1 Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη· Ἐπιτρέπεταί σοι ⸀ὑπὲρ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ⸂ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο · 2 Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων ⸂σήμερον ἀπολογεῖσθαι, 3 μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ⸀ἐθῶν τε καὶ ζητημάτων· διὸ ⸀δέομαι μακροθύμως ἀκοῦσαί μου. 4 Τὴν μὲν οὖν βίωσίν μου ⸀τὴν ἐκ νεότητος τὴν ἀπʼ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν ⸀τε Ἱεροσολύμοις ἴσασι ⸀πάντες Ἰουδαῖοι, 5 προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος. 6 καὶ νῦν ἐπʼ ἐλπίδι τῆς ⸀εἰς τοὺς πατέρας ⸀ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος, 7 εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ⸂ὑπὸ Ἰουδαίων, βασιλεῦ⸃· 8 τί ἄπιστον κρίνεται παρʼ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει; 9 Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· 10 ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούς ⸀τε τῶν ἁγίων ἐγὼ ⸀ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον, 11 καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις. 12 Ἐν ⸀οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετʼ ἐξουσίας καὶ ἐπιτροπῆς ⸀τῆς τῶν ἀρχιερέων 13 ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους· 14 πάντων ⸀τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν ⸀λέγουσαν πρός ⸀με τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. 15 ἐγὼ δὲ εἶπα· Τίς εἶ, κύριε; ὁ δὲ ⸀κύριος εἶπεν· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· 16 ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές ⸀με ὧν τε ὀφθήσομαί σοι, 17 ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ⸀ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ ⸂ἀποστέλλω σε 18 ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ⸀ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. 19 Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ, 20 ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν ⸀τε καὶ Ἱεροσολύμοις, ⸀πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν ⸀ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. 21 ἕνεκα τούτων ⸂με Ἰουδαῖοι ⸀συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. 22 ἐπικουρίας οὖν τυχὼν τῆς ⸀ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς, 23 εἰ παθητὸς ὁ χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ ⸀τε λαῷ καὶ τοῖς ἔθνεσιν. 24 Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ⸀φησιν Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. 25 ὁ δὲ ⸀Παῦλος Οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. 26 ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν ⸀καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ ⸀αὐτὸν τούτων οὐ πείθομαι ⸀οὐθέν οὐ γάρ ⸀ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο. 27 πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις. 28 ὁ δὲ Ἀγρίππας πρὸς τὸν ⸀Παῦλον Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ⸀ποιῆσαι 29 ὁ δὲ ⸀Παῦλος Εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν ⸀μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων. 30 ⸀Ἀνέστη ⸀τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς, 31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου ⸂ἢ δεσμῶν ἄξιον ⸀τι πράσσει ὁ ἄνθρωπος οὗτος. 32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.
Acts · SBL Greek New Testament
Acts 26 SBL Greek New Testament
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Agrippa
King Agrippa, who with Bernice visited Festus and heard Paul's defense, replying that Paul almost persuaded him to become a Christian.
Cited in the guide: Acts 25:13; Acts 26:1; Acts 26:28
Bernice
Arrived with King Agrippa at Caesarea to pay respects to Festus and sat with him to hear Paul.
Cited in the guide: Acts 25:13; Acts 25:23; Acts 26:30
Cross references (31)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Acts 9:15; John 7:51; Proverbs 1:24; Acts 26:2; Acts 22:1
- 3 Acts 6:14; Acts 26:26; Acts 24:4; Acts 28:17; 1 Corinthians 13:2
- 4 Galatians 1:13; 2 Timothy 3:10; Acts 22:3; Philippians 3:5
- 5 Acts 23:6; Acts 22:3; Acts 22:5; Acts 24:5; Philippians 3:5–6
- 6 Titus 2:13; Acts 28:20; Daniel 7:13–14; Acts 24:15; Romans 15:8
- 7 James 1:1; 1 Timothy 5:5; Philippians 3:11; Luke 22:30; Ezra 6:17
- 8 1 Corinthians 15:12–20; Acts 4:2; Acts 17:31–32; Philippians 3:21; Acts 10:40–42
- 9 1 Timothy 1:13; Acts 22:8; Galatians 1:13–14; Philippians 3:6; John 16:2–3
- 10 Acts 8:3; Acts 9:13–14; Acts 9:21; Acts 22:4–5; Acts 8:1
- 11 Acts 13:45; Acts 22:19; Matthew 10:17; Acts 9:1; Acts 22:5
- 12 Acts 26:10; Acts 9:1–8; Acts 22:5–11; Jeremiah 26:8; John 11:57
- 13 Revelation 1:16; Revelation 21:23; Matthew 17:2; Acts 22:6; Acts 9:3
- 14 Acts 21:40; Acts 22:2; Acts 9:7; Acts 22:7–9; Zechariah 2:8
- 15 John 15:20–21; Matthew 25:45; Matthew 25:40; Exodus 16:8
- 16 Acts 22:14–15; Ezekiel 2:1; Daniel 10:11; 1 Timothy 1:12; Galatians 1:12
- 17 Acts 9:15; 1 Timothy 2:7; Jeremiah 1:19; Romans 11:13; 2 Timothy 4:16–17
- 18 1 Peter 2:9; Ephesians 1:18; Acts 20:32; Ephesians 5:8; Isaiah 42:7
- 19 Isaiah 50:5; Ezekiel 2:7–8; Galatians 1:16; Jeremiah 20:9; Exodus 4:13–14
- 20 Acts 3:19; Matthew 3:8; 2 Timothy 2:25–26; Acts 2:38; Matthew 9:13
- 21 Acts 21:30–31; Acts 21:27; Acts 25:3; Acts 22:22; Acts 23:12–15
- 22 John 5:46; Acts 24:14; Luke 24:44; Acts 10:43; Romans 3:21
- 23 Isaiah 53:1–12; Luke 24:26; Colossians 1:18; Revelation 1:5; Hebrews 2:10
- 24 1 Corinthians 2:13–14; 1 Corinthians 1:23; 2 Corinthians 5:13; 1 Corinthians 4:10; Mark 3:21
- 25 Acts 23:26; Titus 1:9; Titus 2:7–8; John 8:49; Luke 1:3
- 26 Acts 26:2–3; Acts 2:1–12; Acts 5:18–42; Isaiah 30:20; Acts 4:16–21
- 27 Acts 26:22–23
- 28 Acts 11:26; Matthew 10:18; Acts 26:29; Mark 10:17–22; Acts 24:25
- 29 Ephesians 6:20; Colossians 1:28; Romans 10:1; Acts 21:33; John 5:34
- 30 Acts 28:22; Acts 18:15; Acts 25:23
- 31 Acts 23:29; Acts 23:9; Acts 28:18; Luke 23:4; Acts 25:25
- 32 Acts 28:18; Acts 25:11–12; Acts 25:25
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
See how again also they pass sentence in his favor, and after having said, "Thou art beside thyself," (v. 24) they acquit him, as undeserving not only of death, but also of bonds, and indeed would have released him entirely, if he had not appealed to Cæsar. But this was done providentially, that he should also depart with bonds.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)
… or else, if they do receive all these, they must necessarily admit also that testimony concerning Paul, when he (Luke) tells us that the Lord spoke at first to him from heaven: "Saul, Saul, why persecutest thou Me? I am Jesus Christ, whom thou persecutest;" and then to Ananias, saying regarding him: "Go thy way; for he is a chosen …