Revelation · Patriarchal Text (Antoniades 1904/1912)
Revelation 10 Patriarchal Text (Antoniades 1904/1912)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (3)
- The digital source has no accents or capitals (as Robinson distributes it); 1912 base text, movable nu regularised.
- Double square brackets [[ ]] are marks in the digital source; at 1 John 5:7–8 they enclose the words the 1904 edition prints in smaller type.
- Credit: Maurice A. Robinson & Jussi Ala-Konni (byztxt).
1 και ειδον [αλλον] αγγελον ισχυρον καταβαινοντα εκ του ουρανου, περιβεβλημενον νεφελην, και η ιρις επι της κεφαλης αυτου, και το προσωπον αυτου ως ο ηλιος, και οι ποδες αυτου ως στυλοι πυρος,
1 Καὶ εἶδον [ἄλλον] ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός,
2 και εχων εν τη χειρι αυτου βιβλιον ανεωγμενον. και εθηκεν τον ποδα αυτου τον δεξιον επι της θαλασσης, τον δε ευωνυμον επι της γης,
2 καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ βιβλίον ἀνεῳγμένον. καὶ ἔθηκε τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς,
3 και εκραξεν φωνη μεγαλη ωσπερ λεων μυκαται. και οτε εκραξεν, ελαλησαν αι επτα βρονται τας εαυτων φωνας.
3 καὶ ἔκραξε φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς.
4 και οτε ελαλησαν αι επτα βρονται, εμελλον γραφειν· και ηκουσα φωνην εκ του ουρανου λεγουσαν· σφραγισον α ελαλησαν αι επτα βρονται, και μη αυτα γραψης.
4 Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἔμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ αὐτὰ γράψῃς.
5 και ο αγγελος, ον ειδον εστωτα επι της θαλασσης και επι της γης, ηρεν την χειρα αυτου την δεξιαν εις τον ουρανον
5 Καὶ ὁ ἄγγελος, ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανὸν
6 και ωμοσεν εν τω ζωντι εις τους αιωνας των αιωνων, ος εκτισεν τον ουρανον και τα εν αυτω και την γην και τα εν αυτη και την θαλασσαν και τα εν αυτη, οτι χρονος ουκετι εσται,
6 καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται,
7 αλλ εν ταις ημεραις της φωνης του εβδομου αγγελου, οταν μελλη σαλπιζειν, και ετελεσθη το μυστηριον του θεου, ως ευηγγελισεν τους δουλους αυτου τους προφητας.
7 ἀλλ᾽ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ Θεοῦ, ὡς εὐηγγέλισε τοὺς δούλους αὐτοῦ τοὺς προφήτας.
8 και η φωνη ην ηκουσα εκ του ουρανου, παλιν λαλουσα μετ εμου και λεγουσα· υπαγε λαβε το βιβλιδαριον το ανεωγμενον εν τη χειρι του αγγελου του εστωτος επι της θαλασσης και επι της γης.
8 Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν λαλοῦσα μετ᾽ ἐμοῦ καὶ λέγουσα· ὕπαγε λάβε τὸ βιβλιδάριον τὸ ἀνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.
9 και απηλθα προς τον αγγελον, λεγων αυτω δουναι μοι το βιβλιδαριον. και λεγει μοι· λαβε και καταφαγε αυτο, και πικρανει σου την κοιλιαν, αλλ εν τω στοματι σου εσται γλυκυ ως μελι.
9 καὶ ἀπῆλθα πρὸς τὸν ἄγγελον, λέγων αὐτῷ δοῦναί μοι τὸ βιβλιδάριον. καὶ λέγει μοι· λάβε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ᾽ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι.
10 και ελαβον το βιβλιον εκ της χειρος του αγγελου και κατεφαγον αυτο, και ην εν τω στοματι μου ως μελι γλυκυ· και οτε εφαγον αυτο, επικρανθη η κοιλια μου.
10 καὶ ἔλαβον τὸ βιβλίον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.
11 και λεγουσιν μοι· δει σε παλιν προφητευσαι επι λαοις και εθνεσιν και γλωσσαις και βασιλευσιν πολλοις.
11 καὶ λέγουσί μοι· δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἔθνεσι καὶ γλώσσαις καὶ βασιλεῦσι πολλοῖς.
Cross references (11)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Ezekiel 1:28; Matthew 17:2; Revelation 1:15–16; Revelation 5:2; Daniel 10:6
- 2 Revelation 10:5; Ezekiel 2:9–10; Revelation 10:8–10; Revelation 5:1–5; Matthew 28:18
- 3 Isaiah 31:4; Revelation 4:5; Joel 3:16; Amos 1:2; Proverbs 19:12
- 4 Daniel 12:4; Daniel 8:26; Daniel 12:9; Revelation 22:10; Deuteronomy 29:29
- 5 Daniel 12:7; Deuteronomy 32:40; Revelation 10:2; Revelation 14:7; Acts 14:15
- 6 Revelation 4:11; Revelation 4:9; Revelation 16:17
- 7 Ephesians 3:3–9; Romans 16:25; Luke 24:44–47; Amos 3:7; Acts 3:21
- 8 Revelation 10:2; Revelation 10:4–5; Isaiah 30:21
- 9 Ezekiel 3:1–3; Jeremiah 15:16; Ezekiel 2:8; Job 23:12; Ezekiel 3:14
- 10 Ezekiel 3:3; Psalm 119:103; Proverbs 16:24; Psalm 19:10; Psalm 104:34
- 11 Ezekiel 37:4; Jeremiah 1:9–10; Revelation 14:6; Revelation 17:15; Revelation 11:9
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences