Skip to the text

Revelation · Patriarchal Text (Antoniades 1904/1912)

Revelation 11 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και εδοθη μοι καλαμος ομοιος ραβδω, λεγων· εγειρε και μετρησον τον ναον του θεου και το θυσιαστηριον και τους προσκυνουντας εν αυτω·
1 Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, λέγων· ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ·
2 και την αυλην την εξωθεν του ναου εκβαλε εξω και μη αυτην μετρησης, οτι εδοθη τοις εθνεσιν, και την πολιν την αγιαν πατησουσιν μηνας τεσσαρακοντα δυο.
2 καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξω καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσι, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσι μῆνας τεσσαράκοντα δύο.
3 και δωσω τοις δυσιν μαρτυσιν μου, και προφητευσουσιν ημερας χιλιας διακοσιας εξηκοντα, περιβεβλημενοι σακκους.
3 καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι σάκκους.
4 ουτοι εισιν αι δυο ελαιαι και αι δυο λυχνιαι αι ενωπιον του κυριου της γης εστωσαι.
4 οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ Κυρίου τῆς γῆς ἑστῶσαι.
5 και ει τις αυτους θελει αδικησαι, πυρ εκπορευεται εκ του στοματος αυτων και κατεσθιει τους εχθρους αυτων· και ει τις θελει αυτους αδικησαι, ουτως δει αυτον αποκτανθηναι.
5 καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι, οὕτω δεῖ αὐτὸν ἀποκτανθῆναι.
6 ουτοι εχουσιν εξουσιαν τον ουρανον κλεισαι, ινα μη υετος βρεχη τας ημερας της προφητειας αυτων, και εξουσιαν εχουσιν επι των υδατων στρεφειν αυτα εις αιμα και παταξαι την γην εν παση πληγη, οσακις εαν θελησωσιν.
6 οὗτοι ἔχουσιν ἐξουσίαν τὸν οὐρανὸν κλεῖσαι, ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ, ὁσάκις ἐὰν θελήσωσι.
7 και οταν τελεσωσιν την μαρτυριαν αυτων, το θηριον το αναβαινον εκ της αβυσσου ποιησει μετ αυτων πολεμον και νικησει αυτους και αποκτενει αυτους.
7 καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ᾽ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς.
8 και το πτωμα αυτων επι της πλατειας της πολεως της μεγαλης, ητις καλειται πνευματικως σοδομα και αιγυπτος, οπου και ο κυριος αυτων εσταυρωθη.
8 καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ Κύριος αὐτῶν ἐσταυρώθη.
9 και βλεπουσιν εκ των λαων και φυλων και γλωσσων και εθνων το πτωμα αυτων ημερας τρεις και ημισυ, και τα πτωματα αυτων ουκ αφησουσιν τεθηναι εις μνημα.
9 καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφήσουσι τεθῆναι εἰς μνῆμα.
10 και οι κατοικουντες επι της γης χαιρουσιν επ αυτοις, και ευφρανθησονται και δωρα πεμψουσιν αλληλοις, οτι ουτοι οι δυο προφηται εβασανισαν τους κατοικουντας επι της γης.
10 καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπ᾽ αὐτοῖς, καὶ εὐφρανθήσονται καὶ δῶρα πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
11 και μετα τας τρεις ημερας και ημισυ, πνευμα ζωης εκ του θεου εισηλθεν εις αυτους, και εστησαν επι τους ποδας αυτων, και φοβος μεγας επεπεσεν επι τους θεωρουντας αυτους.
11 καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ, πνεῦμα ζωῆς ἐκ τοῦ Θεοῦ εἰσῆλθεν εἰς αὐτούς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ἐπέπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς.
12 και ηκουσα φωνην μεγαλην εκ του ουρανου λεγουσαν αυτοις· αναβητε ωδε. και ανεβησαν εις τον ουρανον εν τη νεφελη, και εθεωρησαν αυτους οι εχθροι αυτων.
12 καὶ ἤκουσα φωνὴν μεγάλην ἐκ τοῦ οὐρανοῦ λέγουσαν αὐτοῖς· ἀνάβητε ὧδε. καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.
13 και εν εκεινη τη ημερα εγενετο σεισμος μεγας, και το δεκατον της πολεως επεσεν, και απεκτανθησαν εν τω σεισμω ονοματα ανθρωπων χιλιαδες επτα, και οι λοιποι εμφοβοι εγενοντο και εδωκαν δοξαν τω θεω του ουρανου.
13 Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσε, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ.
14 η ουαι η δευτερα απηλθεν· η ουαι η τριτη ιδου ερχεται ταχυ.
14 Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ἡ οὐαὶ ἡ τρίτη ἰδοὺ ἔρχεται ταχύ.
15 και ο εβδομος αγγελος εσαλπισεν· και εγενοντο φωναι μεγαλαι εν τω ουρανω λεγουσαι· εγενετο η βασιλεια του κοσμου του κυριου ημων και του χριστου αυτου, και βασιλευσει εις τους αιωνας των αιωνων.
15 Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισε· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ λέγουσαι· ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ Κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
16 και οι εικοσι τεσσαρες πρεσβυτεροι οι ενωπιον [του θρονου] του θεου, οι καθηνται επι τους θρονους αυτων, επεσαν επι τα προσωπα αυτων και προσεκυνησαν τω θεω
16 καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον [τοῦ θρόνου] τοῦ Θεοῦ, οἳ κάθηνται ἐπὶ τοὺς θρόνους αὐτῶν, ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ
17 λεγοντες· ευχαριστουμεν σοι, κυριε ο θεος ο παντοκρατωρ, ο ων και ο ην [και ο ερχομενος], οτι ειληφας την δυναμιν σου την μεγαλην και εβασιλευσας,
17 λέγοντες· εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν [καὶ ὁ ἐρχόμενος], ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας,
18 και τα εθνη ωργισθησαν, και ηλθεν η οργη σου και ο καιρος των εθνων κριθηναι και δουναι τον μισθον τοις δουλοις σου τοις προφηταις και τοις αγιοις τοις φοβουμενοις το ονομα σου, τοις μικροις και τοις μεγαλοις, και διαφθειραι τους διαφθειραντας την γην.
18 καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν ἐθνῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοῖς μικροῖς καὶ τοῖς μεγάλοις, καὶ διαφθεῖραι τοὺς διαφθείραντας τὴν γῆν.
19 και ηνοιγη ο ναος του θεου ο εν τω ουρανω, και ωφθη η κιβωτος της διαθηκης κυριου εν τω ναω αυτου, και εγενοντο αστραπαι και φωναι και βρονται και σεισμος και χαλαζα μεγαλη.
19 Καὶ ἠνοίγη ὁ ναὸς τοῦ Θεοῦ ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου ἐν τῷ ναῷ αὐτοῦ, καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγάλη.
Cross references (19)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Revelation 21:15; Ezekiel 42:15–20; Zechariah 2:1–2; Ezekiel 40:1–48; 1 Peter 2:5
  2. 2 Daniel 7:25; Luke 21:24; Revelation 12:6; Revelation 11:3; Daniel 12:7
  3. 3 Revelation 12:6; Revelation 11:2; Deuteronomy 19:15; Revelation 13:5; Acts 13:31
  4. 4 Zechariah 4:11–14; Zechariah 4:2–3; Jeremiah 11:16; Psalm 52:8; Isaiah 54:5
  5. 5 Jeremiah 5:14; 2 Kings 1:10–12; Hosea 6:5; Isaiah 11:4; Numbers 16:28–35
  6. 6 Luke 4:25; 1 Kings 17:1; Exodus 7:17–25; Psalm 105:26–36; 1 Samuel 4:8
  7. 7 Revelation 13:7; Daniel 8:23–24; Daniel 7:25; John 17:4; Daniel 7:21–22
  8. 8 Jeremiah 23:14; Revelation 18:10; Hebrews 13:12; Revelation 18:21; Ezekiel 16:53–55
  9. 9 Psalm 79:2–3; Revelation 17:15; Revelation 10:11; Revelation 11:11; Revelation 11:2–3
  10. 10 1 Kings 18:17; Acts 7:54–57; Revelation 3:10; 1 Kings 22:8; Revelation 11:5–6
  11. 11 Genesis 2:7; Romans 8:11; Romans 8:2; Ezekiel 37:5–14; Acts 5:5
  12. 12 Revelation 4:1; 2 Kings 2:11; Acts 1:9; 1 Thessalonians 4:17; Ephesians 2:5–6
  13. 13 Revelation 14:7; Revelation 6:12; Joshua 7:19; Revelation 16:9–11; Revelation 16:18–19
  14. 14 Revelation 8:13; Revelation 9:12; Revelation 15:1; Revelation 16:1–21
  15. 15 Daniel 7:14; Revelation 12:10; Daniel 7:27; Revelation 10:7; Revelation 19:1
  16. 16 Revelation 4:4; Revelation 4:10; Revelation 7:11; Revelation 5:14; Revelation 19:4
  17. 17 Revelation 1:8; Revelation 16:5; Revelation 19:6; Revelation 1:4; Revelation 4:8–9
  18. 18 Revelation 19:5; Revelation 20:12; Revelation 13:10; Revelation 6:10–11; Revelation 20:4–5
  19. 19 Revelation 16:21; Revelation 15:5–8; Ezekiel 38:22; Revelation 4:5; Revelation 8:5

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 11:19 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter XVIII)

    The altar, then, is in heaven (for towards that place are our prayers and oblations directed); the temple likewise [is there], as John says in the Apocalypse, "And the temple of God was opened:" the tabernacle also: "For, behold," He says, "the tabernacle of God, in which He will dwell with men." Chapter XIX.--Earthly things may be the type of …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)