
  40. 40 Luke 22:45; Mark 14:37; Matthew 26:43; Luke 9:32; Matthew 26:38
  41. 41 Luke 22:46; Ephesians 6:18; Mark 14:38; Matthew 6:13; Revelation 16:15
  42. 42 Matthew 26:39; Mark 14:39–40; Hebrews 4:15; Hebrews 5:7–8; Psalm 88:1–2
  43. 43 Luke 9:32; Acts 20:9; 1 Thessalonians 5:6–8; Jonah 1:6; Romans 13:1
  44. 44 2 Corinthians 12:8; Luke 18:1; Daniel 9:17–19; Matthew 6:7
  45. 45 John 13:1; Mark 14:41–42; John 17:1; John 12:27; Luke 22:53
  46. 46 Luke 12:50; Acts 21:13; Luke 9:51; John 14:31; 1 Samuel 17:48
  47. 47 Matthew 26:55; Acts 1:16; John 18:1–11; Mark 14:43–50; Luke 22:47–53
  48. 48 2 Samuel 3:27; Psalm 55:20–21; 2 Samuel 20:9–10; Psalm 28:3; Mark 14:44
  49. 49 Matthew 26:25; 1 Thessalonians 5:26; Luke 7:45; 1 Samuel 10:1; Proverbs 27:6
  50. 50 Matthew 20:13; Matthew 22:12; Psalm 41:9; Luke 22:48; 2 Samuel 16:17
  51. 51 Mark 14:47; John 18:36; 2 Corinthians 10:4; Luke 22:49–51; Luke 22:36–38
  52. 52 Genesis 9:6; Revelation 13:10; Romans 12:19; 1 Peter 2:21–23; 1 Peter 3:9
  53. 53 Matthew 4:11; 2 Kings 6:17; Luke 8:30; Daniel 7:10; Matthew 25:31
  54. 54 Zechariah 13:7; Matthew 26:24; Luke 24:25–26; Acts 1:16; Psalm 22:1–31
  55. 55 Mark 12:35; John 8:2; John 18:20–21; John 7:28; Luke 21:37–38
  56. 56 Zechariah 13:7; John 16:32; Mark 14:50–52; 2 Timothy 4:16; Matthew 26:31
  57. 57 Matthew 26:3; John 11:49; Luke 22:54–55; John 18:12–14; Psalm 56:5–6
  58. 58 John 7:32; John 18:15–16; John 7:45; John 18:25
  59. 59 Deuteronomy 19:16–21; Mark 14:55–56; Acts 6:11–13; 1 Kings 21:8–13; Proverbs 25:18
  60. 60 Deuteronomy 19:15; Psalm 27:12; Psalm 35:11; Mark 14:57–59; Titus 2:8
  61. 61 John 2:19–21; Matthew 27:40; Mark 15:29; Isaiah 53:3; Psalm 22:6–7
  62. 62 John 19:9–11; John 18:19–24; Luke 23:9; Matthew 27:12–14; Mark 14:60
  63. 63 Leviticus 5:1; Isaiah 53:7; Matthew 16:16; Matthew 27:12; 1 Samuel 14:26
  64. 64 Daniel 7:13; Mark 14:62; Psalm 110:1; Hebrews 1:3; Revelation 1:7
  65. 65 Numbers 14:6; John 10:33; Matthew 9:3; Mark 14:63–64; John 10:36
  66. 66 John 19:7; Acts 7:52; Leviticus 24:11–16; Acts 13:27–28; James 5:6
  67. 67 Isaiah 50:6; Isaiah 53:3; Matthew 27:30; John 18:22; Matthew 5:39
  68. 68 Luke 22:63–65; Mark 14:65; 1 Peter 2:4–8; Genesis 37:19–20; Matthew 27:39–44
  69. 69 Matthew 26:71; 1 Kings 19:13; Acts 5:37; John 18:16–18; Psalm 1:1
  70. 70 1 Corinthians 10:12; Revelation 21:8; Matthew 26:40–43; Matthew 26:34–35; Psalm 119:115–117
  71. 71 Mark 14:68–69; John 18:25–27; Luke 22:58
  72. 72 Exodus 20:7; Acts 5:3–4; Isaiah 48:1; Matthew 26:74; Zechariah 8:17
  73. 73 Judges 12:6; John 18:26–27; Luke 22:59–60; Nehemiah 13:24
  74. 74 Revelation 3:19; Matthew 10:28; 1 Corinthians 16:22; Mark 14:71–72; John 18:27
  75. 75 Romans 7:18–20; Matthew 26:34; Luke 22:31–34; John 13:38; Luke 22:61–62

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 26:6 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXX)

    This woman seems indeed to be one and the same with all the evangelists, yet she is not so; but though with the three she doth seem to me to be one and the same, yet not so with John, but another person, one much to be admired, the sister of Lazarus.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  2. Quotes verse 26:41 Polycarp of Smyrna, Epistle to the Philippians (The Epistle of Polycarp to the Philippians)

    … forsaking the vanity of many, and their false doctrines, let us return to the word which has been handed down to us from the beginning; "watching unto prayer," and persevering in fasting; beseeching in our supplications the all-seeing God "not to lead us into temptation," as the Lord has said: "The spirit truly is willing, but the flesh is weak."

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 26:38 Irenaeus of Lyons, Against Heresies (Book I, Chapter VIII)

    Her anguish, again, was indicated when He said, "My soul is exceeding sorrowful, even unto death;" her fear by the words, "Father, if it be possible, let this cup pass from Me;" and her perplexity, too, when He said, "And what I shall say, I know not."

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 26:10–13 Augustine of Hippo, The City of God (Chapters 11–13)

    Our Lord Himself, too, though He was to rise again the third day, applauds, and commends to our applause, the good work of the religious woman who poured precious ointment over His limbs, and did it against His burial. And the Gospel speaks with commendation of those who were careful to take down His body from the cross, and wrap …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  5. Quotes verse 26:41 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XIII)

    How then saith He, "Pray that ye enter not into temptation." For this cause he doth not show thee Jesus simply going up, but "led up" according to the principle of the Economy; signifying obscurely by this, that we ought not of ourselves to leap upon it, but being dragged thereto, to stand manfully.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)