Skip to the text

Revelation · Patriarchal Text (Antoniades 1904/1912)

Revelation 13 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και εσταθην επι την αμμον της θαλασσης· και ειδον εκ της θαλασσης θηριον αναβαινον, εχον κερατα δεκα και κεφαλας επτα, και επι των κερατων αυτου δεκα διαδηματα, και επι τας κεφαλας αυτου ονοματα βλασφημιας.
1 Καὶ ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὀνόματα βλασφημίας.
2 και το θηριον ο ειδον ην ομοιον παρδαλει, και οι ποδες αυτου ως αρκου, και το στομα αυτου ως στομα λεοντος. και εδωκεν αυτω ο δρακων την δυναμιν αυτου και τον θρονον αυτου και εξουσιαν μεγαλην·—
2 καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην· —
3 και μιαν εκ των κεφαλων αυτου ως εσφαγμενην εις θανατον. και η πληγη του θανατου αυτου εθεραπευθη, και εθαυμασεν ολη η γη οπισω του θηριου,
3 καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον. καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη, καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου,
4 και προσεκυνησαν τω δρακοντι τω δεδωκοτι την εξουσιαν τω θηριω, και προσεκυνησαν τω θηριω λεγοντες· τις ομοιος τω θηριω; τις δυναται πολεμησαι μετ αυτου;
4 καὶ προσεκύνησαν τῷ δράκοντι τῷ δεδωκότι τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες· τίς ὅμοιος τῷ θηρίῳ; τίς δύναται πολεμῆσαι μετ᾽ αὐτοῦ;
5 και εδοθη αυτω στομα λαλουν μεγαλα και βλασφημιαν· και εδοθη αυτω εξουσια πολεμον ποιησαι μηνας τεσσαρακοντα δυο.
5 καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίαν· καὶ ἐδόθη αὐτῷ ἐξουσία πόλεμον ποιῆσαι μῆνας τεσσαράκοντα δύο.
6 και ηνοιξεν το στομα αυτου εις βλασφημιαν προς τον θεον, βλασφημησαι το ονομα αυτου και την σκηνην αυτου, τους εν τω ουρανω σκηνουντας.
6 καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας.
7 και εδοθη αυτω πολεμον ποιησαι μετα των αγιων και νικησαι αυτους, και εδοθη αυτω εξουσια επι πασαν φυλην και λαον και γλωσσαν και εθνος.
7 καὶ ἐδόθη αὐτῷ πόλεμον ποιῆσαι μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος.
8 και προσκυνησουσιν αυτον παντες οι κατοικουντες επι της γης, ων ου γεγραπται το ονομα εν τω βιβλιω της ζωης του αρνιου του εσφαγμενου απο καταβολης κοσμου.
8 καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.
9 ει τις εχει ους, ακουσατω.
9 Εἴ τις ἔχει οὖς, ἀκουσάτω.
10 ει τις εις αιχμαλωσιαν [απαγει], εις αιχμαλωσιαν υπαγει· ει τις εν μαχαιρα [αποκτεννει], δει αυτον εν μαχαιρα αποκτανθηναι. ωδε εστιν η υπομονη και η πιστις των αγιων.
10 εἴ τις εἰς αἰχμαλωσίαν [ἀπάγει], εἰς αἰχμαλωσίαν ὑπάγει· εἴ τις ἐν μαχαίρᾳ [ἀποκτέννει], δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι. ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.
11 και ειδον αλλο θηριον αναβαινον εκ της γης, και ειχεν κερατα [δυο] ομοια αρνιω, και ελαλει ως δρακων.
11 Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε κέρατα [δύο] ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων.
12 και την εξουσιαν του πρωτου θηριου πασαν ποιει ενωπιον αυτου. και ποιει την γην και τους εν αυτη κατοικουντας ινα προσκυνησωσιν το θηριον το πρωτον, ου εθεραπευθη η πληγη του θανατου αυτου.
12 καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ.
13 και ποιει σημεια μεγαλα, και πυρ ινα εκ του ουρανου καταβαινη εις την γην ενωπιον των ανθρωπων.
13 καὶ ποιεῖ σημεῖα μεγάλα, καὶ πῦρ ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃ εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων.
14 και πλανα τους κατοικουντας επι της γης δια τα σημεια α εδοθη αυτω ποιησαι ενωπιον του θηριου, λεγων τοις κατοικουσιν επι της γης ποιησαι εικονα τω θηριω, ος ειχεν την πληγην της μαχαιρας και εζησεν.
14 καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ, ὃς εἶχε τὴν πληγὴν τῆς μαχαίρας καὶ ἔζησε.
15 και εδοθη αυτω πνευμα δουναι τη εικονι του θηριου, ινα και λαληση η εικων του θηριου και ποιηση, οσοι εαν μη προσκυνησωσιν τη εικονι του θηριου, [ινα] αποκτανθωσιν.
15 καὶ ἐδόθη αὐτῷ πνεῦμα δοῦναι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ, ὅσοι ἐὰν μὴ προσκυνήσωσι τῇ εἰκόνι τοῦ θηρίου, [ἵνα] ἀποκτανθῶσι.
16 και ποιει παντας, τους μικρους και τους μεγαλους, και τους πλουσιους και τους πτωχους, και τους ελευθερους και τους δουλους, ινα δωσουσιν αυτοις χαραγμα επι της χειρος αυτων της δεξιας η επι των μετωπων αυτων,
16 καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δώσουσιν αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τῶν μετώπων αὐτῶν,
17 και ινα μη τις δυνηται αγορασαι η πωλησαι ει μη ο εχων το χαραγμα, το ονομα του θηριου η τον αριθμον του ονοματος αυτου.
17 καὶ ἵνα μή τις δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.
18 ωδε η σοφια εστιν· ο εχων νουν ψηφισατω τον αριθμον του θηριου· αριθμος γαρ ανθρωπου εστιν· και ο αριθμος αυτου χξς.
18 Ὧδε ἡ σοφία ἐστίν· ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου· ἀριθμὸς γὰρ ἀνθρώπου ἐστί· καὶ ὁ ἀριθμὸς αὐτοῦ χξς΄.
Cross references (18)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Revelation 12:3; Revelation 17:3; Daniel 7:23–25; Revelation 11:7; Daniel 7:7–8
  2. 2 Daniel 7:4–7; 1 Peter 5:8; Revelation 17:12; Revelation 20:2; Revelation 12:9
  3. 3 Revelation 17:8; Revelation 13:14; Revelation 17:10; Revelation 17:17; Ezekiel 30:24
  4. 4 Revelation 13:2; Revelation 18:18; Revelation 13:12–13; Revelation 12:3; Revelation 13:15
  5. 5 Daniel 7:8; Daniel 7:25; Revelation 12:6; Daniel 11:36; Daniel 7:11
  6. 6 Revelation 12:12; Matthew 15:19; Hebrews 9:24; Matthew 12:34; Revelation 19:1–6
  7. 7 Daniel 7:21; Revelation 11:7; Revelation 12:17; Daniel 7:25; Daniel 12:1
  8. 8 1 Peter 1:19–20; Ephesians 1:4; Matthew 25:34; Revelation 17:8; Revelation 3:5
  9. 9 Revelation 2:7; Revelation 2:17; Revelation 2:11; Revelation 2:29
  10. 10 Jeremiah 15:2; Isaiah 33:1; Revelation 14:12; Revelation 3:10; Luke 21:19
  11. 11 Daniel 7:8; 2 Corinthians 11:13–15; Matthew 7:15; Revelation 17:6; Revelation 16:13
  12. 12 Revelation 17:10–11; Revelation 14:11; Revelation 14:9; Revelation 19:20; Revelation 13:3–4
  13. 13 Matthew 24:24; Revelation 16:14; 2 Thessalonians 2:9–10; Revelation 19:20; Deuteronomy 13:1–3
  14. 14 Revelation 19:20; Revelation 12:9; Revelation 13:8; 2 Thessalonians 2:4; Revelation 13:3–4
  15. 15 Revelation 16:2; Daniel 3:3–6; Revelation 19:20; Revelation 20:4; Revelation 17:6
  16. 16 Revelation 20:4; Revelation 19:20; Ezekiel 9:4; Deuteronomy 6:8; Revelation 14:9–11
  17. 17 Revelation 13:16; Revelation 14:11; Revelation 15:2; Revelation 22:4; Revelation 13:18
  18. 18 Revelation 15:2; Revelation 17:9; Revelation 21:17; Daniel 12:10; Revelation 1:3

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 13:2 Irenaeus of Lyons, Against Heresies (Book V, Chapters XXVII–XXVIII)

    Here is the endurance and the faith of the saints." After this he likewise describes his armour-bearer, whom he also terms a false prophet: "He spake as a dragon, and exercised all the power of the first beast in his sight, and caused the earth, and those that dwell therein, to adore the first beast, whose deadly wound was healed.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 13:8 Augustine of Hippo, Expositions on the Psalms (Psalm LXIX)

    "There shall give consent to him all they that have not been written in the book of life." So then without doubt they will not consent that have been written.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)