Skip to the text

Revelation · Patriarchal Text (Antoniades 1904/1912)

Revelation 12 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και σημειον μεγα ωφθη εν τω ουρανω, γυνη περιβεβλημενη τον ηλιον, και η σεληνη υποκατω των ποδων αυτης, και επι της κεφαλης αυτης στεφανος αστερων δωδεκα,
1 Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα,
2 και εν γαστρι εχουσα εκραζεν ωδινουσα και βασανιζομενη τεκειν.
2 καὶ ἐν γαστρὶ ἔχουσα ἔκραζεν ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν.
3 και ωφθη αλλο σημειον εν τω ουρανω, και ιδου δρακων πυρρος μεγας, εχων κεφαλας επτα και κερατα δεκα, και επι τας κεφαλας αυτου επτα διαδηματα,
3 καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδοὺ δράκων πυρρὸς μέγας, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα,
4 και η ουρα αυτου συρει το τριτον των αστερων του ουρανου, και εβαλεν αυτους εις την γην. και ο δρακων εστηκεν ενωπιον της γυναικος της μελλουσης τεκειν, ινα, οταν τεκη, το τεκνον αυτης καταφαγη.
4 καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα, ὅταν τέκῃ, τὸ τέκνον αὐτῆς καταφάγῃ.
5 και ετεκεν υιον αρρενα, ος μελλει ποιμαινειν παντα τα εθνη εν ραβδω σιδηρα· και ηρπασθη το τεκνον αυτης προς τον θεον και προς τον θρονον αυτου.
5 καὶ ἔτεκεν υἱὸν ἄρρενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ.
6 και η γυνη εφυγεν εις την ερημον, οπου εχει εκει τοπον ητοιμασμενον απο του θεου, ινα εκει τρεφωσιν αυτην ημερας χιλιας διακοσιας εξηκοντα.
6 καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ἀπὸ τοῦ Θεοῦ, ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.
7 και εγενετο πολεμος εν τω ουρανω· ο μιχαηλ και οι αγγελοι αυτου— [του] πολεμησαι μετα του δρακοντος· και ο δρακων επολεμησεν και οι αγγελοι αυτου,
7 Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ· ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ — [τοῦ] πολεμῆσαι μετὰ τοῦ δράκοντος· καὶ ὁ δράκων ἐπολέμησε καὶ οἱ ἄγγελοι αὐτοῦ,
8 και ουκ ισχυσεν, ουδε τοπος ευρεθη αυτω ετι εν τω ουρανω.
8 καὶ οὐκ ἴσχυσεν, οὐδὲ τόπος εὑρέθη αὐτῷ ἔτι ἐν τῷ οὐρανῷ.
9 και εβληθη ο δρακων,— ο οφις ο μεγας ο αρχαιος, ο καλουμενος διαβολος και [ο] σατανας, ο πλανων την οικουμενην ολην, εβληθη εις την γην, και οι αγγελοι αυτου μετ αυτου εβληθησαν.
9 καὶ ἐβλήθη ὁ δράκων, — ὁ ὄφις ὁ μέγας ὁ ἀρχαῖος, ὁ καλούμενος Διάβολος καὶ [ὁ] Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ᾽ αὐτοῦ ἐβλήθησαν.
10 και ηκουσα φωνην μεγαλην εν τω ουρανω λεγουσαν· αρτι εγενετο η σωτηρια και η δυναμις και η βασιλεια του θεου ημων και η εξουσια του χριστου αυτου, οτι εβληθη ο κατηγορος των αδελφων ημων, ο κατηγορων αυτων ενωπιον του θεου ημων ημερας και νυκτος.
10 καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν· ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ κατήγορος τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτῶν ἐνώπιον τοῦ Θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός.
11 και αυτοι ενικησαν αυτον δια το αιμα του αρνιου και δια τον λογον της μαρτυριας αυτων, και ουκ ηγαπησαν την ψυχην αυτων αχρι θανατου.
11 καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου.
12 δια τουτο ευφραινεσθε ουρανοι και οι εν αυτοις σκηνουντες· ουαι την γην και την θαλασσαν, οτι κατεβη ο διαβολος προς υμας εχων θυμον μεγαν, ειδως οτι ολιγον καιρον εχει.
12 διὰ τοῦτο εὐφραίνεσθε οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες· οὐαὶ τὴν γῆν καὶ τὴν θάλασσαν, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.
13 και οτε ειδεν ο δρακων οτι εβληθη εις την γην, εδιωξεν την γυναικα ητις ετεκεν τον αρρενα.
13 Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξε τὴν γυναῖκα ἥτις ἔτεκε τὸν ἄρρενα.
14 και εδοθησαν τη γυναικι δυο πτερυγες του αετου του μεγαλου, ινα πετηται εις την ερημον εις τον τοπον αυτης, οπως τρεφηται εκει καιρον και καιρους και ημισυ καιρου απο προσωπου του οφεως.
14 καὶ ἐδόθησαν τῇ γυναικὶ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, ὅπως τρέφηται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως.
15 και εβαλεν ο οφις εκ του στοματος αυτου οπισω της γυναικος υδωρ ως ποταμον, ινα αυτην ποταμοφορητον ποιηση.
15 καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ.
16 και εβοηθησεν η γη τη γυναικι, και ηνοιξεν η γη το στομα αυτης και κατεπιεν τον ποταμον ον εβαλεν ο δρακων εκ του στοματος αυτου.
16 καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιε τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ.
17 και ωργισθη ο δρακων επι τη γυναικι, και απηλθεν ποιησαι πολεμον μετα των λοιπων του σπερματος αυτης, των τηρουντων τας εντολας του θεου και εχοντων την μαρτυριαν ιησου.
17 καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθε ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ.
Cross references (17)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Luke 21:25; Ephesians 5:32; Isaiah 62:3; Luke 21:11; Isaiah 60:19–20
  2. 2 John 16:21; Galatians 4:19; Revelation 12:4; Isaiah 66:7–9; Micah 5:3
  3. 3 Revelation 17:12; Daniel 7:24; Revelation 12:9; Daniel 7:20; Revelation 17:16
  4. 4 Daniel 8:9–12; Revelation 12:9; John 8:44; Revelation 12:2–3; Revelation 8:7
  5. 5 Revelation 19:15; Revelation 2:26–27; Revelation 12:2; Psalm 2:9–10; Isaiah 7:14
  6. 6 Revelation 13:5; Revelation 11:2–3; Revelation 12:14; 1 Kings 17:3–6; Revelation 12:4
  7. 7 Jude 9; Daniel 12:1; Ephesians 6:12; 2 Peter 2:4; Revelation 20:2
  8. 8 Psalm 37:10; Revelation 12:11; Jude 6; Jeremiah 1:19; Job 8:18
  9. 9 Luke 10:18; John 12:31; Revelation 20:10; 1 John 5:19; Isaiah 14:12
  10. 10 Luke 22:31; Zechariah 3:1–2; Revelation 11:15; Daniel 2:44; Matthew 28:18
  11. 11 2 Corinthians 10:3–5; John 16:33; 1 John 5:5; 1 Corinthians 15:57; Romans 16:20
  12. 12 Isaiah 49:13; Psalm 96:11–13; Revelation 8:13; Revelation 18:20; Revelation 10:6
  13. 13 Genesis 3:15; Revelation 12:3–5; John 16:33; Psalm 37:12–14
  14. 14 Exodus 19:4; Isaiah 40:31; Revelation 12:6; Daniel 12:7; Daniel 7:25
  15. 15 Isaiah 8:7; Isaiah 59:19; Psalm 18:4; Psalm 65:7; Isaiah 28:2
  16. 16 1 Kings 17:6; Exodus 12:35–36
  17. 17 Revelation 14:12; Genesis 3:15; Revelation 19:10; Revelation 1:2; Revelation 6:9

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences