Saltar al texto

1 Samuel · Septuaginta griega de Brenton

1 Samuel 22 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Καὶ ἀπῆλθεν ἐκεῖθεν Δαυὶδ, καὶ διεσώθη, καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ Ὀδολλάμ· καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ, καὶ καταβαίνουσι πρὸς αὐτὸν ἐκεῖ. 2 Καὶ συνήγοντο πρὸς αὐτὸν πᾶς ἐν ἀνάγκῇ, καὶ πᾶς ὑπόχρεως, καὶ πᾶς κατώδυνος ψυχῇ, καὶ ἦν ἐπʼ αὐτῶν ἡγούμενος, καὶ ἦσαν μετʼ αὐτοῦ ὡς τετρακόσιοι ἄνδρες. 3 Καὶ ἀπῆλθε Δαυὶδ ἐκεῖθεν εἰς Μασσηφὰθ τῆς Μωὰβ, καὶ εἶπε πρὸς βασιλέα Μωὰβ, γινέσθωσαν δὴ ὁ πατήρ μου καὶ ἡ μήτηρ μου παρὰ σοί, ἕως ὅτου γνῶ τί ποιήσει μοι ὁ Θεός. 4 Καὶ παρεκάλεσε τὸ πρόσωπον τοῦ βασιλέως Μωὰβ, καὶ κατῴκουν μετʼ αὐτοῦ πάσας τὰς ἡμέρας, ὄντος τοῦ Δαυὶδ ἐν τῇ περιοχῇ. 5 Καὶ εἶπε Γὰδ ὁ προφήτης πρὸς Δαυὶδ, μὴ κάθου ἐν τῇ περιοχῇ· πορεύου, καὶ ἥξεις εἰς γῆν Ἰούδα· καὶ ἐπορεύθη Δαυὶδ, καὶ ἦλθε καὶ ἐκάθισεν ἐν πόλει Σαρίκ. 6 Καὶ ἤκουσε Σαοὺλ, ὅτι ἔγνωσται Δαυὶδ, καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ· καὶ Σαοὺλ ἐκάθητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ῥαμᾷ, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ. 7 Καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ, ἀκούσατε δὴ υἱοὶ Βενιαμὶν, εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς Ἰεσσαὶ ἀγροὺς καὶ ἀμπελῶνας, καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους, 8 ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπʼ ἐμὲ, καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου, ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ Ἰεσσαὶ, καὶ οὐκ ἔστι πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν, καὶ ἀποκαλύπτων τὸ ὠτίον μου, ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπʼ ἐμὲ εἰς ἐχθρὸν, ὡς ἡ ἡμέρα αὕτη; 9 Καὶ ἀποκρίνεται Δωὴκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τάς ἡμιόνους Σαοὺλ, καὶ εἶπεν, ἑωρακα τὸν υἱὸν Ἰεσσαὶ παραγινόμενον εἰς Νομβᾶ πρὸς Ἀβιμέλεχ υἱὸν Ἀχιτὼβ τὸν ἱερέα. 10 Καὶ ἠρώτα αὐτῷ διὰ τοῦ Θεοῦ, καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ, καὶ τὴν ῥομφαίαν Γολιὰθ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ. 11 Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Ἀβιμέλεχ υἱὸν Ἀχιτὼβ καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοὺς ἐν Νομβᾶ· καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα. 12 Καὶ εἶπε Σαοὺλ, ἄκουε δὴ υἱὲ Ἀχιτώβ· καὶ εἶπεν, ἰδοὺ ἐγὼ, λάλει κύριε. 13 Καὶ εἶπεν αὐτῷ Σαοὺλ, ἱνατί συνέθου κατʼ ἐμοῦ σὺ καὶ ὁ υἱὸς Ἰεσσαὶ, δοῦναί σε αὐτῷ ἄρτον καὶ ῥομφαίαν, καὶ ἐρωτᾷν αὐτῷ διὰ τοῦ Θεοῦ, θέσθαι αὐτὸν ἐπʼ ἐμὲ εἰς ἐχθρὸν, ὡς ἡ ἡμέρα αὕτη; 14 Καὶ ἀπεκρίθη τῷ βασιλεῖ, καὶ εἶπε, καὶ τίς ἐν πᾶσι τοῖς δούλοις σου ὡς Δαυὶδ πιστὸς, καὶ γαμβρὸς τοῦ βασιλέως, καὶ ἄρχων παντὸς παραγγέλματός σου, καὶ ἔνδοξος ἐν τῷ οἰκῳ σου; 15 Ἢ σήμερον ἦργμαι ἐρωτᾷν αὐτῷ διὰ τοῦ Θεοῦ; μηδαμῶς· μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον, καὶ ἐφʼ ὅλον τὸν οἶκον τοῦ πατρός μου, ὅτι οὐκ ᾔδει ὁ δοῦλός σου ἐν πᾶσι τούτοις ῥῆμα μικρὸν, ἢ μέγα. 16 Καὶ εἶπεν ὁ βασιλεὺς Σαοὺλ, θανάτῳ ἀποθανῇ Ἀβιμέλεχ σὺ, καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου. 17 Καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσι τοῖς ἐφεστηκόσι πρὸς αὐτὸν, προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ Κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυὶδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτὸς, καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου· καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἁπαντῆσαι εἰς τοὺς ἱερεῖς Κυρίου. 18 Καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωὴκ, ἐπιστρέφου σὺ, καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς· καὶ ἐπεστράφη Δωὴκ ὁ Σύρος, καὶ ἐθανάτωσε τοὺς ἱερεῖς τοῦ Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τριακοσίους καὶ πέντε ἄνδρας, πάντας αἴροντας ἐφούδ. 19 Καὶ τὴν Νομβᾶ τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικὸς, ἀπὸ νηπίου ἕως θηλάζοντος, καὶ μόσχου, καὶ ὄνου, καὶ προβάτου. 20 Καὶ διασώζεται υἱὸς εἷς τῷ Ἀβιμέλεχ υἱῷ Ἀχιτὼβ, καὶ ὄνομα αὐτῷ Ἀβιάθαρ, καὶ ἔφυγεν ὀπίσω Δαυίδ. 21 Καὶ ἀπήγγειλεν Ἀβιάθαρ τῷ Δαυὶδ, ὅτι ἐθανάτωσε Σαοὺλ πάντας τοὺς ἱερεῖς τοῦ Κυρίου. 22 Καὶ εἶπε Δαυὶδ τῷ Ἀβιάθαρ, ἤδειν ὅτι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι Δωὴκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαούλ· ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου. 23 Κάθου μετʼ ἐμοῦ· μὴ φοβοῦ, ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μου τόπον, ζητήσω καὶ τῇ ψυχῇ σου, ὅτι πεφύλαξαι σὺ παρʼ ἐμοί.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Abiathar

    Priest, David's companion

    The one son of Ahimelech to escape Saul's massacre of the priests at Nob, who fled to David with the ephod and later served as priest alongside Zadok. Solomon later banished him…

    Citado en la guía: 1 Samuel 22:20; 1 Samuel 23:6; 1 Samuel 30:7

  • Ahimelech

    Priest of Nob

    The priest at Nob who gave David the consecrated bread and Goliath's sword, and whom Saul had put to death with his father's household at Doeg's hands.

    Citado en la guía: 1 Samuel 21:1; 1 Samuel 22:9; 1 Samuel 22:11

  • Ahitub

    Priest, brother of Ichabod

    Called the brother of Ichabod and the son of Phinehas, son of Eli, and named as the father of the priest Ahijah; 1 Samuel 22:9 names an Ahitub as father of the priest Ahimelech.

    Citado en la guía: 1 Samuel 14:3; 1 Samuel 22:9; 1 Samuel 22:11

  • David

    King of Israel

    The shepherd who became Israel's greatest king and a man after God's own heart.

    Citado en la guía: 1 Sam. 16 - 1 Kings 2; 2 Sam. 7; 1 Chron. 2:15; Matt. 1:6

  • Doeg

    Saul's chief shepherd

    Saul's chief shepherd, an Edomite who saw David at Nob, reported it to Saul, and at Saul's command killed eighty-five priests and put the town of Nob to the sword.

    Citado en la guía: 1 Samuel 21:7; 1 Samuel 22:9; 1 Samuel 22:18

  • Gad

    David's prophet and seer

    A prophet who told David to leave the stronghold for Judah, and later brought the LORD's three options after the census and told David to build an altar on Araunah's threshing…

    Citado en la guía: 1 Samuel 22:5; 2 Samuel 24:11; 2 Samuel 24:13

Referencias cruzadas (22)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Salmo 57:1–11; 1 Crónicas 11:15; Salmo 142:1–7; Salmo 34:1; Josué 12:15
  2. 2 Mateo 11:28; Salmo 72:12–14; 1 Samuel 25:13; 1 Samuel 30:22–24; 1 Samuel 1:10
  3. 3 1 Samuel 14:47; Génesis 47:11; 1 Samuel 3:18; Rut 4:10; Éxodo 20:12
  4. 4 Salmo 11:1; 2 Crónicas 29:25; 2 Samuel 23:13–14; Isaías 8:12–14; Nehemías 6:11
  5. 5 1 Crónicas 21:9; 1 Crónicas 29:29; 2 Crónicas 29:25; 2 Samuel 24:11
  6. 6 Jueces 4:5; Génesis 21:33; 1 Samuel 19:9; 1 Samuel 18:10; 1 Samuel 20:33
  7. 7 1 Reyes 12:16; 1 Samuel 8:14–15; 1 Samuel 20:27; 1 Samuel 20:30; 1 Samuel 8:11–12
  8. 8 1 Samuel 18:3; 1 Samuel 23:21; 1 Samuel 23:16–18; 1 Samuel 20:8; 1 Samuel 20:30–34
  9. 9 Salmo 52:1–9; 1 Samuel 21:1–15; Mateo 26:59–61; Proverbios 19:5; Ezequiel 22:9
  10. 10 Números 27:21; 1 Samuel 30:8; 1 Samuel 23:2; 1 Samuel 23:4; 1 Samuel 10:22
  11. 11 Romanos 3:15
  12. 12 Isaías 65:1; 1 Samuel 22:7; 2 Samuel 9:6; 1 Samuel 22:13
  13. 13 1 Samuel 22:8; Lucas 23:2–5; Salmo 119:69; Amós 7:10
  14. 14 1 Samuel 19:4–5; 1 Samuel 20:32; 2 Samuel 22:23–25; 1 Samuel 24:11; 1 Samuel 26:23
  15. 15 1 Pedro 3:16–17; 1 Samuel 25:36; Génesis 20:5–6; 2 Corintios 1:12; 2 Samuel 15:11
  16. 16 Proverbios 28:15; Hechos 12:19; 1 Samuel 20:31; 1 Reyes 19:2; 1 Samuel 14:44
  17. 17 Éxodo 1:17; 1 Samuel 14:45; 2 Reyes 1:13–14; 2 Samuel 15:1; 2 Reyes 10:25
  18. 18 Hechos 26:10–11; 2 Crónicas 24:21; Sofonías 3:3; 1 Samuel 2:18; 1 Samuel 3:12–14
  19. 19 1 Samuel 15:3; Santiago 2:13; 1 Samuel 15:9; Josué 6:21; Josué 6:17
  20. 20 1 Samuel 23:6; 1 Samuel 30:7; 1 Samuel 23:9; 1 Reyes 2:26–27; 1 Samuel 2:33
  21. 22 1 Samuel 21:1–9; Salmo 44:22
  22. 23 Juan 10:28–30; 1 Reyes 2:26; Hebreos 12:1–3; Juan 18:9; Juan 15:20

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias