Skip to the text

Revelation · Patriarchal Text (Antoniades 1904/1912)

Revelation 4 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 μετα ταυτα ειδον, και ιδου θυρα ανεωγμενη εν τω ουρανω, και η φωνη η πρωτη ην ηκουσα ως σαλπιγγος λαλουσης μετ εμου, λεγων· αναβα ωδε και δειξω σοι α δει γενεσθαι μετα ταυτα.
1 Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἀνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ᾽ ἐμοῦ, λέγων· ἀνάβα ὧδε καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα.
2 [και] ευθεως εγενομην εν πνευματι· και ιδου θρονος εκειτο εν τω ουρανω, και επι τον θρονον καθημενος,
2 [καὶ] εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος,
3 ομοιος ορασει λιθω ιασπιδι και σαρδιω· και ιρις κυκλοθεν του θρονου, ομοιως ορασις σμαραγδινων.
3 ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ· καὶ ἶρις κυκλόθεν τοῦ θρόνου, ὁμοίως ὅρασις σμαραγδίνων.
4 [και] κυκλοθεν του θρονου θρονοι εικοσι τεσσαρες, και επι τους θρονους τους εικοσι τεσσαρας πρεσβυτερους καθημενους, περιβεβλημενους εν ιματιοις λευκοις, και επι τας κεφαλας αυτων στεφανους χρυσους.
4 [καὶ] κυκλόθεν τοῦ θρόνου θρόνοι εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς θρόνους τοὺς εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους, περιβεβλημένους ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.
5 και εκ του θρονου εκπορευονται αστραπαι και φωναι και βρονται· και επτα λαμπαδες πυρος καιομεναι ενωπιον του θρονου, αι εισιν τα επτα πνευματα του θεου·
5 καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, αἵ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ·
6 και ενωπιον του θρονου ως θαλασσα υαλινη, ομοια κρυσταλλω· και εν μεσω του θρονου και κυκλω του θρονου τεσσαρα ζωα γεμοντα οφθαλμων εμπροσθεν και οπισθεν·
6 καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη, ὁμοία κρυστάλλῳ· καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν·
7 και το ζωον το πρωτον ομοιον λεοντι, και το δευτερον ζωον ομοιον μοσχω, και το τριτον ζωον εχον το προσωπον ως ανθρωπου, και το τεταρτον ζωον ομοιον αετω πετομενω.
7 καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ἔχον τὸ πρόσωπον ὡς ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ.
8 και τα τεσσαρα ζωα, εν καθ εν αυτων εχον ανα πτερυγας εξ, κυκλοθεν και εσωθεν γεμουσιν οφθαλμων, και αναπαυσιν ουκ εχουσιν ημερας και νυκτος λεγοντες· αγιος, αγιος, αγιος κυριος ο θεος ο παντοκρατωρ, ο ην και ο ων και ο ερχομενος.
8 καὶ τὰ τέσσαρα ζῷα, ἓν καθ᾽ ἓν αὐτῶν ἔχον ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν, καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες· ἅγιος, ἅγιος, ἅγιος Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος.
9 και οταν δωσιν τα ζωα δοξαν και τιμην και ευχαριστιαν τω καθημενω επι του θρονου, τω ζωντι εις τους αιωνας των αιωνων,
9 Καὶ ὅταν δῶσι τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
10 πεσουνται οι εικοσι τεσσαρες πρεσβυτεροι ενωπιον του καθημενου επι του θρονου, και προσκυνησουσιν τω ζωντι εις τους αιωνας των αιωνων, και βαλουσιν τους στεφανους αυτων ενωπιον του θρονου λεγοντες·
10 πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσι τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσι τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες·
11 αξιος ει, ο κυριος και θεος ημων, λαβειν την δοξαν και την τιμην και την δυναμιν, οτι συ εκτισας τα παντα, και δια το θελημα σου ησαν και εκτισθησαν.
11 ἄξιος εἶ, ὁ Κύριος καὶ Θεὸς ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν.
Cross references (11)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Revelation 11:12; Exodus 24:12; Revelation 1:19; Revelation 1:10; Mark 1:10
  2. 2 Revelation 1:10; 1 Kings 22:19; Isaiah 6:1; Ezekiel 3:12–14; Ezekiel 1:26
  3. 3 Ezekiel 1:28; Revelation 21:11; Genesis 9:13–16; Revelation 10:1; Ezekiel 28:13
  4. 4 Matthew 19:28; Revelation 11:16; Revelation 4:10; Revelation 7:11; Revelation 20:4
  5. 5 Revelation 11:19; Revelation 8:5; Revelation 1:4; Revelation 5:6; Revelation 16:17–18
  6. 6 Revelation 15:2; Revelation 5:6; Revelation 4:8–9; Revelation 14:3; Ezekiel 10:12
  7. 7 Ezekiel 10:14; Ezekiel 1:10; Ezekiel 10:21; Ezekiel 1:8; Revelation 4:6
  8. 8 Isaiah 6:2–13; Revelation 1:8; Hebrews 13:8; Revelation 4:6; Exodus 15:11
  9. 9 Revelation 5:13–14; Revelation 7:11–12; Revelation 10:6; Revelation 15:7; Psalm 47:8
  10. 10 Revelation 5:8; Psalm 95:6; Revelation 19:4; Revelation 11:16; 1 Chronicles 29:11–16
  11. 11 Colossians 1:16–17; Revelation 5:12; Isaiah 40:28; Proverbs 16:4; John 1:1–3

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 4:7 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XI)

    For, [as the Scripture] says, "The first living creature was like a lion," symbolizing His effectual working, His leadership, and royal power; the second [living creature] was like a calf, signifying [His] sacrificial and sacerdotal order; but "the third had, as it were, the face as of a man,"--an evident description of His advent as a human being; "the fourth …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)