Skip to the text

Matthew · Patriarchal Text (Antoniades 1904/1912)

Matthew 25 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 τοτε ομοιωθησεται η βασιλεια των ουρανων δεκα παρθενοις, αιτινες λαβουσαι τας λαμπαδας αυτων εξηλθον εις απαντησιν του νυμφιου.
1 Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου.
2 πεντε δε ησαν εξ αυτων φρονιμοι και αι πεντε μωραι.
2 πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί.
3 αιτινες μωραι λαβουσαι τας λαμπαδας εαυτων ουκ ελαβον μεθ εαυτων ελαιον·
3 αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾽ ἑαυτῶν ἔλαιον·
4 αι δε φρονιμοι ελαβον ελαιον εν τοις αγγειοις αυτων μετα των λαμπαδων αυτων.
4 αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν.
5 χρονιζοντος δε του νυμφιου ενυσταξαν πασαι και εκαθευδον.
5 χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.
6 μεσης δε νυκτος κραυγη γεγονεν· ιδου ο νυμφιος ερχεται, εξερχεσθε εις απαντησιν αυτου.
6 μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ.
7 τοτε ηγερθησαν πασαι αι παρθενοι εκειναι και εκοσμησαν τας λαμπαδας αυτων.
7 τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν.
8 αι δε μωραι ταις φρονιμοις ειπον· δοτε ημιν εκ του ελαιου υμων, οτι αι λαμπαδες ημων σβεννυνται.
8 αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.
9 απεκριθησαν δε αι φρονιμοι λεγουσαι· μηποτε ουκ αρκεσει ημιν και υμιν· πορευεσθε δε μαλλον προς τους πωλουντας και αγορασατε εαυταις.
9 ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.
10 απερχομενων δε αυτων αγορασαι ηλθεν ο νυμφιος και αι ετοιμοι εισηλθον μετ αυτου εις τους γαμους, και εκλεισθη η θυρα.
10 ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾽ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα.
11 υστερον δε ερχονται και αι λοιπαι παρθενοι λεγουσαι· κυριε κυριε, ανοιξον ημιν.
11 ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν.
12 ο δε αποκριθεις ειπεν· αμην λεγω υμιν, ουκ οιδα υμας.
12 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.
13 γρηγορειτε ουν, οτι ουκ οιδατε την ημεραν ουδε την ωραν εν η ο υιος του ανθρωπου ερχεται.
13 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
14 ωσπερ γαρ ανθρωπος αποδημων εκαλεσεν τους ιδιους δουλους και παρεδωκεν αυτοις τα υπαρχοντα αυτου,
14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ,
15 και ω μεν εδωκεν πεντε ταλαντα, ω δε δυο, ω δε εν, εκαστω κατα την ιδιαν δυναμιν, και απεδημησεν ευθεως.
15 καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως.
16 πορευθεις δε ο τα πεντε ταλαντα λαβων ειργασατο εν αυτοις και εποιησεν αλλα πεντε ταλαντα.
16 πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα.
17 ωσαυτως και ο τα δυο εκερδησεν και αυτος αλλα δυο.
17 ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο.
18 ο δε το εν λαβων απελθων ωρυξεν εν τη γη και απεκρυψεν το αργυριον του κυριου αυτου.
18 ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.
19 μετα δε χρονον πολυν ερχεται ο κυριος των δουλων εκεινων και συναιρει μετ αυτων λογον.
19 μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ᾽ αὐτῶν λόγον.
20 και προσελθων ο τα πεντε ταλαντα λαβων προσηνεγκεν αλλα πεντε ταλαντα λεγων· κυριε, πεντε ταλαντα μοι παρεδωκας· ιδε αλλα πεντε ταλαντα εκερδησα επ αυτοις.
20 καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ᾽ αὐτοῖς.
21 εφη αυτω ο κυριος αυτου· ευ, δουλε αγαθε και πιστε! επι ολιγα ης πιστος, επι πολλων σε καταστησω· εισελθε εις την χαραν του κυριου σου.
21 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
22 προσελθων δε και ο τα δυο ταλαντα λαβων ειπεν· κυριε, δυο ταλαντα μοι παρεδωκας· ιδε αλλα δυο ταλαντα εκερδησα επ αυτοις.
22 προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε· κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ᾽ αὐτοῖς.
23 εφη αυτω ο κυριος αυτου· ευ, δουλε αγαθε και πιστε! επι ολιγα ης πιστος, επι πολλων σε καταστησω· εισελθε εις την χαραν του κυριου σου.
23 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
24 προσελθων δε και ο το εν ταλαντον ειληφως ειπεν· κυριε, εγνων σε οτι σκληρος ει ανθρωπος, θεριζων οπου ουκ εσπειρας και συναγων οθεν ου διεσκορπισας·
24 προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε· κύριε· ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας·
25 και φοβηθεις απελθων εκρυψα το ταλαντον σου εν τη γη· ιδε εχεις το σον.
25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν.
26 αποκριθεις δε ο κυριος αυτου ειπεν αυτω· πονηρε δουλε και οκνηρε! ηδεις οτι θεριζω οπου ουκ εσπειρα και συναγω οθεν ου διεσκορπισα!
26 ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα!
27 εδει ουν σε βαλειν το αργυριον μου τοις τραπεζιταις, και ελθων εγω εκομισαμην αν το εμον συν τοκω.
27 ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.
28 αρατε ουν απ αυτου το ταλαντον και δοτε τω εχοντι τα δεκα ταλαντα.
28 ἄρατε οὖν ἀπ᾽ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα.
29 τω γαρ εχοντι παντι δοθησεται και περισσευθησεται, απο δε του μη εχοντος και ο εχει αρθησεται απ αυτου.
29 τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
30 και τον αχρειον δουλον εκβαλετε εις το σκοτος το εξωτερον· εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων.
30 καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
31 οταν δε ελθη ο υιος του ανθρωπου εν τη δοξη αυτου και παντες οι αγιοι αγγελοι μετ αυτου, τοτε καθισει επι θρονου δοξης αυτου,
31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾽ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ,
32 και συναχθησεται εμπροσθεν αυτου παντα τα εθνη, και αφοριει αυτους απ αλληλων ωσπερ ο ποιμην αφοριζει τα προβατα απο των εριφων,
32 καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾽ ἀλλήλων ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων,
33 και στησει τα μεν προβατα εκ δεξιων αυτου, τα δε εριφια εξ ευωνυμων.
33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.
34 τοτε ερει ο βασιλευς τοις εκ δεξιων αυτου· δευτε οι ευλογημενοι του πατρος μου, κληρονομησατε την ητοιμασμενην υμιν βασιλειαν απο καταβολης κοσμου.
34 τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
35 επεινασα γαρ, και εδωκατε μοι φαγειν, εδιψησα, και εποτισατε με, ξενος ημην, και συνηγαγετε με,
35 ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ ἐποτίσατέ με, ξένος ἤμην, καὶ συνηγάγετέ με,
36 γυμνος, και περιεβαλετε με, ησθενησα, και επεσκεψασθε με, εν φυλακη ημην, και ηλθετε προς με.
36 γυμνός, καὶ περιεβάλετέ με, ἠσθένησα, καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με.
37 τοτε αποκριθησονται αυτω οι δικαιοι λεγοντες· κυριε, ποτε σε ειδομεν πεινωντα και εθρεψαμεν, η διψωντα και εποτισαμεν;
37 τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν;
38 ποτε δε σε ειδομεν ξενον και συνηγαγομεν, η γυμνον και περιεβαλομεν;
38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν;
39 ποτε δε σε ειδομεν ασθενη η εν φυλακη, και ηλθομεν προς σε;
39 πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρός σε;
40 και αποκριθεις ο βασιλευς ερει αυτοις· αμην λεγω υμιν, εφ οσον εποιησατε ενι τουτων των αδελφων μου των ελαχιστων, εμοι εποιησατε.
40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.
41 τοτε ερει και τοις εξ ευωνυμων· πορευεσθε απ εμου οι κατηραμενοι εις το πυρ το αιωνιον το ητοιμασμενον τω διαβολω και τοις αγγελοις αυτου.
41 τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
42 επεινασα γαρ, και ουκ εδωκατε μοι φαγειν, εδιψησα, και ουκ εποτισατε με,
42 ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με,
43 ξενος ημην, και ου συνηγαγετε με, γυμνος, και ου περιεβαλετε με, ασθενης και εν φυλακη, και ουκ επεσκεψασθε με.
43 ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με, γυμνός, καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με.
44 τοτε αποκριθησονται αυτω και αυτοι λεγοντες· κυριε, ποτε σε ειδομεν πεινωντα η διψωντα η ξενον η γυμνον η ασθενη η εν φυλακη, και ου διηκονησαμεν σοι;
44 τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι;
45 τοτε αποκριθησεται αυτοις λεγων· αμην λεγω υμιν, εφ οσον ουκ εποιησατε ενι τουτων των ελαχιστων, ουδε εμοι εποιησατε.
45 τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.
46 και απελευσονται ουτοι εις κολασιν αιωνιον, οι δε δικαιοι εις ζωην αιωνιον.
46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
Cross references (43)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Luke 12:35–36; Matthew 24:42–51; Revelation 19:7; Philippians 2:15–16; John 3:29
  2. 2 Jeremiah 24:2; 1 Corinthians 10:1–5; Matthew 13:47–48; Matthew 13:19–23; 1 John 2:19
  3. 3 2 Timothy 3:5; Revelation 3:15–16; Isaiah 48:1–2; Isaiah 58:2; Revelation 3:1
  4. 4 Romans 8:9; 1 John 2:20; 1 John 2:27; John 3:34; Psalm 45:7
  5. 5 Habakkuk 2:3; 1 Thessalonians 5:6–8; 2 Peter 3:4–9; Matthew 24:48; Luke 20:9
  6. 6 2 Peter 3:10; John 5:28–29; Matthew 24:31; Matthew 25:1; Matthew 24:44
  7. 7 Luke 12:35; 2 Peter 3:14; Revelation 3:19–20; Revelation 2:4–5; Revelation 3:2
  8. 8 Proverbs 13:9; Luke 12:35; Hebrews 4:1; Matthew 13:20–21; Revelation 3:9
  9. 9 Psalm 49:7–9; Revelation 3:17–18; Isaiah 55:6–7; Isaiah 55:1–3; Ezekiel 14:20
  10. 10 Luke 13:25; Matthew 24:44; 1 Peter 1:13; Luke 12:36–37; Genesis 7:16
  11. 11 Matthew 7:21–23; Hebrews 12:16–17
  12. 12 1 Corinthians 8:3; 2 Timothy 2:19; John 10:27; Luke 13:26–30; Psalm 5:5
  13. 13 Matthew 24:42–44; Revelation 16:15; 1 Thessalonians 5:6; Luke 21:36; 1 Corinthians 16:13
  14. 14 Mark 13:34; 1 Peter 4:9–11; Romans 12:6–8; Luke 19:12–27; Matthew 25:14–30
  15. 15 Matthew 18:24; Luke 19:13–14; Luke 12:48
  16. 16 Philemon 6–7; 3 John 5–8; 1 Timothy 6:17–18; 2 Timothy 2:6; Acts 13:36
  17. 17 Proverbs 3:9–10; Ephesians 5:16; Ecclesiastes 11:1–6; Colossians 4:17; 1 Peter 4:10
  18. 18 2 Peter 1:8; Proverbs 26:13–16; Malachi 1:10; Hebrews 6:12; Haggai 1:2–4
  19. 19 1 Corinthians 3:12–15; 2 Corinthians 5:10; Romans 14:7–12; Matthew 18:23–24; Luke 16:1–2
  20. 20 Acts 20:24; 1 Corinthians 15:10; 2 Timothy 4:1–8; Luke 19:16–17; Colossians 1:29
  21. 21 Matthew 25:23; Luke 16:10; John 12:26; 2 Timothy 2:12; Revelation 3:21
  22. 22 2 Corinthians 8:12; Romans 12:6–8; 2 Corinthians 8:7–8; Luke 19:18–19; 2 Corinthians 8:1–3
  23. 23 Matthew 25:21; Mark 14:8–9; Mark 12:41–44
  24. 24 Luke 19:20–22; Luke 15:29; Malachi 3:14–15; Ezekiel 18:25–29; Jeremiah 2:31
  25. 25 2 Timothy 1:6–7; Romans 8:15; Proverbs 26:13; Revelation 21:8; Isaiah 57:11
  26. 26 Matthew 18:32; Job 15:5–6
  27. 27 Luke 19:22–23; Jude 15; Deuteronomy 23:19–20; Romans 3:19
  28. 28 Luke 19:24; Luke 10:42
  29. 29 Luke 8:18; Matthew 13:12; Mark 4:25; Luke 19:25–26; John 15:2
  30. 30 Matthew 8:12; Matthew 13:50; Revelation 3:15–16; Matthew 22:13; Hebrews 6:7–8
  31. 31 Revelation 1:7; 2 Thessalonians 1:7–8; Matthew 19:28; Jude 14; Mark 8:38
  32. 32 Malachi 3:18; Matthew 13:49; 2 Corinthians 5:10; Psalm 98:9; Ezekiel 34:17–22
  33. 33 Psalm 100:3; Psalm 45:9; John 10:26–28; John 21:15–17; Psalm 110:1
  34. 34 1 Peter 1:19–20; James 2:5; Revelation 21:7; Revelation 13:8; 1 Peter 1:3–5
  35. 35 1 John 3:16–19; James 2:15–16; Deuteronomy 15:7–11; Ezekiel 18:7; Ezekiel 18:16
  36. 36 James 1:27; James 5:14–15; Hebrews 13:3; 2 Timothy 1:16–18; James 2:14–16
  37. 37 Matthew 6:3; 1 Peter 5:5–6; 1 Chronicles 29:14; Isaiah 64:6; 1 Corinthians 15:10
  38. 40 Proverbs 19:17; Proverbs 14:31; Matthew 10:42; Mark 9:41; 1 Peter 1:22
  39. 41 2 Peter 2:4; Jude 6–7; Matthew 13:42; 2 Thessalonians 1:9; Matthew 7:23
  40. 42 James 2:15–24; 1 Corinthians 16:22; 2 Thessalonians 1:8; John 5:23; Matthew 12:30
  41. 44 Luke 10:29; Matthew 7:22; Matthew 25:24–27; Malachi 3:13; Malachi 1:6
  42. 45 Proverbs 21:13; Proverbs 17:5; Matthew 25:40; Proverbs 14:31; Acts 9:5
  43. 46 Daniel 12:2; John 5:29; John 3:36; Revelation 21:8; Revelation 20:15

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 25:1 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XLIII)

    Ye who were present yesterday remember my promise; which with the Lord's assistance is to be made good to-day, not to you only, but to the many others also who have come together. It is no easy question, who the ten virgins are, of whom five are wise, and five foolish.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary 25:1 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXVIII)

    "Then shall the kingdom of Heaven," He saith, "be likened unto ten virgins, which took their lamps, and went forth to meet the bridegroom. But five of them were wise, and the other five foolish, which took not," He saith, "oil." "Then, while the bridegroom tarried, they all slumbered and slept.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Quotes verse 25:41 Irenaeus of Lyons, Against Heresies (Book II, Chapters VI–VII)

    And besides; "the eternal fire which the Father has prepared for the devil and his angels," -- they ought to show of which of those Æons that are above it is the image; for it, too, is reckoned part of the creation.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 25:46 Augustine of Hippo, The City of God (Book XI, Chapters 11–12)

    For the truth in the gospel promises to the saints and the faithful that they will be equal to the angels of God; and it is also promised them that they will "go away into life eternal." But if we are certain that we shall never lapse from eternal felicity, while they are not certain, then we shall not be …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  5. Quotes verse 25:30 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XII)

    For it will be no longer, "Dust thou art, and unto dust shalt thou return," and thou "tillest the ground," and those former words, that will be said to us; but what is far more grievous than these, the "outer darkness," the bonds that may not be burst, the venomous worm, the "gnashing of teeth;" and this with great reason.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)