Saltar al texto

1 Samuel · Septuaginta griega de Brenton

1 Samuel 11 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Καὶ ἐγενήθη ὡς μετὰ μῆνα, καὶ ἀνέβη Νάας ὁ Ἀμμανίτης, καὶ παρεμβάλλει ἐπὶ Ἰαβὶς Γαλαάδ· καὶ εἶπαν πάντες οἱ ἄνδρες Ἰαβὶς πρὸς Νάας τὸν Ἀμμανίτην, διάθου ἡμῖν διαθήκην, καὶ δουλεύσομέν σοι. 2 Καὶ εἶπε πρὸς αὐτοὺς Νάας ὁ ʼΑμμανίτης, ἐν ταύτῃ διαθήσομαι διαθήκην ὑμῖν, ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀφθαλμὸν δεξιόν, καὶ θήσομαι ὄνειδος ἐπὶ Ἰσραήλ. 3 Καὶ λέγουσιν αὐτῷ οἱ ἄνδρες Ἰαβίς, ἄνες ἡμῖν ἑπτὰ ἡμέρας καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον Ἰσραήλ· ἐὰν μὴ ᾖ ὁ σώζων ἡμᾶς, ἐξελευσόμεθα πρὸς ὑμᾶς. 4 Καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαὰ πρὸς Σαούλ, καὶ λαλοῦσι τοὺς λόγους εἰς τὰ ὦτα τοῦ λαοῦ· καὶ ᾖραν πᾶς ὁ λαὸς τὴν φωνὴν αὐτῶν, καὶ ἔκλαυσαν. 5 Καὶ ἰδοὺ Σαοὺλ ἤρχετο μετὰ τοπρωῒ ἐξ ἀγροῦ· καὶ εἶπε Σαοὺλ, Τί ὅτι κλαίει ὁ λαός; καὶ διηγοῦνται αὐτῷ τὰ ῥήματα τῶν ἀνδρῶν Ἰαβίς. 6 Καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Σαοὺλ ὡς ἤκουσε τὰ ῥήματα ταῦτα, καὶ ἐθυμώθη ἐπʼ αὐτοὺς ὀργῇ αὐτοῦ σφόδρα. 7 Καὶ ἔλαβε δύο βόας, καὶ ἐμέλισεν αὐτὰς, καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ἰσραὴλ ἐν χειρὶ ἀγγέλων, λέγων, ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαοὺλ καὶ ὀπίσω Σαμουὴλ, κατὰ τάδε ποιήσουσι τοῖς βουσὶν αὐτοῦ· καὶ ἐπῆλθεν ἔκστασις Κυρίου ἐπὶ τὸν λαὸν Ἰσραὴλ, καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς. 8 Καὶ ἐπισκέπτεται αὐτοὺς ἐν βεζὲκ ἐν Βαμᾷ πάντα ἄνδρα Ἰσραὴλ ἑξακοσίας χιλιάδας, καὶ ἄνδρας Ἰούδα ἑβδομήκοντα χιλιάδας. 9 Καὶ εἶπε τοῖς ἀγγέλοις τοῖς ἐρχομένοις, τάδε ἐρεῖτε τοῖς ἀνδράσιν Ἰαβὶς, αὔριον ὑμῖν ἡ σωτηρία διαθερμάναντος τοῦ ἡλίου· καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν, καὶ ἀπαγγέλλουσι τοῖς ἀνδράσιν Ἰαβίς, καὶ εὐφράνθησαν. 10 Καὶ εἶπον οἱ ἄνδρες Ἰαβὶς πρὸς Νάας τὸν ʼΑμμανίτην, αὔριον ἐξελευσόμεθα πρὸς ὑμᾶς, καὶ ποιήσετε ἡμῖν τὸ ἀγαθὸν ἐνώπιον ὑμῶν. 11 Καὶ ἐγενήθη μετὰ τὴν αὔριον, καὶ ἔθετο Σαοὺλ τὸν λαὸν εἰς τρεῖς ἀρχὰς, καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ ἑωθινῇ, καὶ ἔτυπτον τοὺς υἱοὺς ʼΑμμὼν ἕως διεθερμάνθη ἡ ἡμέρα· καὶ ἐγενήθη καὶ ὑπολελειμμένοι διεσπάρησαν, καὶ οὐκ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό. 12 Καὶ εἶπεν ὁ λαὸς πρὸς Σαμουὴλ τίς ὁ εἴπας ὅτι Σαοὺλ οὐ βασιλεύσει ἡμῶν; παράδος τοὺς ἄνδρας, καὶ θανατώσομεν αὐτούς. 13 Καὶ εἶπε Σαοὺλ, οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι σήμερον ἐποίησε Κύριος σωτηρίαν ἐν Ἰσραήλ. 14 Καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν, λέγων, πορευθῶμεν εἰς Γάλγαλα, καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν. 15 Καὶ ἐπορεύθη πᾶς ὁ λαὸς εἰς Γάλγαλα, καὶ ἔχρισε Σαμουὴλ ἐκεῖ τὸν Σαοὺλ εἰς βασιλέα ἐνώπιον Κυρίου ἐν Γαλγάλοις· καὶ ἔθυσεν ἐκεῖ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον Κυρίου· καὶ εὐφράνθη Σαμουὴλ καὶ πᾶς Ἰσραὴλ ὥστε λίαν.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Nahash

    King of the Ammonites

    King of the Ammonites who besieged Jabesh-gilead and demanded the right eye of every man there until Saul defeated him; his later kindness to David is recalled when David consoles…

    Citado en la guía: 1 Samuel 11:1; 1 Samuel 11:2; 1 Samuel 12:12

Referencias cruzadas (14)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 1 Samuel 12:12; Ezequiel 17:13; 1 Reyes 20:34; Jueces 21:8; Génesis 26:28
  2. 2 1 Samuel 17:26; Génesis 34:14; Números 16:14; Éxodo 3:6; 2 Reyes 18:31
  3. 4 1 Samuel 10:26; Jueces 2:4; Jueces 21:2; 1 Samuel 30:4; 1 Samuel 15:34
  4. 5 1 Reyes 19:19; 1 Samuel 9:1; Génesis 21:17; Isaías 22:1; Jueces 18:23
  5. 6 1 Samuel 10:10; Jueces 6:34; Jueces 3:10; 1 Samuel 16:13; Jueces 13:25
  6. 7 Jueces 19:29; Jueces 20:1; 2 Crónicas 17:10; Jueces 21:5–11; Génesis 35:5
  7. 8 Jueces 1:4–5; 2 Samuel 24:9; 2 Crónicas 17:12–19; 1 Samuel 13:15; 1 Samuel 15:4
  8. 9 Salmo 18:17
  9. 10 1 Samuel 11:2–3
  10. 11 Jueces 7:16; Génesis 22:14; Santiago 2:13; Éxodo 14:24; Jueces 1:7
  11. 12 1 Samuel 10:27; Lucas 19:27; Salmo 21:8
  12. 13 2 Samuel 19:22; Éxodo 14:13; 1 Samuel 19:5; 1 Samuel 14:45; Éxodo 14:30
  13. 14 1 Samuel 10:8; 1 Samuel 7:16; 1 Crónicas 12:38–39; 1 Samuel 10:24–25; 1 Samuel 5:3
  14. 15 1 Samuel 10:8; 1 Samuel 10:17; 1 Crónicas 29:21–24; 1 Samuel 12:13–15; Oseas 13:10–11

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias