Skip to the text

John · Textus Receptus (Boyd collation)

John 7 Textus Receptus (Boyd collation)

Leer en español
About TR
  • Individual translator
  • NT: Textus Receptus
  • New Testament only
  • Original language
  • 2022
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. 2 Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία. 3 Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα σου ἃ ποιεῖς. 4 Οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. 5 Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. 6 Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. 7 Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. 8 Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ταύτην· ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται. 9 Ταῦτα δὲ εἰπὼν αὐτοῖς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. 10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, ἀλλ᾿ ὡς ἐν κρυπτῷ. 11 Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος; 12 Καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν· ἄλλοι δὲ ἔλεγον, Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. 13 Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων. 14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐδίδασκε. 15 Καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος γράμματα οἶδε, μὴ μεμαθηκώς; 16 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν, Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με. 17 Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ᾿ ἐμαυτοῦ λαλῶ. 18 Ὁ ἀφ᾿ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. 19 Οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι; 20 Ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπε, Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; 21 Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε. 22 Διὰ τοῦτο Μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν — οὐχ ὅτι ἐκ τοῦ Μωσέως ἐστίν, ἀλλ᾿ ἐκ τῶν πατέρων — καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. 23 Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; 24 Μὴ κρίνετε κατ᾿ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. 25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; 26 Καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός; 27 Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν. 28 Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων, Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾿ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾿ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. 29 Ἐγὼ δὲ οἶδα αὐτόν, ὅτι παρ᾿ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν. 30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι. Καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. 31 Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον ὅτι Ὁ Χριστὸς ὅταν ἔλθῃ, μήτι πλείονα σημεῖα τούτων ποιήσει ὧν οὗτος ἐποίησεν; 32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα· καὶ ἀπέστειλαν οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν. 33 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἔτι μικρὸν χρόνον μεθ᾿ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. 34 Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 35 Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας; 36 Τίς ἐστιν οὗτος ὁ λόγος ὃν εἶπε, Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; 37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε, λέγων, Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. 38 Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 39 Τοῦτο δὲ εἶπε περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα ἅγιον, ὅτι ὁ Ἰησοῦς οὐδέπω ἐδοξάσθη. 40 Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον, Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης. 41 Ἄλλοι ἔλεγον, Οὗτός ἐστιν ὁ Χριστός. Ἄλλοι δὲ ἔλεγον, Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; 42 Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαβίδ, καὶ ἀπὸ Βηθλεέμ, τῆς κώμης ὅπου ἦν Δαβίδ, ὁ Χριστὸς ἔρχεται; 43 Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι᾿ αὐτόν. 44 Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾿ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὰς χεῖρας. 45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, Διὰ τί οὐκ ἠγάγετε αὐτόν; 46 Ἀπεκρίθησαν οἱ ὑπηρέται, Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. 47 Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, Μὴ καὶ ὑμεῖς πεπλάνησθε; 48 Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν, ἢ ἐκ τῶν Φαρισαίων; 49 Ἀλλ᾿ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι. 50 Λέγει Νικόδημος πρὸς αὐτούς — ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν — 51 Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ᾿ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; 52 Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; Ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. 53◆ Καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ·

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Nicodemus

    Pharisee and leader of the Jews

    A Pharisee and leader of the Jews who came to Jesus at night, later asked the council to hear Jesus before judging him, and brought myrrh and aloes of about seventy-five pounds…

    Cited in the guide: John 3:1; John 7:50; John 19:39

Cross references (52)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 John 5:16–18; Matthew 21:38; John 4:3; John 7:19; Matthew 10:23
  2. 2 Zechariah 14:16–19; Deuteronomy 16:13–16; Leviticus 23:34–43; Exodus 23:16–17; Numbers 29:12–38
  3. 3 Matthew 12:46; John 7:5; 1 Samuel 17:28; Genesis 37:20; Luke 8:19
  4. 4 John 18:20; Proverbs 18:1–2; Matthew 23:5; Matthew 6:5; Luke 6:45
  5. 5 Mark 3:21; John 1:11–13; Micah 7:5–6; John 7:3; John 7:10
  6. 6 John 7:8; John 2:4; John 7:30; John 17:1; John 13:1
  7. 7 John 15:18–19; John 3:19; Galatians 4:16; Proverbs 9:7–8; James 4:4
  8. 8 John 7:6; John 8:20; 1 Corinthians 2:15–16; John 7:30
  9. 10 Amos 5:13; Matthew 10:16; Isaiah 42:2–3; Matthew 3:15; John 7:5
  10. 11 John 11:56
  11. 12 John 9:16; John 7:40–43; Acts 11:24; John 7:47; John 7:32
  12. 13 John 9:22; John 19:38; John 20:19; John 12:42–43; Proverbs 29:25
  13. 14 John 7:28; Luke 19:47; Haggai 2:7–9; John 8:2; John 18:20
  14. 15 Luke 4:22; Matthew 7:28–29; Matthew 13:54; Acts 26:24; Matthew 22:22
  15. 16 John 14:10; John 14:24; John 5:30; John 6:38–40; John 12:49–50
  16. 17 John 8:31–32; John 8:43; Jeremiah 31:33–34; John 8:47; Daniel 12:10
  17. 18 John 5:41; Philippians 2:3–5; 1 Corinthians 10:31–33; John 13:31–32; John 12:28
  18. 19 John 1:17; John 7:1; John 11:53; Matthew 12:14; Deuteronomy 1:17
  19. 20 John 10:20; John 8:48; Mark 3:21–22; John 8:52; Mark 3:30
  20. 21 John 5:2–11; John 7:23
  21. 22 Leviticus 12:3; Genesis 17:10–14; Romans 4:9–11; Galatians 3:17
  22. 23 John 5:14–16; Matthew 12:2; Matthew 12:5; John 5:8–9
  23. 24 Isaiah 11:3–4; James 2:9; Proverbs 17:15; John 8:15; Proverbs 24:23
  24. 25 John 7:10–11
  25. 26 2 Timothy 1:7–8; Ephesians 6:19–20; John 7:48; Psalm 40:9–10; John 9:22
  26. 27 Micah 5:2; John 7:41–42; John 9:29; John 6:42; Matthew 13:54–57
  27. 28 John 8:42; John 8:19; Jeremiah 9:6; John 12:49; John 5:43
  28. 29 John 8:55; Matthew 11:27; John 3:16–17; John 6:46; 1 John 4:9
  29. 30 John 10:39; John 8:20; John 7:6; John 7:32; Luke 13:32–33
  30. 31 John 12:42; Matthew 12:23; Acts 8:13; John 11:45; John 10:41–42
  31. 32 Acts 5:26; Matthew 12:23–24; Luke 22:52–53; John 18:3; John 12:19
  32. 33 John 13:33; John 16:5; Mark 16:19; John 17:11; John 14:19
  33. 34 John 13:33–36; Proverbs 1:24–31; Hosea 5:6; John 14:3; John 17:24
  34. 35 James 1:1; 1 Peter 1:1; Zephaniah 3:10; Isaiah 11:12; Isaiah 11:10
  35. 36 John 3:9; 1 Corinthians 2:14; John 7:34; John 3:4; John 16:17–18
  36. 37 Isaiah 55:1; John 4:14; John 6:35; Isaiah 12:3; Revelation 22:17
  37. 38 John 4:14; Isaiah 44:3; Isaiah 58:11; Isaiah 12:3; John 4:10
  38. 39 Acts 2:17; Joel 2:28; John 14:16–17; Isaiah 32:15; John 16:7
  39. 40 Matthew 21:11; John 1:21; John 6:14
  40. 41 John 7:52; John 1:46; John 1:49; John 1:41; John 4:29
  41. 42 Micah 5:2; Matthew 2:5; Jeremiah 23:5; Luke 2:4; Luke 2:11
  42. 43 John 9:16; John 10:19; Luke 12:51; John 7:12; Acts 23:7–10
  43. 44 John 7:30; Acts 23:11; John 8:20; Acts 27:23–25; John 18:5–6
  44. 45 John 7:32; Acts 5:21–27
  45. 46 Matthew 7:28–29; Luke 4:22; John 7:26
  46. 47 John 7:12; 2 Corinthians 6:8; Matthew 27:63; 2 Chronicles 32:15; 2 Kings 18:29
  47. 48 John 12:42; 1 Corinthians 1:20; John 7:26; 1 Corinthians 2:8; Acts 6:7
  48. 49 1 Corinthians 1:20–21; 1 Corinthians 3:18–20; James 3:13–18; John 9:34; John 9:40
  49. 50 John 19:39; John 3:1–2
  50. 51 Proverbs 18:13; Deuteronomy 1:17; Acts 23:3; Deuteronomy 19:15–19; Deuteronomy 17:8–11
  51. 52 John 7:41; John 1:46; Isaiah 9:1–2; Matthew 4:15–16; Proverbs 9:7–8
  52. 53 Psalm 33:10; Job 5:12–13; Psalm 76:5; Psalm 76:10

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

Why does my Bible say something different?

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 7:6 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LXXXIII)

    I Purpose by the Lord's assistance to treat of this section of the Gospel which has just been read; nor is there a little difficulty here, lest the truth be endangered, and falsehood glory. Not that either the truth can perish, nor falsehood triumph.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary 7:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter VII — 1-13)

    In this chapter of the Gospel, brethren, our Lord Jesus Christ has most especially commended Himself to our faith in respect of His humanity.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Commentary 7:1 John Chrysostom, Homilies on the Gospel of John (Homily XLVIII)

    Nothing is worse than envy and malice; through these death entered into the world. For when the devil saw man honored, he endured not his prosperity, but used every means to destroy him. ( Wisd. ii. 24.) And from the same root one may everywhere see this same fruit produced.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  4. Quotes verse 7:30 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XVI)

    This is also the reason why, when men were often desirous to take Him, it is said, "No man laid hands upon Him, for the hour of His being taken was not yet come;" nor the time of His passion, which had been foreknown by the Father; as also says the prophet Habakkuk, "By this Thou shalt be known when …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Quotes verse 7:39 Augustine of Hippo, Confessions (Book IX)

    For till then "the Holy Ghost was not yet given, because that Jesus was not yet glorified." And the prophet cries out, How long will ye be slow of heart?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)