1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ λόγος. 2 Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. 3 Πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. 4 Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων, 5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. 6 Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. 7 Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι᾿ αὐτοῦ. 8 Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾿ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. 9 Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. 10 Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. 11 Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. 12 Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· 13 οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾿ ἐκ Θεοῦ ἐγεννήθησαν. 14 Καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν — καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός — πλήρης χάριτος καὶ ἀληθείας. 15 Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων, Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν· ὅτι πρῶτός μου ἦν. 16 Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος. 17 Ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. 18◆ Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο. 19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν, Σὺ τίς εἶ; 20 Καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. 21 Καὶ ἠρώτησαν αὐτόν, Τί οὖν; Ἠλίας εἶ σύ; Καὶ λέγει, Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; Καὶ ἀπεκρίθη, Οὔ. 22 Εἶπον οὖν αὐτῷ, Τίς εἶ; Ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. Τί λέγεις περὶ σεαυτοῦ; 23 Ἔφη, Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης. 24 Καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. 25 Καὶ ἠρώτησαν αὐτόν, καὶ εἶπον αὐτῷ, Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστός, οὔτε Ἠλίας, οὔτε ὁ προφήτης; 26 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων, Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε. 27 Αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν· οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. 28 Ταῦτα ἐν Βηθαβαρᾶ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων. 29 Τῇ ἐπαύριον βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. 30 Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον, Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. 31 Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾿ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων. 32 Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾿ αὐτόν. 33 Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, Ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾿ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ. 34 Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ. 35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο· 36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. 37 Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. 38 Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς, Τί ζητεῖτε; Οἱ δὲ εἶπον αὐτῷ, Ῥαββί — ὃ λέγεται ἑρμηνευόμενον, Διδάσκαλε — ποῦ μένεις; 39 Λέγει αὐτοῖς, Ἔρχεσθε καὶ ἴδετε. Ἦλθον καὶ εἶδον ποῦ μένει· καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα δὲ ἦν ὡς δεκάτη. 40 Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ. 41 Εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ, Εὑρήκαμεν τὸν Μεσσίαν — ὅ ἐστι μεθερμηνευόμενον, ὁ Χριστός. 42 Καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. Ἐμβλέψας δὲ αὐτῷ ὁ Ἰησοῦς εἶπε, Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς — ὃ ἑρμηνεύεται Πέτρος. 43 Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. 44 Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 45 Εὑρίσκει Φίλιππος τὸν Ναθαναήλ, καὶ λέγει αὐτῷ, Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέθ. 46 Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, Ἐκ Ναζαρὲθ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ Φίλιππος, Ἔρχου καὶ ἴδε. 47 Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει περὶ αὐτοῦ, Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. 48 Λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις; Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε. 49 Ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ, Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 50 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὅτι εἶπόν σοι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτων ὄψει. 51 Καὶ λέγει αὐτῷ, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
John · Textus Receptus (Boyd collation)
John 1 Textus Receptus (Boyd collation)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Collates Stephanus 1550, Elzevir 1624 and Scrivener 1881 (not the 1894 Scrivener edition). The variant footnotes are not shown.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Andrew
Simon Peter's brother, a disciple of John the Baptist who first followed Jesus and brought Peter to him, from Bethsaida, and one of the Twelve.
Cited in the guide: Matthew 10:2; Mark 3:18; John 1:40
Jesus
The Son of God, conceived by the Holy Spirit and born of the Virgin Mary (Matthew 1:18; Luke 1:35): the promised Son of David and Son of Abraham, 'the Word became flesh.' Joseph,…
Cited in the guide: Matt. 1:1, 16-17; Luke 3:23-38; John 1:14; Rom. 1:3
Jonah
The father of Simon Peter, named Jonah in Matthew 16:17 and John in John 1:42 and 21:15.
Cited in the guide: Matthew 16:17; John 1:42; John 21:15
Nathanael
Brought to Jesus by Philip, called by Jesus a true Israelite in whom there is no deceit, who confessed Him Son of God and King of Israel, and later fished with the disciples; he…
Cited in the guide: John 1:45; John 1:47; John 1:49
Philip
Found by Jesus and told 'Follow Me', from Bethsaida, the town of Andrew and Peter, who brought Nathanael to Jesus and is listed among the Twelve.
Cited in the guide: Matthew 10:3; John 1:43; John 1:44
Places
Bethsaida
Bethsaida lay near the Jordan's inflow to the Sea of Galilee. Its precise site is debated (et-Tell and el-Araj are candidates; approximate location). Jesus rebuked it for unbelief.
Cited in the guide: Mark 8:22; John 1:44; Luke 9:10
Nazareth
A small agricultural village never named in the Old Testament. Jesus spent his childhood and early life here before beginning his public ministry.
Cited in the guide: Luke 2:39-40; Matthew 2:23; John 1:46
Cross references (50)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Genesis 1:1; John 17:5; Revelation 19:13; Colossians 1:17; John 1:14
- 3 Colossians 1:16–17; 1 Corinthians 8:6; Revelation 4:11; Psalm 33:6; Genesis 1:26
- 4 John 8:12; John 12:46; John 5:26; 1 John 1:5–7; John 9:5
- 5 John 3:19–20; John 12:36–40; 1 Corinthians 2:14; Job 24:13–17; John 1:10
- 6 Malachi 3:1; John 3:28; Isaiah 40:3–5; John 1:33; Acts 13:24
- 7 Acts 19:4; John 5:33–35; John 1:12; John 1:32–34; John 1:36
- 8 John 1:20; John 3:28; Acts 19:4
- 9 John 12:46; John 1:4; 1 John 2:8; Isaiah 49:6; John 1:7
- 10 John 17:25; 1 John 3:1; 1 Corinthians 2:8; 1 Corinthians 1:21; Matthew 11:27
- 11 Luke 19:14; Isaiah 53:2–3; John 3:32; Acts 7:51–52; Luke 20:13–15
- 12 Galatians 3:26; Romans 8:14; 1 John 3:1; 2 Corinthians 6:17–18; Galatians 4:6
- 13 1 John 3:9; James 1:18; 1 Peter 1:23; 1 Peter 1:3; John 3:5–8
- 14 1 John 4:9; 1 Timothy 3:16; Galatians 4:4; John 1:1; Isaiah 40:5
- 15 Matthew 3:11; Colossians 1:17; John 1:29–34; John 3:26–36; John 1:1–2
- 16 Colossians 1:19; Romans 5:2; Ephesians 2:5–10; Ephesians 4:7–13; Colossians 2:9–10
- 17 Romans 6:14; John 14:6; Romans 3:19–26; Romans 5:20–21; John 1:14
- 18 Colossians 1:15; John 6:46; Matthew 11:27; Luke 10:22; 1 John 4:12
- 19 John 10:24; Luke 3:15–18; Acts 19:4; Acts 13:25; John 5:33–36
- 20 Matthew 3:11–12; Mark 1:7–8; Luke 3:15–17; John 3:28–36
- 21 Deuteronomy 18:15–18; Malachi 4:5; Matthew 11:14; John 1:25; Matthew 17:10–12
- 22 2 Samuel 24:13
- 23 Isaiah 40:3–5; Mark 1:3; Matthew 3:3; Luke 1:76–79; John 3:28
- 24 Matthew 23:13–15; Luke 11:39–44; Luke 11:53; John 3:1–2; Luke 7:30
- 25 Deuteronomy 18:18; Deuteronomy 18:15; John 1:20–22; Acts 5:28; Matthew 21:23
- 26 Acts 1:5; Luke 3:16; John 1:10–11; Mark 1:8; Matthew 3:11
- 27 Luke 3:16; Mark 1:7; Matthew 3:11; John 1:30; John 1:15
- 28 John 10:40; John 3:23; Judges 7:24; John 3:26
- 29 Isaiah 53:7; 1 John 2:2; 1 Peter 1:19; 1 John 3:5; 2 Corinthians 5:21
- 30 John 1:27; John 1:15; Luke 3:16
- 31 Malachi 3:1; Luke 1:17; John 1:33; John 1:7; Mark 1:3–5
- 32 Luke 3:22; Mark 1:10; Matthew 3:16; John 1:7; John 5:32
- 33 Acts 1:5; Matthew 3:11; Luke 3:16; Titus 3:5–6; Acts 19:2–6
- 34 Psalm 2:7; John 1:49; Matthew 4:3; 1 John 5:20; Psalm 89:26–27
- 35 Malachi 3:16; John 3:25–26
- 36 John 1:29; 1 Peter 1:19–20; Isaiah 65:1–2; Hebrews 12:2; Isaiah 45:22
- 37 Romans 10:17; John 1:43; Revelation 22:17; Zechariah 8:21; John 4:39–42
- 38 John 18:7; John 3:2; John 1:49; Proverbs 8:34; John 18:4
- 39 Luke 24:29; Matthew 11:28–30; John 6:37; John 4:40; John 1:46
- 40 Mark 1:16–20; Matthew 4:18–22; John 1:40–42; Luke 5:2–11; Matthew 10:2
- 41 John 4:25; John 1:45; Acts 13:32–33; Isaiah 2:3–5; Psalm 89:20
- 42 1 Corinthians 3:22; John 21:15–17; 1 Corinthians 15:5; 1 Corinthians 1:12; Matthew 16:17–18
- 43 Matthew 9:9; Isaiah 65:1; John 14:8; Matthew 4:18–21; John 12:21
- 44 John 12:21; Matthew 11:21; Mark 6:45; Luke 10:13; Mark 8:22
- 45 Deuteronomy 18:18–22; Micah 5:2; Luke 24:27; Matthew 2:23; Luke 24:44
- 46 John 7:52; John 7:41–42; John 4:29; 1 Thessalonians 5:21; Luke 12:57
- 47 Revelation 14:5; Psalm 32:2; Psalm 73:1; Romans 9:4; John 8:39
- 48 Isaiah 65:24; Matthew 6:6; Psalm 139:1–2; John 2:25; Revelation 2:18–19
- 49 Zephaniah 3:15; Matthew 27:42; Zechariah 9:9; Luke 19:38; Matthew 2:2
- 50 John 20:29; John 11:40; Luke 1:45; Matthew 25:29; Matthew 13:12
- 51 Genesis 28:12; Acts 7:56; Luke 22:43; Mark 1:10; Matthew 16:27–28
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
Why does my Bible say something different?
- John 1:18: “the only-begotten Son” or “the only-begotten God”?
The Patriarchal Text, the KJV and most manuscripts read “the only begotten Son, which is in the bosom of the Father.” The oldest papyri and great codices read “only-begotten God.” Both readings come from the early centuries, and both confess the same Christ. Neither reading favours a lower view of the Son.
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
The section of the Gospel which has been read, most dearly beloved brethren, looketh for the pure eye of the heart. For from John's Gospel we have understood our Lord Jesus Christ according to His Divinity for the creating of the whole creation, and according to His Humanity for the recovery of the creature fallen.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
It is fitting, brethren, that as far as possible we should treat of the text of Holy Scripture, and especially of the Holy Gospel, without omitting any portion, that both we ourselves may derive nourishment according to our capacity, and may minister to you from that source from which we have been nourished.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)
Were John about to converse with us, and to say to us words of his own, we needs must describe his family, his country, and his education. But since it is not he, but God by him, that speaks to mankind, it seems to me superfluous and distracting to enquire into these matters.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)
And he expresses himself thus: "In the beginning was the Word, and the Word was with God, and the Word was God; the same was in the beginning with God." Having first of all distinguished these three--God, the Beginning, and the Word --he again unites them, that he may exhibit the production of each of them, that is, of the …
"For Thou wilt light my candle; the Lord my God will enlighten my darkness; and "of His fulness have all we received," for "that was the true Light which lighted every man that cometh into the world;" for in Thee there is "no variableness, neither shadow of turning."
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)