Skip to the text

Revelation · Patriarchal Text (Antoniades 1904/1912)

Revelation 2 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 τω αγγελω της εν εφεσω εκκλησιας γραψον· ταδε λεγει ο κρατων τους επτα αστερας εν τη δεξια αυτου, ο περιπατων εν μεσω των επτα λυχνιων των χρυσων·
1 Τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·
2 οιδα τα εργα σου και τον κοπον σου και την υπομονην σου, και οτι ου δυνη βαστασαι κακους, και επειρασας τους λεγοντας εαυτους αποστολους ειναι, και ουκ εισιν, και ευρες αυτους ψευδεις·
2 οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον σου καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους εἶναι, καὶ οὐκ εἰσί, καὶ εὗρες αὐτοὺς ψευδεῖς·
3 και υπομονην εχεις, και εβαστασας δια το ονομα μου, και ου κεκοπιακας.
3 καὶ ὑπομονὴν ἔχεις, καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ οὐ κεκοπίακας.
4 αλλα εχω κατα σου, οτι την αγαπην σου την πρωτην αφηκας.
4 ἀλλὰ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας.
5 μνημονευε ουν ποθεν πεπτωκας, και μετανοησον και τα πρωτα εργα ποιησον· ει δε μη, ερχομαι σοι ταχυ και κινησω την λυχνιαν σου εκ του τοπου αυτης, εαν μη μετανοησης.
5 μνημόνευε οὖν πόθεν πέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.
6 αλλα τουτο εχεις, οτι μισεις τα εργα των νικολαιτων, α καγω μισω.
6 ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ.
7 ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις. τω νικωντι δωσω αυτω φαγειν εκ του ξυλου της ζωης, ο εστιν εν τω παραδεισω του θεου μου.
7 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ μου.
8 και τω αγγελω της εν σμυρνη εκκλησιας γραψον· ταδε λεγει ο πρωτος και ο εσχατος, ος εγενετο νεκρος και εζησεν·
8 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·
9 οιδα σου τα εργα και την θλιψιν και την πτωχειαν· αλλα πλουσιος ει και την βλασφημιαν εκ των λεγοντων ιουδαιους ειναι εαυτους, και ουκ εισιν, αλλα συναγωγη του σατανα.
9 οἶδά σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν· ἀλλὰ πλούσιος εἶ· καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ σατανᾶ.
10 μηδεν φοβου α μελλεις παθειν. ιδου [δη] μελλει βαλειν ο διαβολος εξ υμων εις φυλακην ινα πειρασθητε, και εξετε θλιψιν ημερας δεκα. γινου πιστος αχρι θανατου, και δωσω σοι τον στεφανον της ζωης.
10 μηδὲν φοβοῦ ἃ μέλλεις παθεῖν. ἰδοὺ [δὴ] μέλλει βαλεῖν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμέρας δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.
11 ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις. ο νικων ου μη αδικηθη εκ του θανατου του δευτερου.
11 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
12 και τω αγγελω της εν περγαμω εκκλησιας γραψον· ταδε λεγει ο εχων την ρομφαιαν την διστομον την οξειαν·
12 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν·
13 οιδα τα εργα σου και που κατοικεις· οπου ο θρονος του σατανα· και κρατεις το ονομα μου, και ουκ ηρνησω την πιστιν μου [και] εν ταις ημεραις αις αντιπας ο μαρτυς μου ο πιστος, ος απεκτανθη παρ υμιν, οπου ο σατανας κατοικει.
13 οἶδα τὰ ἔργα σου καὶ ποῦ κατοικεῖς· ὅπου ὁ θρόνος τοῦ σατανᾶ· καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου [καὶ] ἐν ταῖς ἡμέραις αἷς Ἀντίπας ὁ μάρτυς μου ὁ πιστός, ὃς ἀπεκτάνθη παρ᾽ ὑμῖν, ὅπου ὁ σατανᾶς κατοικεῖ.
14 αλλα εχω κατα σου ολιγα, οτι εχεις εκει κρατουντας την διδαχην βαλααμ, ος εδιδαξεν τον βαλακ βαλειν σκανδαλον ενωπιον των υιων ισραηλ και φαγειν ειδωλοθυτα και πορνευσαι.
14 ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδαξε τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ καὶ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι.
15 ουτως εχεις και συ κρατουντας την διδαχην των νικολαιτων ομοιως.
15 οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως.
16 μετανοησον ουν· ει δε μη, ερχομαι σοι ταχυ και πολεμησω μετ αυτων εν τη ρομφαια του στοματος μου.
16 μετανόησον οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ πολεμήσω μετ᾽ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου.
17 ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις. τω νικωντι δωσω αυτω του μαννα του κεκρυμμενου, και δωσω αυτω ψηφον λευκην, και επι την ψηφον ονομα καινον γεγραμμενον, ο ουδεις οιδεν ει μη ο λαμβανων.
17 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.
18 και τω αγγελω της εν θυατειροις εκκλησιας γραψον· ταδε λεγει ο υιος του θεου, ο εχων τους οφθαλμους αυτου ως φλογα πυρος, και οι ποδες αυτου ομοιοι χαλκολιβανω·
18 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον· τάδε λέγει ὁ υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·
19 οιδα σου τα εργα και την αγαπην και την πιστιν και την διακονιαν και την υπομονην σου, και τα εργα σου τα εσχατα πλειονα των πρωτων.
19 οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων.
20 αλλα εχω κατα σου ολιγα, οτι αφεις την γυναικα σου ιεζαβελ, η λεγει εαυτην προφητιν, και διδασκει και πλανα τους εμους δουλους πορνευσαι και φαγειν ειδωλοθυτα.
20 ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἀφεῖς τὴν γυναῖκά σου Ἰεζάβελ, ἣ λέγει ἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα.
21 και εδωκα αυτη χρονον ινα μετανοηση, και ου θελει μετανοησαι εκ της πορνειας αυτης.
21 καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.
22 ιδου βαλλω αυτην εις κλινην και τους μοιχευοντας μετ αυτης εις θλιψιν μεγαλην, εαν μη μετανοησωσιν εκ των εργων αυτης,
22 ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην καὶ τοὺς μοιχεύοντας μετ᾽ αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς,
23 και τα τεκνα αυτης αποκτενω εν θανατω, και γνωσονται πασαι αι εκκλησιαι οτι εγω ειμι ο ερευνων νεφρους και καρδιας, και δωσω υμιν εκαστω κατα τα εργα υμων.
23 καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ, καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν.
24 υμιν δε λεγω τοις λοιποις τοις εν θυατειροις, οσοι ουκ εχουσιν την διδαχην ταυτην, οιτινες ουκ εγνωσαν τα βαθεα του σατανα, ως λεγουσιν· ου βαλλω εφ υμας αλλο βαρος·
24 ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσι τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ σατανᾶ, ὡς λέγουσιν· οὐ βάλλω ἐφ᾽ ὑμᾶς ἄλλο βάρος·
25 πλην ο εχετε κρατησατε αχρι ου αν ηξω.
25 πλὴν ὃ ἔχετε κρατήσατε ἄχρις οὗ ἂν ἥξω.
26 και ο νικων και ο τηρων αχρι τελους τα εργα μου, δωσω αυτω εξουσιαν επι των εθνων,
26 Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν,
27 και ποιμανει αυτους εν ραβδω σιδηρα, ως τα σκευη τα κεραμικα συντριβησεται, ως καγω ειληφα παρα του πατρος μου,
27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς τὰ σκεύη τὰ κεραμικὰ συντριβήσεται, ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου,
28 και δωσω αυτω τον αστερα τον πρωινον.
28 καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν.
29 ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις.
29 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Antipas

    Faithful martyr at Pergamum

    Called Christ's faithful witness, killed at Pergamum where Satan dwells.

    Cited in the guide: Revelation 2:13

  • Jezebel

    False prophetess at Thyatira

    A woman at Thyatira who called herself a prophetess and led Christ's servants into immorality and idolatry; the name probably recalls Ahab's wife.

    Cited in the guide: Revelation 2:20

Places

  • Ephesus

    Today: Western Turkey (Aegean coast) · On Second Journey · On Third Journey

    The chief city of Roman Asia, famed for the temple of Artemis. Paul's long ministry sparked the silversmiths' riot; the city is also the first addressed in Revelation.

    Cited in the guide: Acts 19:1; Acts 19:28; Revelation 2:1

Cross references (29)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Revelation 1:20; Revelation 1:16; Revelation 1:11–13; Revelation 3:7; Revelation 2:18
  2. 2 1 John 4:1; 2 Peter 2:1–3; 1 Thessalonians 5:21; 2 Corinthians 11:13–15; Revelation 3:8
  3. 3 Hebrews 10:36; Galatians 6:9; James 5:7–11; Hebrews 12:1; James 1:3–4
  4. 4 Matthew 24:12–13; Jeremiah 2:2–5; Hebrews 6:10–11; Philippians 1:9; 2 Thessalonians 1:3
  5. 5 Revelation 3:2–3; Revelation 3:19; Revelation 2:16; Hosea 14:1; Acts 17:30–31
  6. 6 Psalm 26:5; Psalm 101:3; 2 John 9–10; Revelation 2:14–15; 2 Chronicles 19:2
  7. 7 Revelation 2:11; Revelation 2:17; Matthew 11:15; Matthew 13:43; Revelation 13:9
  8. 8 Revelation 1:17–18; Revelation 1:8; Revelation 1:11; Revelation 2:1
  9. 9 Revelation 3:9; James 2:5–6; 2 Corinthians 8:9; Romans 9:6; 2 Corinthians 6:10
  10. 10 James 1:12; Matthew 10:22; Revelation 3:10–11; Luke 21:16–19; Mark 13:13
  11. 11 Revelation 20:6; Revelation 20:14; Revelation 21:8; Revelation 2:7; Revelation 2:17
  12. 12 Revelation 2:16; Revelation 1:16; Hebrews 4:12; Revelation 19:15; Revelation 1:11
  13. 13 Revelation 2:9–10; 1 Timothy 5:8; Revelation 3:8–9; Revelation 3:11; Acts 22:20
  14. 14 Numbers 31:16; 2 Peter 2:15; Revelation 2:20; Numbers 25:1–3; Jude 11
  15. 15 Revelation 2:6
  16. 16 2 Thessalonians 2:8; Revelation 1:16; Ephesians 6:17; Revelation 2:5; Isaiah 11:4
  17. 17 Isaiah 62:2; Isaiah 65:15; Revelation 19:12–13; Revelation 3:12–13; Revelation 2:7
  18. 18 Revelation 1:14–15; Revelation 1:11; John 3:35–36; Psalm 2:7; John 5:25
  19. 19 1 Timothy 1:5; 2 Peter 1:7; John 15:2; 2 Thessalonians 1:3; Revelation 2:2–4
  20. 20 Revelation 2:14; 1 Kings 16:31; 1 Corinthians 10:18–21; Acts 15:29; 2 Kings 9:7
  21. 21 2 Peter 3:9; Romans 2:4–5; Revelation 9:20–21; Revelation 16:11; Revelation 16:9
  22. 22 Revelation 17:2; Luke 13:5; Ezekiel 16:37–41; Jeremiah 36:3; Revelation 18:3
  23. 23 Matthew 16:27; Psalm 7:9; Romans 8:27; 1 Peter 1:17; Acts 1:24
  24. 24 2 Corinthians 2:11; Revelation 12:9; 2 Corinthians 11:3; Acts 15:28; 2 Corinthians 11:13–15
  25. 25 Revelation 3:3; Revelation 3:11; Hebrews 10:23; 1 Thessalonians 5:21; Revelation 22:7
  26. 26 Revelation 3:21; Revelation 2:7; Daniel 7:27; Psalm 2:8; Revelation 20:4
  27. 27 Psalm 2:8–9; Revelation 12:5; Revelation 19:15; Isaiah 30:14; Matthew 11:27
  28. 28 Revelation 22:16; 2 Peter 1:19; Luke 1:78–79
  29. 29 Revelation 2:7

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 2:6 Irenaeus of Lyons, Against Heresies (Book I, Chapters XXVI–XXVIII)

    Wherefore the Word has also spoken of them thus: "But this thou hast, that thou hatest the deeds of the Nicolaitanes, which I also hate." Chapter XXVII — Doctrines of Cerdo and Marcion

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 2:17 Irenaeus of Lyons, Against Heresies (Book V, Preface)

    … and is called so; so also, when man is grafted in by faith and receives the Spirit of God, he certainly does not lose the substance of flesh, but changes the quality of the fruit [brought forth, i.e.,] of his works, and receives another name, showing that he has become changed for the better, being now not [mere] flesh and …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)