1 Καὶ οἱ ἀλλόφύλοι ἐπολέμουν ἐπὶ Ἰσραήλ· καὶ ἔφυγον οἱ ἄνδρες Ἰσραὴλ ἐκ προσώπου τῶν ἀλλοφύλων, καὶ πίπτουσι τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβουέ. 2 Καὶ συνάπτουσιν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τύπτουσιν ἀλλόφυλοι τὸν Ἰωναθάν, καὶ τὸν Ἀμιναδὰβ, καὶ τὸν Μελχισᾶ υἱὸν Σαούλ. 3 Καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ Σαοὺλ, καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταὶ ἄνδρες τόξοται, καὶ ἐτραυματίσθη εἰς τὰ ὑποχόνδρια. 4 Καὶ εἶπε Σαοὺλ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ, σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀποκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἀποκεντήσωσί με καὶ ἐμπαίξωσιν ἐμοί· καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβήθη σφόδρα· καὶ ἔλαβε Σαοὺλ τὴν ῥομφαίαν, καὶ ἐπέπεσεν ἐπʼ αὐτήν. 5 Καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι τέθνηκε Σαοὺλ, καὶ ἐπέπεσε καὶ αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ, καὶ ἀπέθανε μετʼ αὐτοῦ. 6 Καὶ ἀπέθανε Σαοὺλ, καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ, καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατὰ τὸ αὐτό. 7 Καὶ εἶδον οἱ ἄνδρες Ἰσραὴλ οἱ ἐν τῷ πέραν τῆς κοιλάδος καὶ οἱ ἐν τῷ πέραν τοῦ Ἰορδάνου, ὅτι ἔφυγον οἱ ἄνδρες Ἰσραὴλ, καὶ ὅτι τέθνηκε Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ καταλείπουσι τὰς πόλεις αὐτῶν καὶ φεύγουσι· καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικοῦσιν ἐν αὐταῖς. 8 Καὶ ἐγενήθη τῇ ἐπαύριον ἔρχονται οἱ ἀλλόφυλοι ἐκδιδύσκειν τοὺς νεκροὺς, καὶ εὑρίσκουσι τὸν Σαοὺλ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ πεπτωκότας ἐπὶ τὰ ὄρη Γελβούε. 9 Καὶ ἀποστρέφουσιν αὐτὸν, καὶ ἐξέδυσαν τὰ σκεύη αὐτοῦ, καὶ ἀποστέλλουσιν αὐτὰ εἰς γῆν ἀλλοφύλων, κύκλῳ εὐαγγελίζοντες τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ. 10 Καὶ ἀνέθηκαν τὰ σκεύη αὐτοῦ εἰς τὸ Ἀσταρτεῖον, καὶ τὸ σῶμα αὐτοῦ κατέπηξαν ἐν τῷ τείχει Βαιθσάμ. 11 Καὶ ἀκούουσιν οἱ κατοικοῦντες Ἰαβὶς τῆς Γαλααδίτιδος ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαούλ. 12 Καὶ ἀνέστησαν πᾶς ἀνὴρ δυνάμεως, καὶ ἐπορεύθησαν ὅλην τὴν νύκτα, καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἀπὸ τοῦ τείχους Βαιθσὰμ, καὶ φέρουσιν αὐτοὺς εἰς Ἰαβὶς, καὶ κατακαίουσιν αὐτοὺς ἐκεῖ. 13 Καὶ λαμβάνουσιν τὰ ὀστᾶ αὐτῶν, καὶ θάπτουσιν ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ἰαβὶς, καὶ νηστεύουσιν ἑπτὰ ἡμέρας.
1 Samuel · Septuaginta griega de Brenton
1 Samuel 31 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Abinadab
One of Saul's sons, killed by the Philistines on Mount Gilboa together with Jonathan and Malchishua.
Citado en la guía: 1 Samuel 31:2; 1 Chronicles 8:33; 1 Chronicles 9:39
David
The shepherd who became Israel's greatest king and a man after God's own heart.
Citado en la guía: 1 Sam. 16 - 1 Kings 2; 2 Sam. 7; 1 Chron. 2:15; Matt. 1:6
Malchishua
A son of Saul who fell alongside his father and brothers on Mount Gilboa.
Citado en la guía: 1 Samuel 31:2; 1 Chronicles 10:2
Referencias cruzadas (13)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 1 Crónicas 10:1–12; 1 Samuel 28:4; 2 Samuel 1:21; 1 Samuel 28:15; 1 Samuel 29:1
- 2 1 Crónicas 8:33; 1 Samuel 14:49; 1 Samuel 13:16; 1 Samuel 23:17; 1 Crónicas 9:39
- 3 2 Samuel 1:6; Génesis 49:23; 2 Samuel 1:4; Amós 2:14; 1 Reyes 22:34
- 4 Jueces 9:54; 2 Samuel 1:9–10; 2 Samuel 1:6; 2 Samuel 17:23; 2 Samuel 1:20
- 5 1 Crónicas 10:5
- 6 1 Samuel 4:10–11; 1 Samuel 28:19; Oseas 13:10–11; 1 Samuel 11:15; Eclesiastés 9:1–2
- 7 Levítico 26:36; 1 Samuel 13:6; Jueces 6:2; Levítico 26:32; Deuteronomio 28:33
- 8 2 Crónicas 20:25; 1 Crónicas 10:8
- 9 2 Samuel 1:20; Jueces 16:23–24; 1 Crónicas 10:9–10; 1 Samuel 31:4; 1 Samuel 17:51
- 10 Jueces 2:13; Josué 17:11; 1 Samuel 21:9; 1 Samuel 7:3; 2 Samuel 21:12–14
- 11 2 Samuel 2:4; 1 Samuel 11:1–11
- 12 2 Crónicas 16:14; Jeremías 34:5; 2 Samuel 2:4–7; Amós 6:10
- 13 2 Samuel 21:12–14; Génesis 50:10; 2 Samuel 1:12; 1 Samuel 22:6; Génesis 35:8
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias