Skip to the text

Matthew · Patriarchal Text (Antoniades 1904/1912)

Matthew 27 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 πρωιας δε γενομενης συμβουλιον ελαβον παντες οι αρχιερεις και οι πρεσβυτεροι του λαου κατα του ιησου ωστε θανατωσαι αυτον·
1 Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν·
2 και δησαντες αυτον απηγαγον και παρεδωκαν αυτον ποντιω πιλατω τω ηγεμονι.
2 καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι.
3 τοτε ιδων ιουδας ο παραδιδους αυτον οτι κατεκριθη, μεταμεληθεις απεστρεψεν τα τριακοντα αργυρια τοις αρχιερευσιν και τοις πρεσβυτεροις
3 Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις
4 λεγων· ημαρτον παραδους αιμα αθωον. οι δε ειπον· τι προς ημας; συ οψει.
4 λέγων· ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπον· τί πρὸς ἡμᾶς; σὺ ὄψει.
5 και ριψας τα αργυρια εν τω ναω ανεχωρησεν, και απελθων απηγξατο.
5 καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο.
6 οι δε αρχιερεις λαβοντες τα αργυρια ειπον· ουκ εξεστιν βαλειν αυτα εις τον κορβαναν, επει τιμη αιματος εστιν.
6 οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον· οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι.
7 συμβουλιον δε λαβοντες ηγορασαν εξ αυτων τον αγρον του κεραμεως εις ταφην τοις ξενοις·
7 συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις·
8 διο εκληθη ο αγρος εκεινος αγρος αιματος εως της σημερον.
8 διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἕως τῆς σήμερον.
9 τοτε επληρωθη το ρηθεν δια ιερεμιου του προφητου λεγοντος· και ελαβον τα τριακοντα αργυρια, την τιμην του τετιμημημενου ον ετιμησαντο απο υιων ισραηλ,
9 τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ,
10 και εδωκαν αυτα εις τον αγρον του κεραμεως, καθα συνεταξεν μοι κυριος.
10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος.
11 ο δε ιησους εστη εμπροσθεν του ηγεμονος· και επηρωτησεν αυτον ο ηγεμων λεγων· συ ει ο βασιλευς των ιουδαιων; ο δε ιησους εφη αυτω· συ λεγεις.
11 Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· σὺ λέγεις.
12 και εν τω κατηγορεισθαι αυτον υπο των αρχιερεων και των πρεσβυτερων ουδεν απεκρινατο.
12 καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο.
13 τοτε λεγει αυτω ο πιλατος· ουκ ακουεις ποσα σου καταμαρτυρουσιν;
13 τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι;
14 και ουκ απεκριθη αυτω προς ουδε εν ρημα, ωστε θαυμαζειν τον ηγεμονα λιαν.
14 καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
15 κατα δε εορτην ειωθει ο ηγεμων απολυειν ενα τω οχλω δεσμιον, ον ηθελον.
15 Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον.
16 ειχον δε τοτε δεσμιον επισημον λεγομενον βαραββαν.
16 εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Βαραββᾶν.
17 συνηγμενων ουν αυτων ειπεν αυτοις ο πιλατος· τινα θελετε απολυσω υμιν; βαραββαν η ιησουν τον λεγομενον χριστον;
17 συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· τίνα θέλετε ἀπολύσω ὑμῖν; Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν;
18 ηδει γαρ οτι δια φθονον παρεδωκαν αυτον.
18 ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.
19 καθημενου δε αυτου επι του βηματος απεστειλεν προς αυτον η γυνη αυτου λεγουσα· μηδεν σοι και τω δικαιω εκεινω· πολλα γαρ επαθον σημερον κατ οναρ δι αυτον.
19 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾽ ὄναρ δι᾽ αὐτόν.
20 οι δε αρχιερεις και οι πρεσβυτεροι επεισαν τους οχλους ινα αιτησωνται τον βαραββαν, τον δε ιησουν απολεσωσιν.
20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν.
21 αποκριθεις δε ο ηγεμων ειπεν αυτοις· τινα θελετε απο των δυο απολυσω υμιν; οι δε ειπον· βαραββαν.
21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπον· Βαραββᾶν.
22 λεγει αυτοις ο πιλατος· τι ουν ποιησω ιησουν τον λεγομενον χριστον; λεγουσιν αυτω παντες· σταυρωθητω.
22 λέγει αὐτοῖς ὁ Πιλᾶτος· τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; λέγουσιν αὐτῷ πάντες· σταυρωθήτω.
23 ο δε ηγεμων εφη· τι γαρ κακον εποιησεν; οι δε περισσως εκραζον λεγοντες· σταυρωθητω.
23 ὁ δὲ ἡγεμὼν ἔφη· τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· σταυρωθήτω.
24 ιδων δε ο πιλατος οτι ουδεν ωφελει, αλλα μαλλον θορυβος γινεται, λαβων υδωρ απενιψατο τας χειρας απεναντι του οχλου λεγων· αθωος ειμι απο του αιματος του δικαιου τουτου· υμεις οψεσθε.
24 ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων· ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε.
25 και αποκριθεις πας ο λαος ειπεν· το αιμα αυτου εφ ημας και επι τα τεκνα ημων.
25 καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπε· τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
26 τοτε απελυσεν αυτοις τον βαραββαν, τον δε ιησουν φραγελλωσας παρεδωκεν ινα σταυρωθη.
26 τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.
27 τοτε οι στρατιωται του ηγεμονος παραλαβοντες τον ιησουν εις το πραιτωριον συνηγαγον επ αυτον ολην την σπειραν·
27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ᾽ αὐτὸν ὅλην τὴν σπεῖραν·
28 και εκδυσαντες αυτον περιεθηκαν αυτω χλαμυδα κοκκινην,
28 καὶ ἐκδύσαντες αὐτὸν περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην,
29 και πλεξαντες στεφανον εξ ακανθων επεθηκαν επι την κεφαλην αυτου και καλαμον επι την δεξιαν αυτου, και γονυπετησαντες εμπροσθεν αυτου ενεπαιζον αυτω λεγοντες· χαιρε ο βασιλευς των ιουδαιων·
29 καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες· χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων·
30 και εμπτυσαντες εις αυτον ελαβον τον καλαμον και ετυπτον εις την κεφαλην αυτου.
30 καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
31 και οτε ενεπαιξαν αυτω, εξεδυσαν αυτον την χλαμυδα και ενεδυσαν αυτον τα ιματια αυτου, και απηγαγον αυτον εις το σταυρωσαι.
31 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
32 εξερχομενοι δε ευρον ανθρωπον κυρηναιον ονοματι σιμωνα· τουτον ηγγαρευσαν ινα αρη τον σταυρον αυτου.
32 Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
33 και ελθοντες εις τοπον λεγομενον γολγοθα, ο εστιν λεγομενος κρανιου τοπος,
33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος,
34 εδωκαν αυτω πιειν οξος μετα χολης μεμιγμενον· και γευσαμενος ουκ ηθελεν πιειν.
34 ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν.
35 σταυρωσαντες δε αυτον διεμερισαντο τα ιματια αυτου βαλοντες κληρον,
35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βαλόντες κλῆρον,
36 και καθημενοι ετηρουν αυτον εκει.
36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.
37 και επεθηκαν επανω της κεφαλης αυτου την αιτιαν αυτου γεγραμμενην· ουτος εστιν ιησους ο βασιλευς των ιουδαιων.
37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων.
38 τοτε σταυρουνται συν αυτω δυο λησται, εις εκ δεξιων και εις εξ ευωνυμων.
38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.
39 οι δε παραπορευομενοι εβλασφημουν αυτον κινουντες τας κεφαλας αυτων
39 Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν
40 και λεγοντες· ο καταλυων τον ναον και εν τρισιν ημεραις οικοδομων! σωσον σεαυτον· ει υιος ει του θεου, καταβηθι απο του σταυρου.
40 καὶ λέγοντες· ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.
41 ομοιως δε και οι αρχιερεις εμπαιζοντες μετα των γραμματεων και πρεσβυτερων και φαρισαιων ελεγον·
41 ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον·
42 αλλους εσωσεν, εαυτον ου δυναται σωσαι· ει βασιλευς ισραηλ εστιν, καταβατω νυν απο του σταυρου και πιστευσωμεν επ αυτω·
42 ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσωμεν ἐπ᾽ αὐτῷ·
43 πεποιθεν επι τον θεον, ρυσασθω νυν αυτον, ει θελει αυτον· ειπεν γαρ οτι θεου ειμι υιος.
43 πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός.
44 το δ αυτο και οι λησται οι συσταυρωθεντες αυτω ωνειδιζον αυτον.
44 τὸ δ᾽ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν.
45 απο δε εκτης ωρας σκοτος εγενετο επι πασαν την γην εως ωρας ενατης.
45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.
46 περι δε την ενατην ωραν ανεβοησεν ο ιησους φωνη μεγαλη λεγων· ηλι ηλι, λιμα σαβαχθανι; τουτ εστιν, θεε μου θεε μου, ινατι με εγκατελιπες;
46 περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· ἠλὶ ἠλί, λιμᾶ σαβαχθανί; τοῦτ᾽ ἔστι, Θεέ μου Θεέ μου, ἱνατί με ἐγκατέλιπες;
47 τινες δε των εκει εστωτων ακουσαντες ελεγον οτι ηλιαν φωνει ουτος.
47 τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος.
48 και ευθεως δραμων εις εξ αυτων και λαβων σπογγον πλησας τε οξους και περιθεις καλαμω εποτιζεν αυτον.
48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν.
49 οι δε λοιποι ελεγον· αφες ιδωμεν ει ερχεται ηλιας σωσων αυτον.
49 οἱ δὲ λοιποὶ ἔλεγον· ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν.
50 ο δε ιησους παλιν κραξας φωνη μεγαλη αφηκεν το πνευμα.
50 ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα.
51 και ιδου το καταπετασμα του ναου εσχισθη εις δυο απο ανωθεν εως κατω, και η γη εσεισθη και αι πετραι εσχισθησαν,
51 Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν,
52 και τα μνημεια ανεωχθησαν και πολλα σωματα των κεκοιμημενων αγιων ηγερθη,
52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη,
53 και εξελθοντες εκ των μνημειων, μετα την εγερσιν αυτου εισηλθον εις την αγιαν πολιν και ενεφανισθησαν πολλοις.
53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.
54 ο δε εκατονταρχος και οι μετ αυτου τηρουντες τον ιησουν, ιδοντες τον σεισμον και τα γενομενα εφοβηθησαν σφοδρα λεγοντες· αληθως θεου υιος ην ουτος.
54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.
55 ησαν δε εκει και γυναικες πολλαι απο μακροθεν θεωρουσαι, αιτινες ηκολουθησαν τω ιησου απο της γαλιλαιας διακονουσαι αυτω·
55 Ἦσαν δὲ ἐκεῖ καὶ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ·
56 εν αις ην μαρια η μαγδαληνη, και μαρια η του ιακωβου και ιωση μητηρ, και η μητηρ των υιων ζεβεδαιου.
56 ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.
57 οψιας δε γενομενης ηλθεν ανθρωπος πλουσιος απο αριμαθαιας, τουνομα ιωσηφ, ος και αυτος εμαθητευσεν τω ιησου·
57 Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ Ἰησοῦ·
58 ουτος προσελθων τω πιλατω ητησατο το σωμα του ιησου. τοτε ο πιλατος εκελευσεν αποδοθηναι το σωμα.
58 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα.
59 και λαβων το σωμα ο ιωσηφ ενετυλιξεν αυτο σινδονι καθαρα,
59 καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ,
60 και εθηκεν αυτο εν τω καινω αυτου μνημειω ο ελατομησεν εν τη πετρα, και προσκυλισας λιθον μεγαν τη θυρα του μνημειου απηλθεν.
60 καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν.
61 ην δε εκει μαρια η μαγδαληνη και η αλλη μαρια, καθημεναι απεναντι του ταφου.
61 Ἦν δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου.
62 τη δε επαυριον, ητις εστιν μετα την παρασκευην, συνηχθησαν οι αρχιερεις και οι φαρισαιοι προς πιλατον
62 Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον
63 λεγοντες· κυριε, εμνησθημεν οτι εκεινος ο πλανος ειπεν ετι ζων, μετα τρεις ημερας εγειρομαι.
63 λέγοντες· κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.
64 κελευσον ουν ασφαλισθηναι τον ταφον εως της τριτης ημερας, μηποτε ελθοντες οι μαθηται αυτου νυκτος κλεψωσιν αυτον και ειπωσιν τω λαω, ηγερθη απο των νεκρων· και εσται η εσχατη πλανη χειρων της πρωτης.
64 κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ νυκτὸς κλέψωσιν αὐτὸν καὶ εἴπωσι τῷ λαῷ, ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
65 εφη αυτοις ο πιλατος· εχετε κουστωδιαν· υπαγετε ασφαλισασθε ως οιδατε.
65 ἔφη αὐτοῖς ὁ Πιλᾶτος· ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε.
66 οι δε πορευθεντες ησφαλισαντο τον ταφον σφραγισαντες τον λιθον μετα της κουστωδιας.
66 οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Barabbas

    Prisoner released instead of Jesus

    A notorious prisoner, an insurrectionist, whom the crowd chose to be released rather than Jesus.

    Cited in the guide: Matthew 27:16; Matthew 27:17; Mark 15:7

  • Joseph of Arimathea

    Disciple who buried Jesus

    A rich man and member of the council from the Judean town of Arimathea, a disciple of Jesus (secretly, for fear of the Jews), who asked Pilate for the body and laid it in a new…

    Cited in the guide: Matthew 27:57; Mark 15:43; Luke 23:50

  • Joses

    Son of Mary at the cross

    Named in Mark 15:40 and 15:47 (Joses; Joseph in Matthew 27:56) as a son of the Mary who watched the crucifixion; the text does not identify him with Joses the brother of Jesus in…

    Cited in the guide: Matthew 27:56; Mark 15:40

  • Mary

    Mother of James and Joses

    A woman who followed Jesus from Galilee and was at the cross, called the mother of James the younger and of Joses (Joseph) and seen at the burial and at the tomb; the text does…

    Cited in the guide: Matthew 27:56; Mark 15:40; Mark 15:47

  • Mary Magdalene

    Disciple, witness of the resurrection

    A woman from whom seven demons had gone out, who followed and supported Jesus from Galilee, stood by the cross, saw the burial, and was the first to see the empty tomb and the…

    Cited in the guide: Matthew 27:56; Luke 8:2; John 19:25

  • Pontius Pilate

    Governor of Judea

    Roman governor of Judea who questioned Jesus, found no guilt in Him, released Barabbas, and gave Him up to be crucified and permitted Joseph of Arimathea to take the body.

    Cited in the guide: Matthew 27:2; Luke 3:1; John 18:38

  • Simon of Cyrene

    Carried the cross of Jesus

    A man from Cyrene coming in from the country whom the soldiers forced to carry the cross of Jesus; Mark calls him the father of Alexander and Rufus.

    Cited in the guide: Matthew 27:32; Mark 15:21; Luke 23:26

Cross references (61)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Mark 15:1; John 18:28; Psalm 2:2; Luke 22:66; Micah 2:1
  2. 2 Acts 3:13; Matthew 20:19; 1 Timothy 6:13; Luke 13:1; Luke 20:20
  3. 3 2 Corinthians 7:10; Job 20:15–29; Luke 22:47–48; Luke 22:2–6; Job 20:5
  4. 4 Jeremiah 26:15; Luke 16:25–26; Luke 23:22; Titus 1:16; 2 Kings 24:4
  5. 5 Acts 1:18–19; 2 Samuel 17:23; Psalm 55:23; Luke 1:9; Luke 1:21
  6. 6 Luke 6:7–9; Deuteronomy 23:18; Isaiah 61:8; John 18:28; Matthew 23:24
  7. 8 Acts 1:19; Matthew 28:15; 2 Chronicles 5:9; Joshua 4:9; Deuteronomy 34:6
  8. 9 Zechariah 11:12–13; Leviticus 27:2–7; Matthew 1:22
  9. 10 Zechariah 11:13
  10. 11 Luke 23:2–3; Mark 15:2–5; Matthew 26:25; John 18:29–38; Mark 14:62
  11. 12 Matthew 26:63; Isaiah 53:7; Matthew 27:14; Mark 15:3–5; Acts 8:32
  12. 13 Matthew 26:62; Acts 22:24; John 18:35
  13. 14 Isaiah 8:18; 1 Corinthians 4:9; Psalm 71:7; Zechariah 3:8
  14. 15 Matthew 26:5; John 18:38–40; Luke 23:16; John 19:16; Acts 24:27
  15. 16 Mark 15:7; Luke 23:18–19; Luke 23:25; John 18:40; Acts 3:14
  16. 17 1 Kings 18:21; John 19:15; Mark 15:9–12; Joshua 24:15; Matthew 27:21–22
  17. 18 Proverbs 27:4; Acts 5:17; Mark 15:10; Genesis 37:11; Acts 13:45
  18. 19 Zechariah 9:9; Proverbs 29:1; 1 Peter 2:22; Matthew 27:24; Luke 23:47
  19. 20 John 19:15–16; Acts 3:14–15; Mark 15:11; John 18:40; Luke 23:18–20
  20. 22 Isaiah 53:2–3; John 19:14–15; Mark 15:12–14; Isaiah 49:7; Acts 13:38
  21. 23 Genesis 37:18–19; Acts 7:57; Acts 23:12–15; Acts 22:22–23; Acts 17:5–7
  22. 24 Matthew 27:4; 2 Corinthians 5:21; Psalm 26:6; John 19:4; Job 9:30–31
  23. 25 Joshua 2:19; Acts 5:28; Acts 7:52; 1 Thessalonians 2:15–16; Deuteronomy 19:10
  24. 26 Isaiah 53:5; John 19:1; Mark 15:15; Isaiah 50:6; Luke 23:16
  25. 27 John 18:33; John 18:28; Acts 10:1; Mark 15:16–20; Acts 23:35
  26. 28 Mark 15:17; Luke 23:11; John 19:2–5
  27. 29 Isaiah 53:3; Matthew 20:19; Mark 15:18; Psalm 69:19–20; John 19:2–3
  28. 30 Isaiah 50:6; Matthew 26:67; Isaiah 53:7; Mark 15:19; Job 30:8–10
  29. 31 Isaiah 53:7; 1 Kings 21:10; Matthew 21:39; Hebrews 13:12; Acts 7:58
  30. 32 Mark 15:21; Luke 23:26; Matthew 16:24; Acts 6:9; Acts 2:10
  31. 33 John 19:17–19; Mark 15:22–32; Luke 23:44; Mark 15:34; John 19:23–24
  32. 34 Psalm 69:21; Mark 15:23; Matthew 27:48; John 19:28–30
  33. 35 Psalm 22:18; Mark 15:24–32; John 19:23–24; Luke 23:34; Acts 4:10
  34. 36 Matthew 27:54; Mark 15:39; Mark 15:44
  35. 37 John 19:19–22; Mark 15:26; Luke 23:38
  36. 38 John 19:18; John 19:31–35; Luke 23:39–43; Matthew 27:44; Mark 15:27
  37. 39 Psalm 109:25; Lamentations 1:12; Psalm 31:11–13; Psalm 22:17; Lamentations 2:15–17
  38. 40 Matthew 26:61; Matthew 4:3; Matthew 4:6; John 2:19–22; Matthew 26:63–64
  39. 41 Psalm 35:26; Isaiah 28:22; Mark 15:31–32; Luke 23:35; Zechariah 11:8
  40. 42 John 1:49; Matthew 27:37; Acts 4:14; Luke 19:38; John 12:13
  41. 43 Psalm 22:8; John 10:36; Psalm 71:11; Psalm 14:6; John 5:17–25
  42. 44 Matthew 27:38; Mark 15:32; Luke 23:39–43; Psalm 35:15; Job 30:7–9
  43. 45 Amos 8:9; Mark 15:33–34; Isaiah 50:3; Luke 23:44–45; Revelation 9:2
  44. 46 Psalm 22:1; Hebrews 5:7; Isaiah 53:10; Mark 15:34; Psalm 71:11
  45. 47 Malachi 4:5; Mark 15:35–36; Matthew 11:14
  46. 48 Psalm 69:21; John 19:29–30; Luke 23:36; Matthew 27:34
  47. 50 John 19:30; Isaiah 53:9–12; Psalm 22:14–15; Luke 23:46; Hebrews 9:14
  48. 51 Hebrews 10:19–22; Mark 15:38; Hebrews 6:19; Luke 23:45; Revelation 11:19
  49. 52 Isaiah 26:19; 1 Thessalonians 4:14; 1 Corinthians 15:20; John 5:25–29; Daniel 12:2
  50. 54 Matthew 27:36; Mark 15:39; Matthew 27:43; Romans 1:4; Luke 23:47–49
  51. 55 Luke 8:2–3; Luke 23:48–49; John 19:25–27; Luke 23:27–28
  52. 56 John 19:25; Mark 15:47–16:1; Mark 16:9; Matthew 28:1; John 20:1
  53. 57 John 19:38–42; Mark 15:42–47; Luke 23:50–56
  54. 58 Mark 15:44–46; Luke 23:52–53
  55. 60 Isaiah 53:9; Matthew 27:66; Matthew 28:2; Luke 24:2; Mark 16:3–4
  56. 61 Matthew 27:56; Matthew 28:1
  57. 62 Mark 15:42; John 19:14; John 19:42; Matthew 26:17; Matthew 27:1–2
  58. 63 Luke 9:22; Matthew 16:21; Mark 10:34; Mark 8:31; Luke 18:33
  59. 64 Matthew 28:13
  60. 65 Matthew 27:66; Matthew 28:11–15; Psalm 76:10; Proverbs 21:30
  61. 66 Daniel 6:17; Matthew 27:60; Matthew 28:2; 2 Timothy 2:19; Matthew 28:11

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 27:11 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXXVI)

    Seest thou what He is first asked? which thing most of all they were continually bringing forward in every way? For since they saw Pilate making no account of the matters of the law, they direct their accusation to the state charges.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  2. Quotes verse 27:34 Augustine of Hippo, The City of God (Book XVII, Chapter 19)

    For when the things which pertain to His passion are prophetically spoken there also in the person of Christ, that is mentioned which is unfolded in the Gospel: "They gave me gall for my meat; and in my thirst they gave me vinegar for drink." And as it were after such a feast and dainties in this way given to …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Quotes verse 27:63 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XLIII)

    For as to their being aware of it, they say to Pilate, "That deceiver said," these are their words, "while He was yet alive, After three days I will rise again;" and yet we know His disciples were ignorant of this; even as they had been beforehand more void of understanding than these: wherefore also these became self-condemned.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 27:24 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XIII)

    take for a witness Pilate himself, who gave sentence upon Him, saying, I find no fault in this Man: and when he gave Him up, and had washed his hands, he said, I am innocent of the blood of this just person.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Quotes verse 27:51 Gregory of Nazianzus, Theological Orations (The Third Theological Oration)

    He lays down His life, but He has power to take it again; and the veil is rent, for the mysterious doors of Heaven are opened; the rocks are cleft, the dead arise. He dies, but He gives life, and by His death destroys death.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)