1 Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ Ἰσραήλ· καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυὶδ, γινώσκων γνώσῃ, ὅτι μετʼ ἐμοῦ ἐξελεύσῃ εἰς πόλεμον σὺ, καὶ οἱ ἄνδρες σου. 2 Καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς, οὕτω νῦν γνώσῃ ἃ ποιήσει ὁ δοῦλός σου· καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυὶδ, οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας 3 Καὶ Σαμουὴλ ἀπέθανε, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ, καὶ θάπτουσιν αὐτὸν ἐν Ἀρμαθαὶμ ἐν πόλει αὐτοῦ. καὶ Σαοὺλ περιεῖλε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς. 4 Καὶ συναθροίζονται οἱ ἀλλόφυλοι, καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωνάμ· καὶ συναθροίζει Σαοὺλ πάντα ἄνδρα Ἰσραὴλ, καὶ παρεμβάλλουσιν εἰς Γελβουέ. 5 Καὶ εἶδε Σαοὺλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων, καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα. 6 Καὶ ἐπηρώτησε Σαοὺλ διὰ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ Κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις. 7 Καὶ εἶπε Σαοὺλ τοῖς παισὶν αὐτοῦ, ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον, καὶ πορεύσομαι πρὸς αὐτὴν, καὶ ζητήσω ἐν αὐτῇ· καὶ εἶπαν οἱ παἷδες αὐτοῦ πρὸς αὐτὸν ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν Ἀενδώρ. 8 Καὶ συνεκαλύψατο Σαοὺλ, καὶ περιεβάλετο ἱμάτια ἕτερα, καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετʼ αὐτοῦ, καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς, καὶ εἶπεν αὐτῇ, μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ, καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι. 9 Καὶ εἶπεν αὐτῷ ἡ γυνὴ, ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησε Σαοὺλ, ὡς ἐξωλόθρευσε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς, καὶ ἱνατί σὺ παγιδεύεις τὴν ψυχήν μοι θανατῶσαι αὐτήν; 10 Καὶ ὤμοσεν αὐτῇ Σαοὺλ, λέγων, ζῇ Κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ. 11 Καὶ εἶπεν ἡ γυνὴ, τίνα ἀναγάγω σοι; καὶ εἶπε, τὸν Σαμουὴλ ἀνάγαγέ μοι. 12 Καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουὴλ, καὶ ἀνεβόησε φωνῇ μεγάλῃ· καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαοὺλ, ἱνατί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ. 13 Καὶ εἶπεν αὐτῇ ὁ βασιλεὺς, μὴ φοβοῦ, εἶπον τίνα ἑώρακας· καὶ εἶπεν αὐτῷ ἡ γυνὴ, θεοὺς ἑώρακα ἀναβαίνοντας ἐκ τῆς γῆς. 14 Καὶ εἶπεν αὐτῇ, τί ἔγνως; καὶ εἶπεν αὐτῷ, ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος διπλοΐδα ἀναβεβλημένος· καὶ ἔγνω Σαοὺλ, ὅτι οὗτος Σαμουὴλ, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν αὐτῷ. 15 Καὶ εἶπε Σαμουὴλ, ἱνατί παρηνώχλησάς μοι ἀναβῆναί με; καὶ εἶπε Σαοὺλ, θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοὶ, καὶ ὁ Θεὸς ἀφέστηκεν ἀπʼ ἐμοῦ, καὶ οὐκ ἐπακήκοέ μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις· καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω. 16 Καὶ εἶπε Σαμουὴλ, ἱνατί ἐπερωτᾷς με, καὶ Κύριος ἀφέστηκεν ἀπὸ σοῦ, καὶ γέγονε μετὰ τοῦ πλησίον σου; 17 Καὶ πεποίηκε Κύριος σοι, καθὼς ἐλάλησε Κύριος ἐν χειρί μου, καὶ διαῤῥήξει Κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου, καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυὶδ, 18 διότι οὐκ ἤκουσας φωνῆς Κυρίου, καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Ἀμαλὴκ, διὰ τοῦτο τὸ ῥῆμα ἐποίησε Κύριός σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ. 19 Καὶ παραδώσει Κύριος τὸν Ἰσραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων, καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν Ἰσραὴλ δώσει Κύριος εἰς χεῖρας ἀλλοφύλων. 20 Καὶ ἔσπευσε Σαοὺλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν, καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουὴλ, καὶ ἐν αὐτῷ οὐκ ἦν ἰσχὺς ἔτι, οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην. 21 Καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς Σαοὺλ, καὶ εἶδεν ὅτι ἔσπευσε σφόδρα, καὶ εἶπε πρὸς αὐτὸν, ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τῆς φωνῆς σου, καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου, καὶ ἤκουσα τοὺς λόγους οὓς ἐλάλησάς μοι. 22 Καὶ νῦν ἄκουσον δὴ φωνῆς τῆς δούλης σου, καὶ παραθήσω ἐνώπιόν σου ψωμὸν ἄρτου, καὶ φάγε, καὶ ἔσται σοὶ ἰσχὺς, ὅτι πορεύῃ ἐν ὁδῷ. 23 Καὶ οὐκ ἐβουλήθη φαγεῖν· καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ ἡ γυνὴ, καὶ ἤκουσε τῆς φωνῆς αὐτῶν, καὶ ἀνέστη ἀπὸ τῆς γῆς, καὶ ἐκάθισεν ἐπὶ τὸν δίφρον. 24 Καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ· καὶ ἔσπευσε καὶ ἔθυσεν αὐτήν· καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασε, καὶ ἔπεψεν ἄζυμα, 25 καὶ προσήγαγεν ἐνώπιον Σαοὺλ, καὶ ἐνώπιον τῶν παίδων αὐτοῦ· καὶ ἔφαγον, καὶ ἀνέστησαν καὶ ἀπῆλθον τὴν νύκτα ἐκείνην.
1 Samuel · Septuaginta griega de Brenton
1 Samuel 28 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
David
The shepherd who became Israel's greatest king and a man after God's own heart.
Citado en la guía: 1 Sam. 16 - 1 Kings 2; 2 Sam. 7; 1 Chron. 2:15; Matt. 1:6
Referencias cruzadas (22)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 1 Samuel 29:1–3; 1 Samuel 17:1; 1 Samuel 7:7; 1 Samuel 27:12; 1 Samuel 13:5
- 2 Romanos 12:9; 1 Samuel 27:10; 2 Samuel 16:16–19
- 3 Levítico 19:31; Levítico 20:27; 1 Samuel 25:1; Éxodo 22:18; Deuteronomio 18:10–11
- 4 Josué 19:18; 1 Samuel 31:1; 2 Reyes 4:8; 2 Samuel 1:6; 2 Samuel 1:21
- 5 Isaías 7:2; Job 18:11; Isaías 57:20–21; Salmo 73:19; Salmo 48:5–6
- 6 Números 12:6; 1 Samuel 14:37; Lamentaciones 2:9; Números 27:21; Ezequiel 20:1–3
- 7 Hechos 16:16; Josué 17:11; 1 Crónicas 10:13; Salmo 83:10; Habacuc 2:3
- 8 1 Crónicas 10:13; Isaías 8:19; 1 Reyes 22:30; 2 Crónicas 18:29; 2 Crónicas 35:22
- 9 1 Samuel 28:3; 2 Reyes 5:7; 2 Samuel 18:13
- 10 2 Samuel 14:11; 1 Samuel 19:6; Marcos 6:23; Génesis 3:5; Éxodo 20:7
- 12 1 Samuel 28:3; 1 Reyes 14:5
- 13 Éxodo 22:28; Salmo 82:6–7; Éxodo 4:16; Juan 10:34–35
- 14 1 Samuel 15:27; 1 Samuel 24:8; 2 Reyes 2:13–14; 2 Reyes 2:8
- 15 Lucas 16:23–26; 1 Samuel 28:6; 1 Samuel 18:12; Oseas 9:12; Proverbios 14:14
- 16 2 Reyes 6:27; Apocalipsis 18:20; Salmo 68:1–3; Apocalipsis 18:24–19:6; Lamentaciones 2:5
- 17 1 Samuel 15:27–29; 1 Samuel 24:20; 1 Samuel 16:13; 1 Samuel 13:13–14; Proverbios 16:4
- 18 1 Reyes 20:42; 1 Samuel 15:9; Jeremías 48:10; 1 Crónicas 10:13; 1 Samuel 13:9
- 19 Hechos 5:9–10; Éxodo 9:18; Jeremías 28:16–17; 1 Reyes 22:28; 1 Samuel 12:25
- 20 Job 15:20–24; Salmo 50:21–22; Job 26:2; 1 Samuel 28:5; 1 Samuel 25:37
- 21 Jueces 12:3; 1 Samuel 19:5; Job 13:14
- 23 1 Reyes 21:4; Proverbios 25:20; 2 Corintios 5:14; 2 Reyes 5:13; 2 Reyes 4:8
- 24 Lucas 15:23; Génesis 18:7–8
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
And that miserable man, for instance, until David departed, burst not forth into that piteous cry, bewail ing himself and saying, "I am sore distressed, and the Philistines make war against me, and the Lord is departed from me." Until he was separated from David, he fell not in war, but was both in safety and in glory; for indeed …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)